1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

3

φάρμακον τῷ πάθει προσενεγκεῖν ἐθελήσῃ, ἀποπηδῶ σιν αὐτίκα, καθάπερ οἱ φρενίτιδι κατεχόμενοι νόσῳ καὶ τὴν σφίσι προσφερομένην ἀποσείονται θεραπείαν καὶ τὴν ἰατρείαν ὡς ἀρρω 1.5 στίαν ἀποδιδράσκουσιν. Χρὴ μέντοι τοὺς ταύτην μετιόντας τὴν ἐπιστήμην καὶ χαλεπαίνοντας φέρειν καὶ λοιδορουμένων ἀνέ χεσθαι, κἂν πὺξ παίωσι, κἂν λακτίζωσι, τοιαῦτα γὰρ δὴ ἄττα πλημμελοῦσιν οἱ παραπαίοντες· καὶ οὐ δυσχεραίνουσι τούτων γινομένων οἱ ἰατροί, ἀλλὰ καὶ δεσμὰ προσφέρουσι καὶ καταιονῶσι βίᾳ τὰς κεφαλὰς καὶ πᾶσαν μηχανὴν ἐπινοοῦσιν, ὥστε τὸ πάθος ἐξελάσαι καὶ τὴν προτέραν τῶν μορίων ἁρμονίαν ἀποδοῦναι τῷ 1.6 ὅλῳ. Τοῦτο δὴ καὶ ἡμῖν ποιητέον, καὶ τῶν οὕτω διακειμένων ἐπιμελητέον εἰς δύναμιν. Εἰ γὰρ καὶ ὀλίγοι λίαν εἰσὶν οἱ τῷ πάθει δεδουλωμένοι καὶ ἐοίκασιν ὑποστάθμῃ τινὶ παχείᾳ τῶν τοῦ διυλιστῆρος οὐ διϊκνουμένῃ πόρων διὰ παχύτητα, ἀλλ' οὖν οὐκ ἀμελητέον αὐτῶν οὐδὲ παροπτέον φθειρομένους ὑπὸ τοῦ πάθους, ἀλλὰ πάντα πόρον ἐξευρητέον, ὥστε τὴν ἐπικειμένην αὐτοῖς ὁμί χλην ἀποσκεδάσαι καὶ τοῦ νοεροῦ φωτὸς ἐπιδεῖξαι τὴν αἴγλην. Οὐδεὶς γὰρ φιλόπονος γεωργὸς τὰς μὲν πολλὰς ἀκάνθας ἐκτέ 1.7 μνει, τὰς δὲ ὀλίγας ἐᾷ, ἀλλὰ κἂν δύο εὕρῃ, κἂν μίαν, πρόρρι ζον ἀνασπᾷ καὶ καθαρὸν ἀποφαίνει τὸ λήϊον. Πολλῷ δὴ οὖν μᾶλλον τοῦτο ποιητέον ἡμῖν· οὐ γὰρ ἐκτέμνειν, ἀλλὰ μεταβάλ λειν τὰς ἀκάνθας ὁ τῆς ἡμετέρας γεωργίας παρακελεύεται 1.8 νόμος. Φέρε τοίνυν καὶ ὡς ἀκάνθαις τὴν γεωργικὴν προσενέγκω μεν δίκελλαν καὶ τῇ μακέλλῃ τοῦ λόγου τὰς τῶν ἀκοῶν ἀνευρύ νωμεν αὔλακας, ἵνα μηδὲν τῶν ἐν μέσῳ κειμένων κωλυμάτων ἐπίσχῃ τῆς ἀρδείας τὸ ῥεῖθρον· καὶ μὲν δὴ καὶ ὡς ἀρρωστοῦντας καταιονήσωμεν καὶ τὰ σωτήρια καὶ παιώνια προσενέγκωμεν φάρμακα. 1.9 Πρῶτον δέ γε τῶν ἄλλων τὸ τῆς οἰήσεως ἰατρεύσωμεν πά θος. Καὶ γὰρ δή τινες αὐτῶν, ποιητικῶν καὶ ῥητορικῶν λόγων μετεσχηκότες, τινὲς δὲ καὶ τῆς Πλάτωνος εὐεπείας ἀπογευσά μενοι, καταφρονοῦσι μὲν τῶν θείων λογίων, ὡς ἥκιστα κεκαλ λιεπημένῃ φράσει κεκομψευμένων, οὐκ ἀξιοῦσι δὲ παρ' ἀνδρῶν 1.10 ἁλιέων μαθεῖν τὴν τοῦ ὄντος ἀλήθειαν. Καὶ τέχνης μὲν ἑκάστης δρεπόμενοι τοὺς καρπούς, τὰς τῶν τεχνιτῶν οὐ περιεργάζονται γλώττας· οὐδὲ γὰρ Ἀττικοὺς εἶναι τοὺς σκυτοτόμους ἀπαιτοῦσιν ἢ τοὺς χαλκέας ἢ τοὺς τέκτονας ἢ τοὺς ζωγράφους ἢ τοὺς ναυ πηγοὺς ἢ τοὺς κυβερνήτας, ἀλλὰ κἂν Σκύθαι ὦσι, κἂν Σαυρο μάται, κἂν Ἴβηρες, κἂν Αἰγύπτιοι, μεθ' ἡδονῆς ἀπολαύουσι τῶν τεχνῶν, μόνην ἀπαιτοῦντες τὴν τούτων ἀκρίβειαν, τὴν δὲ τῶν 1.11 ἐθνῶν διαφορὰν ἥκιστα δυσχεραίνουσιν. Καὶ κιθαριστοῦ μὲν ἀκούοντες, τῶν κρουμάτων μόνον ἀπαιτοῦσι τὴν ἁρμονίαν, οὐ μὴν εἰ Ἕλλην ἐστὶν ἢ βάρβαρος ἐπιζητοῦσι μαθεῖν· μόνην δ' ἄρα τῆς ἀληθείας τὴν μάθησιν ἀπεριέργως λαβεῖν οὐκ ἐθέλου σιν, ἀλλ' ἀτιμίαν ὑπολαμβάνουσιν, εἰ βάρβαρος αὐτοὺς ταύτην τὴν γλῶτταν παιδεύοι· καὶ τοῦτον ἔχουσι τὸν τύφον ἄνδρες οὐδ' εἰς ἄκρον τῆς Ἑλληνικῆς φιλοσοφίας ἐληλακότες, ἀλλ' ὀλίγων τινῶν, τὸ δὴ λεγόμενον, ἄκροις χείλεσι γεγευμένοι καὶ σμικρὰ ἄττα ἔνθεν κἀκεῖθεν ἠρανισμένοι. 1.12 Οἱ δὲ τῶν Ἑλληνικῶν φιλοσόφων περιφανέστατοι, ὧν ἡ μνήμη παρὰ τοῖς ἐλλογίμοις μέχρι καὶ τήμερον πολυθρύλητος, Φερε κύδης ὁ Σύριος καὶ Πυθαγόρας ὁ Σάμιος καὶ Θαλῆς ὁ Μιλήσιος καὶ Σόλων ὁ Ἀθηναῖος, καὶ μέντοι καὶ Πλάτων ἐκεῖνος, ὁ Ἀρίστωνος μὲν υἱός, Σωκράτους δὲ φοιτητής, εὐστομίᾳ δὲ πάν τας ἀποκρύψας, οὐκ ὤκνησαν ἕνεκα τοῦ τἀληθὲς ἐξευρεῖν καὶ Αἴγυπτον περινοστῆσαι καὶ Θήβας τὰς Αἰγυπτίας καὶ Σικελίαν καὶ Ἰταλίαν, καὶ ταῦτα οὐ μιᾶς βασιλείας τάδε τὸ τηνικαῦτα ἰθυνούσης τὰ ἔθνη, ἀλλὰ διαφόρων μὲν πολιτειῶν ἐν ταῖς πόλε σιν οὐσῶν, διαφόρων δὲ νόμων· αἱ μὲν γὰρ δημοκρατίαν, αἱ δὲ 1.13 ὀλιγαρχίαν ἠσπάζοντο, καὶ οἱ μὲν ἐτυραννοῦντο, οἱ δὲ ἐννόμως ἐβασιλεύοντο. Ἀλλ' ὅμως οὐδὲν αὐτοὺς τούτων ἐπέσχε τῶν κωλυ μάτων παρὰ βαρβάρους ἀνθρώπους δραμεῖν καὶ μαθεῖν παρ' αὐτῶν, ἅπερ αὐτοὺς ἄμεινον γινώσκειν ἑαυτῶν ὑπελάμβανον. 1.14 Φασὶ δὲ αὐτοὺς ἐν Αἰγύπτῳ οὐ μόνον παρ' Αἰγυπτίων, ἀλλὰ καὶ