1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

114

ἥδεσθαι τὸ μαίνεσθαι κρεῖττον εἴρηκεν εἶναι· διὸ καὶ παραινεῖ 12.48 τοῖς γνωρίμοις μηδὲ δάκτυλον ἐκτεῖναί ποτε εἵνεκα ἡδονῆς. Τῆς τούτου διδασκαλίας τετύχηκε ∆ιογένης ὁ Σινωπεύς, λόγῳ μὲν καὶ αὐτὸς τὴν φιλοσοφίαν ζηλώσας, ἡδονῆς δὲ δοῦλος γενόμενος καὶ δημοσίᾳ ταῖς ἑταίραις μιγνύμενος καὶ κάκιστον τοῖς θεωμέ νοις προσφέρων παράδειγμα· φασὶ δὲ αὐτόν, μεμψαμένου τινὸς τὸ γινόμενον καὶ εἰρηκότος· "Τί ποιεῖς, ὦ ∆ιόγενες;" φάναι ἐκεῖνον, τῇ ξυνήθει λοιδορίᾳ χρησάμενον· "Ὦ κάθαρμα, εἰ 12.49 ἐπιτύχοιμι, ἄνθρωπον." Οὕτως ἀνέδην ἐλάγνευεν. Τούτου Κρά της ὁ Θηβαῖος τὸν βίον ἐζήλωσε καὶ πολλαῖς μὲν εὐφημίαις τὴν ἀρετὴν ἐστεφάνωσεν· αὐτοῦ γὰρ δὴ ὅδε ὁ λόγος· ἡδονῇ ἀνδραποδώδει ἀδούλωτοι καὶ ἄκαμπτοι ἀθάνατον βασιλείαν ἐλευθερίαν τ' ἀγαπῶσιν. Οὗτος εἰώθει λέγειν, τῆς εἰς τὰ ἀφροδίσια ὁρμῆς κατάπλασμα λιμὸν εἶναι, εἰ δὲ μή, βρόχον. Ἀλλὰ τοῦ πάθους ἐπαναστάντος, Ἱππαρχίαν τὴν Μαρωνεῖτιν δημοσίᾳ ἔγημε καὶ τὰ κυνογάμια ἐν τῇ Ποικίλῃ ἐτέλεσεν, ἐρρῶσθαι πολλὰ φράσας τῇ ὑψηγορίᾳ 12.50 τῶν λόγων. Καὶ Ἀρίστιππος δὲ ὁ Κυρηναϊκός, ὀνειδιζόμενος, ὅτι δὴ θαμὰ ξυνεγίνετο τῇ ἑταίρᾳ τῇ Κορινθίᾳ, "ἔχω" ἔλεγε "Λαΐδα, καὶ οὐκ ἔχομαι ὑπ' αὐτῆς." Καὶ οἱ Περιπατητικοὶ δὲ λόγῳ μὲν εὐφήμουν τὴν ἀρετήν, ἐκύδαινον δὲ ἔργῳ τὴν ἡδο νήν· καὶ ταῦτα αὐτῶν οὐκ ἄλλοι κατηγοροῦσιν, ἀλλ' αὐτοὶ περὶ 12.51 τοῦ σφῶν διδασκάλου ξυγγράφουσιν. Ἀριστοκλῆς γάρ που ὁ Περιπατητικὸς Λύκωνα ἔφη τὸν Πυθαγόρειον περὶ Ἀριστοτέλους φάναι, ὅτι ἐν ἐλαίῳ θερμῷ λουόμενος τοῦτο ὕστερον ἀπεδίδοτο· καὶ ἡνίκα δὲ εἰς Χαλκίδα ἀπῄει, τοὺς τελώνας ἔφη διερευνωμέ νους τὸ πλοῖον εὑρεῖν <ἐν> αὐτῷ λοπάδια χαλκᾶ τέτταρα καὶ ἑβδομήκοντα· ἄλλους δέ τινας εἰρηκέναι, τριακοσίας ἐσχηκέναι 12.52 λοπάδας. Καὶ οἶμαι αὐτοὺς μὴ παντάπασι ψεύδεσθαι· ἐν τούτοις γὰρ δὴ ἐκεῖνος τὴν εὐδαιμονίαν ὡρίζετο. Εἰώθει γὰρ λέγειν, οὐκ ἄλλως εὐδαίμονά τινα γίνεσθαι ἢ διὰ τῆς τοῦ σώματος εὐπα θείας καὶ τῆς τῶν ἐκτὸς περιουσίας, ὧν ἄνευ μηδὲν τὴν ἀρετὴν ὠφελεῖν. Καὶ τοῦτο δὴ σαφῶς Ἀττικὸς ὁ Πλατωνικός, ἐν οἷς πρὸς Ἀριστοτέλην γράφει, δεδήλωκεν. Τὰ τοίνυν κατ' αὐτοῦ λεγόμενα βεβαιοῦσιν οἱ λόγοι. 12.53 Ὁ δὲ Πλάτων ἄντικρυς ἐναντία διδάσκει. Ἐν γὰρ τῷ τρίτῳ τῆς Πολιτείας ἐπιμελεῖσθαι κελεύει τοῦ σώματος ψυχῆς εἵνεκα ἁρμονίας, δι' οὗ βιοῦν τε ἔστι καὶ ὀρθῶς βιοῦν, καταγγέλλοντας 12.54 τῆς ἀληθείας τὸ κήρυγμα. Τοῦτο καὶ ὁ θεῖος ἀπόστολος παραι νεῖ λέγων· "Ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικεν. Ἀποθώμεθα οὖν τὰ ἔργα τοῦ σκότους καὶ ἐνδυσώμεθα τὰ ὅπλα τοῦ φωτός· ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατήσωμεν, μὴ κώμοις καὶ μέθαις, μὴ κοίταις καὶ ἀσελγείαις, μὴ ἔριδι καὶ ζήλῳ· ἀλλ' ἐνδύσασθε τὸν κύριον Ἰησοῦν Χριστὸν καὶ τῆς σαρκὸς πρόνοιαν 12.55 μὴ ποιεῖσθε εἰς ἐπιθυμίας." Οὐ γὰρ τοσαύτην αὐτῷ προσφέρειν δεῖ θεραπείαν, ὥστε κατασκιρτᾶν τῆς ψυχῆς, ἀλλ' ἵνα ὑπουργῇ καὶ ξυνεργῇ καὶ τοῖς ἐκείνης ἕπηται νεύμασιν. Ξυμπεφώνηκε τοίνυν ἐν τούτοις ὁ Πλάτων τοῖς ἡμετέροις, τὴν ἀναγκαίαν ἐπι μέλειαν ποιεῖσθαι παρεγγυήσας τοῦ σώματος. Ἐπέδειξε δὲ καί, 12.56 ὅπως ἄρχεταί τε καὶ αὔξεται τῆς ἐπιθυμίας τὸ πάθος· "Ἡμεῖς" γὰρ ἔφη "λέξοιμεν ἂν ἴσως οὐκ ἀτόπως, ὅτι ἄρχει μὲν ἔρωτος ὅρασις, αὔξει δὲ τὸ πάθος ἐλπίς, τρέφει δὲ μνήμη, τηρεῖ δὲ ξυνήθεια." Τοῦτο δὲ αὐτὸ καὶ περὶ τῆς ἀρετῆς εἴρηκεν· "Παν τὸς γὰρ" ἔφη "φυτοῦ ἡ πρώτη βλάστη, καλῶς ὀρθωθεῖσα πρὸς ἀρετὴν τῆς ἑαυτοῦ φύσεως, κυριωτάτη τέλος ἐπιθεῖναι τὸ πρόσ φορον." Καὶ Σωκράτης δὲ φυλάττεσθαι ἐκέλευσε τὰ ἀναπείθοντα μὴ 12.57 πεινῶντας ἐσθίειν καὶ μὴ διψῶντας πίνειν, καὶ τὰ βλέμματα καὶ τὰ φιλήματα τῶν καλῶν, ὡς χαλεπώτερον σκορπίων καὶ φαλαγ 12.58 γίων ἰὸν ἐνιέναι πεφυκότα. Ἀλλὰ ταῦτα ῥήματα ἦν ἄλλως ἔργων γεγυμνωμένα. Εἰς γὰρ δὴ τὰ γυμνάσια τῶν νέων εἵνεκα καὶ καλῶν εἰώθει φοιτᾶν καὶ τοὺς ὀφθαλμοὺς εἱστία τῇ κακῇ θεωρίᾳ. Καὶ μαρτυρεῖ Φίληβος καὶ Φαῖδρος καὶ Ἀντερασταὶ καὶ Χαρμί 12.59 δης καὶ ἄλλοι πολλοὶ διάλογοι τοιαῦτα ἔχοντες διηγήματα. Ἃ δὲ Ἀλκιβιάδης ἐν τῷ Ξυμποσίῳ περὶ Σωκράτους ἔφη, Πλάτων