1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

46

ἕνεκα ἁρμονίας, δι' οὗ βιοῦν τε ἔστι καὶ ὀρθῶς 5.15 βιοῦν, καταγγέλλοντας τῆς ἀληθείας τὸ κήρυγμα. Εἰ δὲ διὰ τοῦ σώματος ἡ ψυχὴ βιοῖ τε καὶ ὀρθῶς βιοῖ, οὐκ ἄρα ἦν ποτε πρὸ τοῦ σώματος· εἰ δὲ ἦν πρό γε τοῦ σώματος, καὶ ἔζη δήπουθεν καὶ ἐβίου· ἀθάνατον γὰρ ἔχει φύσιν καὶ λογικήν. Εἰ δὲ ἦν μὲν πάλαι, οὐκ ὀρθῶς δὲ ἐβίου κεχωρισμένη τοῦ σώματος, ἐν τῷ σώματι δὲ γενομένη καὶ τοῦτο ἄριστα παιδοτριβήσασα, τὸν ὀρθὸν κατώρθωσε βίον, διὰ τοῦ σώματος ἄρα τετύχηκε τῶν ἀγαθῶν, ὧν πρὸ τοῦ σώματος οὐ μετέλαχεν. Ἀνθ' ὅτου δὴ οὖν τεθάφθαι αὐτὴν ἐν τῷ σώματι καθάπερ ἐν σήματι ἔφη; ∆ιὰ μὲν οὖν τούτων σαφῶς ἔγνωμεν, ὡς οὐ μόνον ἀλλήλοις, 5.16 ἀλλὰ καὶ σφίσιν αὐτοῖς περὶ τῶν αὐτῶν ἐναντία γεγραφήκασιν· ἵνα δὲ τὴν πολλὴν αὐτῶν καταμάθωμεν ἔριν, φέρε πάλιν ἐπι δείξωμεν, τίνα περὶ ψυχῆς οἱ πολυθρύλητοι τῶν φιλοσόφων ἐδό ξασαν, καὶ ὅπως αὐτοὺς ἡ κενὴ δόξα, κατὰ τὸν Τίμαιον, "ἔριδι ξυνέηκε μάχεσθαι". Ἃ δέ γε ξὺν Θεῷ λέξω, ἐκ τῶν Πλου τάρχῳ καὶ Πορφυρίῳ καὶ μέντοι καὶ Ἀετίῳ ξυγγεγραμμένων 5.17 ἐρῶ. Θαλῆς τοίνυν κέκληκε τὴν ψυχὴν ἀκίνητον φύσιν· Ἀλκμὰν δὲ αὐτὴν αὐτοκίνητον εἴρηκεν· ὁ δέ γε Πυθαγόρας ἀριθμὸν ἑαυ τὸν κινοῦντα· ξυνεφώνησε δὲ τῷ λόγῳ καὶ Ξενοκράτης· ὁ δὲ Πλάτων οὐσίαν νοητὴν ἐξ ἑαυτῆς κινητήν· ὁ δὲ Σταγειρίτης ἐντελέχειαν πρώτην σώματος φυσικοῦ ὀργανικοῦ, δυνάμει ζωὴν 5.18 ἔχοντος· ἐντελέχειαν δὲ τὴν ἐνέργειαν κέκληκεν· Κλέαρχος δὲ τῶν τεττάρων εἶναι στοιχείων τὴν ἁρμονίαν· Ἀναξιμένης δὲ καὶ Ἀναξίμανδρος καὶ Ἀναξαγόρας καὶ Ἀρχέλαος ἀερώδη τῆςψυχῆς τὴν φύσιν εἰρήκασιν. Οἱ δέ γε Στωϊκοὶ πνευματικήν, πλείστου μετέχουσαν τοῦ θερμοῦ. Παρμενίδης δὲ καὶ Ἵππασος καὶ Ἡράκλειτος πυρώδη ταύτην κεκλήκασιν· ὁ δὲ Ἡρακλείδης φωτοειδῆ· Ἐπίκουρος δὲ ὁ Νεοκλέους τεττάρων τινῶν ποιοτήτων κρᾶμα, πυρώδους καὶ ἀερώδους καὶ πνευματικοῦ καὶ τετάρτου τινὸς ἀκατονομάστου· ὁ δὲ Ἐμπεδοκλῆς μῖγμα ἐξ αἰθερώδους καὶ ἀερώδους οὐσίας. Κριτίας δὲ ἐξ αἵματος εἶπε καὶ ἐξ ὑγροῦ· 5.19 καὶ ἄλλοι δ' αὖ ἄλλα λεληρήκασιν ἐναντία. Καὶ μέντοι καὶ περὶ τὴν ταύτης διαίρεσιν πλείστη γε τούτοις γεγένηται διαμάχη. Πυθαγόρας μὲν γὰρ καὶ Πλάτων διμερῆ ταύτην εἰρήκασι, καὶ τὸ μὲν αὐτῆς εἶναι λογικόν, τὸ δὲ ἄλογον. ∆ιχῇ δ' αὖ πάλιν τὸ ἄλογον ἔτεμον, καὶ τὸ μὲν αὐτοῦ θυμικὸν εἶναι, τὸ δὲ ἐπιθυμη τικόν. Ὁ δὲ Ξενοκράτης, καὶ ταῦτα τρίτος ἀπὸ Πλάτωνος ὤν -Σπευσίππου γὰρ τοῦ Πλάτωνος ἀδελφιδοῦ γεγένηται φοιτη τής-τὸ μὲν αἰσθητικὸν εἶναι τῆς ψυχῆς ἔφη, τὸ δὲ λογικόν. 5. Ὁ δὲ Νικομάχου πέντε εἶναι ταύτης ἔφησεν ἐνεργείας, τὴν ὀρε κτικήν, τὴν θρεπτικήν, τὴν αἰσθητικήν, τὴν μεταβατικήν, τὴν δια νοητικήν. Ἀλλ' οὐδὲ τοῦτον οἱ Στωϊκοὶ τὸν ἀριθμὸν ἔστερξαν· ἐξ ὀκτὼ γὰρ μερῶν ἔφασαν τὴν ψυχὴν ξυνεστάναι, τῆς ὀπτικῆς αἰσθήσεως καὶ τῆς ἀκουστικῆς καὶ τῆς ὀσφρητικῆς καὶ τῆς γευ στικῆς καὶ τῆς ἁπτικῆς· ἕκτον δὲ τὸ φωνητικὸν ἔφασαν καὶ τὸ σπερματικὸν ἕβδομον καὶ τὸ ἡγεμονοῦν ὄγδοον, ὑφ' οὗ τούτων ἕκαστον ἐνεργεῖται. Εἶπον δὲ αὐτὴν καὶ ταῖς τοῦ πολύποδος 5.21 ἐοικέναι πλεκτάναις. Οἱ δέ γε Πυθαγόρου διάδοχοι ἐκ πέντε στοιχείων τὸ σῶμα κραθῆναι φάντες-τοῖς γὰρ τέτταρσι ξυνέτα ξαν τὸ αἰθέριον-ἰσαρίθμους εἶναι ἔφασαν ταύτῃ καὶ τῆς ψυχῆς τὰς δυνάμεις· καὶ ταύτας ὠνομάκασι νοῦν καὶ φρόνησιν καὶ ἐπιστή 5.22 μην καὶ δόξαν καὶ αἴσθησιν. Ὅσα δὲ καὶ περὶ τῆς τοῦ ἡγεμονικοῦ χώρας διηνέχθησαν πρὸς ἀλλήλους, ῥᾴδιον διαγνῶναι. Ἱπποκρά της μὲν γὰρ καὶ ∆ημόκριτος καὶ Πλάτων ἐν ἐγκεφάλῳ τοῦτο ἱδρῦσθαι εἰρήκασιν· ὁ δὲ Στράτων ἐν μεσοφρύῳ· Ἐρασίστρατος δὲ ὁ ἰατρὸς περὶ τὴν τοῦ ἐγκεφάλου μήνιγγα, ἣν ἐπικρανίδα λέγει· Ἡρόφιλος δὲ ἐν τῇ τοῦ ἐγκεφάλου κοιλίᾳ· Παρμενίδης δὲ καὶ Ἐπίκουρος ἐν ὅλῳ τῷ θώρακι· Ἐμπεδοκλῆς δὲ καὶ Ἀριστοτέλης καὶ τῶν Στωϊκῶν ἡ ξυμμορία τὴν καρδίαν ἀπεκλή ρωσαν τούτῳ. Καὶ τούτων δ' αὖ πάλιν οἱ μὲν ἐν τῇ κοιλίᾳ τῆς καρδίας, οἱ δὲ ἐν τῷ αἵματι· καὶ οἱ μὲν ἐν τῷ περικαρδίῳ ὑμένι, 5.23 οἱ δὲ ἐν τῷ διαφράγματι. Καὶ Πυθαγόρας μὲν καὶ Ἀναξαγόρας καὶ ∆ιογένης καὶ Πλάτων