1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

88

καὶ μάστι γας καὶ διαφόρους σφαγάς· "Ἐν τῷ κόσμῳ" γὰρ ἔφη "θλίψιν ἔχετε" καί· "Μακάριοί ἐστε, ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ διώξωσι καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ' ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ· χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς 9.67 οὐρανοῖς." Καὶ τοὺς μὲν πόνους καὶ κινδύνους ἐπέδειξε, τὰ δὲ βραβεῖα καὶ τοὺς στεφάνους μετὰ τοῦ βίου τὸ τέλος ἀποδώσειν ὑπέσχετο. Καὶ ἐν ἑτέρῳ δὲ χωρίῳ φησίν· "Εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν· εἰ τὸν ἐμὸν λόγον ἐτήρησαν, καὶ τὸν ὑμέτερον τηρήσουσιν." Καὶ πάλιν· "Εἰ τὸν οἰκοδεσπότην Βεελζεβοὺλ ἐπεκάλεσαν, πόσῳ μᾶλλον τοὺς οἰκιακοὺς αὐτοῦ." 9.68 Οἱ μὲν δὴ νόμοι τοιοῦτοι· ἄξιον δὲ ἀληθῶς καὶ τοὺς θεσπε σίους ἄνδρας ἐκείνους θαυμάσαι καὶ τοὺς ἐκείνοις πεπιστευκότας. Τοιῶνδε γὰρ λόγων ἀκούοντες καὶ οὔτε πλοῦτον οὔτε δυναστείαν οὔτε σώματος ῥώμην παρὰ τοῦ κεκληκότος δεξάμενοι, ἀλλὰ μακραῖς καὶ ταύταις οὐ φαινομέναις ἐπαγγελίαις πεπιστευκότες, καὶ τοὺς πόνους ἠσπάσαντο καὶ τῶν κινδύνων ἠνέσχοντο καὶ τὴν οἰκουμένην περινοστήσαντες τοῖς ἔθνεσι προσήνεγκαν τὰ μαθή 9.69 ματα. Οὐδὲν δὲ ἧττον καὶ τοὺς δεξαμένους εὐφημῆσαι προσήκει, ὅτι παρὰ τοῖς κήρυξιν οὐδὲν περιφανὲς ὁρῶντες οὐδὲ περίβλεπτον, ἀλλὰ γλώττας ἁλιευτικάς τε καὶ σκυτοτομικὰς καὶ πενίαν ἐσχάτην -οὐδὲ γὰρ τῆς ἀναγκαίας ηὐπόρουν τροφῆς· πόθεν γὰρ ἂν ταύτην εἶχον, οἵ γε καὶ τὸ μεριμνᾶν περὶ τῆς αὔριον νόμῳ κεκω λυμένοι; -οὐ μόνον τοῖς λεγομένοις ἐπίστευσαν, ἀλλὰ καὶ τῶν παρ' αὐτοῖς πολιτευομένων κατεφρόνησαν νόμων καὶ τῶν ἐθῶν τῶν πατρῴων ἐξέστησαν καὶ μετὰ κινδύνων καὶ αὐτοὶ τὸν λοιπὸν ἐβίωσαν χρόνον, ὁμοίως μὲν τοῖς διδασκάλοις κηρύττοντες, ὁμοίως δὲ παροινούμενοι καὶ προπηλακιζόμενοι καὶ διὰ τῶν ἴσων 9.70 κλυδωνίων ὁδεύοντες. Τοσοῦτο δὲ σέβας τῶν μέχρι θανάτου κεκινδυνευκότων καὶ εἶχον ἐκεῖνοι, καὶ μὲν δὴ καὶ ἔχουσιν ἅπαντες, ὡς τὰς ἐκείνων γε θήκας θησαυροὺς ὑπολαμβάνειν ἀγαθῶν παντοδαπῶν χορηγούς. 9.71 Ἀθρήσατε δὴ οὖν, ὦ ἄνδρες, τῶνδε τῶν νόμων τὴν δύναμιν. Τούτους γὰρ καὶ Ῥωμαῖοι καὶ Πέρσαι καὶ οἱ τῆς τούτων ἡγεμονίας ἔξω τελοῦντες καταλῦσαι λίαν ἐσπουδακότες, τὴν μὲν οἰκείαν ἀσθένειαν ἔδειξαν, τὴν δὲ τούτων ἰσχὺν ἐκδηλοτέραν ἀπέφηναν. Τοῖς δὲ Λυκούργου καὶ Σόλωνος οὐδεὶς ἐπολέμησε νόμοις, ἀλλ' αὐτόματοι κατελύθησαν. Καὶ οὔτε ὁ Πύθιος οὔτε 9.72 ἡ Πολιὰς τοὺς ὑπὸ σφῶν τεθέντας ἐκράτυναν νόμους, εὐθὺς δέ γε Ῥωμαίων προστεταχότων ἐσβέσθησαν. ∆ειξάτω τις ὑμῶν, ὦ ἄνδρες, ἕνα γοῦν Σπαρτιάτην ὑπὲρ τῶν Λυκούργου νόμων ἀπο θανεῖν ἀνασχόμενον, ἢ ἕνα Ἀθηναῖον ὑπὲρ τῶν Σόλωνος, ἢ ὑπὲρ τῶν Ζαλεύκου Λοκρόν, ἢ Κρῆτα ὑπὲρ τῶν Μίνωος· ἀλλ' οὐκ ἄν τις ὑμῶν τοῦτό γε δείξειεν· ἡμεῖς δὲ δείκνυμεν ὑπὲρ τῶν ἁλιευτικῶν καὶ σκυτοτομικῶν νόμων πολλὰς καὶ ἀνδρῶν καὶ γυναικῶν ἀνασχομένας ἀποθανεῖν μυριάδας· καὶ μάρτυρες οἱ τῶν μαρτύρων σηκοὶ παὶ πόλεις λαμπρύνοντες καὶ χώρας φαιδρύ νοντες καὶ ξένοις ὁμοῦ καὶ ἐγχωρίοις τὴν ὠφέλειαν προσφέροντες. 9.73 Ἐπειδὴ τοίνυν καὶ τῶν νόμων καὶ τῶν νομοθετῶν κατάδηλον ἐκ ξυγκρίσεως γεγένηται τὸ διάφορον, καὶ τὰ μὲν ὤφθη λογισμῶν ἀνθρωπίνων εὑρήματα, τὰ δὲ θεόσδοτα καὶ σωτήρια, δέξασθε, ὦ ἄνδρες, τὰ θεσπέσια δῶρα καὶ τὸν μεγαλόδωρον καὶ φιλόδωρον μὴ ἀτιμάσητε χορηγόν. Εἴσεσθε δὲ αὐτῶν τὸ θεοπρεπὲς ἀκρι βέστερον, εἰ τούτοις ἐντύχητε τὴν πονηρὰν τῶν ψυχῶν ἐξελά σαντες πρόληψιν.

10.t ΠΕΡΙ ΧΡΗΣΜΩΝ ΑΛΗΘΩΝ ΤΕ ΚΑΙ ΨΕΥ∆ΩΝ.

10.1 Οἱ τυραννίδος ἐρῶντες τὴν οὐδαμόθεν αὐτοῖς προσήκουσαν ἁρπάζουσι δυναστείαν, ἀλλὰ τὸ μὲν τῆς βασιλείας περιτίθενται σχῆμα, τὴν ἁλουργίδα, τὸν στέφανον, τὸν θρόνον, τὸ ζεῦγος, τοὺς δορυφόρους, τὸν δὲ βασιλικὸν ζηλοῦν οὐκ ἐθέλουσι τρόπον. Οὐ γὰρ ἤπιοι ποθοῦσι καλεῖσθαι πατέρες, ἀλλὰ δεσπόται πικροί,