1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

62

αὑτῷ καὶ τοῖς μέρεσι τοῖς αὑτοῦ, τοῖς τε κυριωτέροις καὶ τοῖς ἐλάττοσιν, ὡσαύτως προσφόροις. Ὁ τοίνυν ἐκ τῶν μερῶν τὸ ὅλον αἰτιώμενος ἄτοπος ἂν εἴη τῆς αἰτίας· τά τε γὰρ μέρη πρὸς αὐτὸ τὸ ὅλον δεῖ σκοπεῖν, εἰ ξύμφωνα καὶ ἁρμότ τοντα ἐκείνῳ, τό τε ὅλον σκοπούμενον μὴ πρὸς μέρη ἄττα σμικρὰ βλέπειν· τοῦτο γὰρ οὐ τὸν κόσμον αἰτιωμένου, ἀλλά τινα τῶν αὐτοῦ χωρὶς λαβόντα, οἷον εἰ παντὸς ζῴου τρίχα ἢ τῶν χαμαὶ δακτύλων, ἀμελήσας τὸν πάντα ἄνθρωπον, δαιμονίαν τινὰ ὄψιν βλέπειν, ἢ νὴ ∆ία τὰ ἄλλα ζῷα ἀφεὶς τὸ εὐτελέστατον λαμβάνοι, ἢ τὸ ὅλον γένος παρείς, οἷον τὸ ἀνθρώπου, Θερσίτην εἰς μέσον ἄγοι. Ἐπεὶ οὖν τὸ γενόμενον ὁ κόσμος ἐστὶν ὁ ξύμπας, τοῦτον θεωρῶν τάχα ἂν ἀκούσαι παρ' αὐτοῦ, ὡς ἐμὲ πεποιήκει ὁ θεός, κἀγὼ ἐκεῖθεν ἐγενόμην τέλειος ἐκ πάντων ζῴων καὶ ἱκανὸς ἐμαυτῷ καὶ αὐτάρκης οὐδενὸς δεόμενος, ὅτι πάντα ἐν ἐμοί, καὶ τὰ φυτὰ 6.63 καὶ τὰ ζῷα καὶ ξυμπάντων τῶν γενητῶν ἡ φύσις." ∆ιὰ δὲ τούτων δεδήλωκεν ἑτέραν κλοπήν, ὧν σεσύληκεν. Ἀκηκοέναι γάρ μοι δοκεῖ τοῦ θεσπεσίου ∆αυὶδ λέγοντος· "Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα." Καὶ μετ' ὀλίγα δὲ δείκνυσι τὸ τῶν γεγενημένων διάφορον, καί φησιν· "Τὰ μὲν τοῦ εἶναι μετέχειν δοκεῖ μόνον, τὰ δὲ τοῦ ζῆν, τὰ δὲ μᾶλλον ἐν τῷ αἰσθάνεσθαι, τὰ δὲ ἤδη λόγον ἔχει, τὰ δὲ πᾶσαν ζωήν. Οὐδὲ γὰρ τὰ ἴσα ἀπαιτεῖν δεῖ τοῖς μὴ ἴσοις· οὐδὲ γὰρ δακτύλων τὸ βλέπειν, ἀλλ' ὀφθαλμῶν τοῦτο· δακτύλου δὲ 6.64 ἄλλο, τὸ εἶναι οἶμαι δακτύλῳ καὶ τὸ αὑτοῦ ἔχειν." Μετέχειν δὲ τοῦ εἶναι μόνον τοὺς λίθους ἔφη καὶ τὰ προσόμοια τούτοις, τὰ δέ γε φυτὰ μεταλαχεῖν καὶ τοῦ ζῆν, αἴσθησιν δ' ἔχειν μετὰ τοῦ ζῆν τὰ ἄλογα εἴρηκε, λόγου δὲ μετειληχέναι τῶν ἀνθρώπων τὸ γένος, τελείαν δὲ ζωὴν ἔχειν τῶν ἀσωμάτων τὴν φύσιν, τούτοις δὲ ἐπήγαγεν· "Πῦρ δὲ εἰ ὑπὸ ὕδατος σβέννυται καὶ ἕτερον εἰ ὑπὸ πυρὸς φθείρεται, μὴ θαυμάσῃς· καὶ γὰρ εἰς τὸ εἶναι ἄλλος αὐτὰ ἤγαγεν." 6.65 Καὶ ἀρετῆς δὲ πέρι καὶ κακίας ἐν τῇ αὐτῇ διαλέξει τοιαῦτα διέξεισιν· "Πολλὰ δὲ καὶ ὑπ' ἄλλων πάσχει καὶ ἀκόντων τῶν ποιούντων καὶ πρὸς ἄλλο ἱεμένων. Τὰ δὲ δι' αὑτὰ ἔχοντα κίνησιν αὐτεξούσιον ζῷα ῥέποι ἂν ὁτὲ μὲν πρὸς τὰ βελτίω, ὁτὲ δὲ πρὸς τὰ χείρω· τὴν δὲ πρὸς τὰ χείρω τροπὴν παρ' αὐτοῦ ζητεῖν, ἴσως οὐκ ἄξιον· ὀλίγη γὰρ κατ' ἀρχὰς τροπὴ γενομένη προϊοῦσα αὕτη πλέον καὶ μεῖζον τὸ ἁμαρτανόμενον ἀεὶ ποιεῖ· καὶ σῶμα δὲ ξύνεστι καὶ ἐξ ἀνάγκης ἐπιθυμία· καὶ παροφθὲν τὸ πρῶτον καὶ τὸ ἐξαίφνης καὶ μὴ ἀναληφθὲν αὐτίκα, καὶ αἵρεσιν εἰς ὅ τις ἐξέπεσεν ἐνειργάσατο. Ἕπεταί γε μὴν δίκη· καὶ οὐκ ἄδικον τοιόνδε γενόμενον ἀκόλουθα πάσχειν τῇ διαθέσει, οὐδὲ ἀπαιτη τέον τούτοις τὸ εὐδαιμονεῖν ὑπάρχειν, οἷς μὴ εἴργασται εὐδαιμο νίας ἄξια. Οἱ δὲ ἀγαθοὶ μόνοι εὐδαίμονες· διὰ γὰρ τοῦτο καὶ θεοὶ εὐδαίμονες. Εἰ τοίνυν καὶ ψυχαῖς ἐν τῷδε τῷ παντὶ ἔξεστιν εὐδαι μονεῖν, εἴ τινες οὐκ εὐδαίμονες, οὐκ αἰτιατέον τὸ πᾶν, ἀλλὰ τὰς ἐκείνων ἀδυναμίας μὴ δυνηθείσας καλῶς ἐναγωνίσασθαι, οὗ δὴ ἆθλα ἀρετῆς πρόκειται· καὶ μὴ θείους δὲ γενομένους θεῖον βίον 6.66 μὴ ἔχειν τί δεινόν;" Εἶτα καὶ τὰς δυσκληρίας ἀπαριθμεῖται καὶ λέγει ταύτας ἀναγκαίας εἶναι τοῖς ἁμαρτάνουσι· "Πενία γάρ" φησι "καὶ νόσοι τοῖς μὲν ἀγαθοῖς οὐδέν, τοῖς δὲ κακοῖς ξυμφορά, καὶ ἀνάγκη νοσεῖν σώματα ἔχουσιν· καὶ οὐκ ἀχρεῖα δὲ οὐδὲ ταῦτα 6.67 παντάπασιν εἰς ξύνταξιν καὶ ξυμπλήρωσιν τοῦ ὅλου." Ἔπειτα διδάσκει, ὡς ἐκ τῶνδε τῶν παραδειγμάτων πλεῖστοι τῶν ἄλλων ὀνίνανται, καί φησιν· "Ἡ δὲ κακία εἰργάσατό τι χρήσιμον εἰς τὸ ὅλον παράδειγμα δίκης γενομένη καὶ πολλὰ ἐξ αὑτῆς χρήσιμα παρασχομένη. Καὶ γὰρ ἐγρηγορότας ἐποίησε καὶ νοῦν καὶ ξύνεσιν ἐγείρει πονηρίας ὁδοῖς ἀντιταττομένων, καὶ μανθάνειν δὲ ποιεῖ οἷον ἀγαθὸν ἀρετὴ παραθέσει κακῶν ὧν οἱ πονηροὶ ἔχουσιν. Καὶ οὐ γέγονε τὰ κακὰ διὰ ταῦτα, ἀλλ' ὅτι χρῆται καὶ αὐτοῖς εἰς δέον, ἐπείπερ ἐγένετο, εἴρηται. Τοῦτο δὲ δυνάμεως μεγίστης, καλῶς καὶ τοῖς κακοῖς χρήσασθαι δύνασθαι καὶ τοῖς ἀμόρφοις γενομένοις εἰς ἑτέρας μορφὰς χρήσασθαι ἱκανὴν εἶναι. Ὅλως δὲ 6.68 τὸ κακὸν ἔλλειψιν ἀγαθοῦ θετέον." Καὶ μετὰ πολλοὺς δὲ τοιού τους