1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

101

χωρίζοντας· μόνον γὰρ εἶναι ξυμφέρον τὸ 11.12 δίκαιον ἔλεγεν. Οἱ δέ γε ῥήτορες τούτων ἐπαΐειν τῶν λόγων οὐκ ἤθελον· ἄλλο γάρ τι παρὰ τὸ ξυμφέρον εἶναι τὸ δίκαιον ἔλεγον, ἀξύμφορον ταύτῃ πῃ τὸ ξυμφέρον δεικνύντες· ἄδικον γὰρ δήπου θεν τὸ τοῦ δικαίου κεχωρισμένον· τὸ δέ γε ἄδικον βλαβερόν· τὸ 11.13 δὲ βλαβερὸν οὐκ ἂν εἰκότως κληθείη ξυμφέρον. Ὁ μὲν οὖν Πλάτων καὶ Σωκράτης καὶ ξύμφωνα ἐφάτην καὶ ἀξιέπαινα· Ἀριστοτέλης δέ, τῆς Πλάτωνος διδασκαλίας μεταλαχών, τούτων οὐκ ἀπώνατο τῶν δογμάτων, ἀλλὰ ξυμπληροῦσθαι τὴν εὐδαιμο νίαν ἐκ τριγενείας ἔφη, ἐκ τῶν κατὰ ψυχήν, ἐκ τῶν κατὰ σῶμα, ἐκ τῶν ἐκτός· χρῆναι γὰρ τὸν εὐδαίμονα ἔλεγε μὴ μόνον ἀρετῇ κοσμεῖσθαι, ἀλλὰ καὶ ῥώμην ἔχειν καὶ ὥρᾳ λάμπειν καὶ πλούτῳ περιρρεῖσθαι· τὸν δέ τινος τούτων ἐστερημένον ἥκιστα καλεῖσθαι 11.14 εὐδαίμονα. Μᾶλλον δὲ οὗτος, ὡς ἔοικεν, ἠκολούθησε Σιμωνίδῃ τῷ ποιητῇ· ἐκεῖνος γὰρ ἔφη· "Ὑγιαίνειν μὲν ἄριστον ἀνδρί· δεύτερον δὲ φυὰν καλὸν γενέσθαι· τρίτον δὲ πλουτεῖν ἀδόλως." Καὶ Θέογνις δὲ τὴν πενίαν φεύγειν παρεγγυᾷ καί φησιν· χρὴ πενίην φεύγοντα καὶ ἐς μεγακήτεα πόντον ῥιπτεῖν καὶ πετρῶν, Κύρνε, κατ' ἠλιβάτων. 11.15 Οἱ δὲ στωϊκοὶ ἐναντία τούτοις ἄντικρυς ἐψηφίσαντο. Τὸ γὰρ ἀκολούθως τῇ φύσει ζῆν ὡρίσαντο τέλος καὶ τὴν ψυχὴν ἔφασαν μηδὲν ὑπὸ τοῦ σώματος ἢ ὠφελεῖσθαι ἢ βλάπτεσθαι· οὔτε γὰρ εἰς ἀρετὴν αὐτὴν ἡ ὑγίεια μὴ βουλομένην βιάζεται, οὔτε εἰς κακίαν παρὰ γνώμην ἡ νόσος καθέλκει· ἀδιάφορα γὰρ ταῦτα ἔλε γον εἶναι. Ἐκεῖνο δέ γε αὐτῶν κομιδῇ τολμηρόν· ἀνθρώπου γάρ 11.16 τοι καὶ θεοῦ τὴν αὐτὴν ἔλεγον ἀρετήν. Ἐπίκουρος δέ, τὴν ἐναν τίαν τούτοις ὁδεύσας, τὸ μήτε πεινῆν μήτε διψῆν εὐδαιμονίαν ὡρίσατο, καὶ τούτων τὸν ἀπολαύοντα ἔλεγε κἂν ∆ιῒ πατρὶ μάχεσθαι· οὕτως αὐτὸν τὸ φιλήδονον ἐπαιδοτρίβησεν εἰς ἀσέβειαν. Μὴ γὰρ δή τις μόνον ἴδῃ τὸ παρ' αὐτοῦ κωμῳδούμενον ὄνομα, τὸν ∆ία λέγω· τὸν γὰρ δὴ τῶν ὅλων Θεὸν οὕτω νοῶν ἐκεῖνος 11.17 τὴν βλασφημίαν ἐτόλμησεν. Τοῦτο δὲ πέπονθεν ὁ τρισάθλιος, 11.17 τῷ αὐτομάτῳ καὶ τοῖς ἀτόμοις πιστεύων καὶ ἀνηγεμόνευτα εἶναι καὶ ἀτημέλητα τὰ πάντα ἡγούμενος καὶ τῶν βεβιωμένων οὐ προσμένων ἐξέτασιν, ἀλλὰ μέχρι τῶν τάφων εἶναι νομίζων τῶν ἀνθρώπων τὴν ξύστασιν. 11.18 Ὁ δὲ Πλάτων καὶ τὰ δικαστήρια τὰ ἐκεῖ καὶ τὰ κολαστήρια δείκνυσι καί φησιν ἐν τῷ δεκάτῳ τῆς Πολιτείας· "Ἐνταῦθα δὴ ἄνδρες ἄγριοι, διάπυροι ἰδεῖν, παρεστῶτες καὶ καταμανθάνοντες τὸ φθέγμα, τοὺς μὲν ἰδίᾳ παραλαμβάνοντες ἦγον, τὸν δὲ Ἀρι δαῖον καὶ ἄλλους, ξυμποδίσαντες χεῖράς τε καὶ πόδας καὶ κεφαλήν, καταβαλόντες καὶ ἐκδείραντες εἷλκον παρὰ τὴν ὁδὸν 11.19 ἐκτός, ἐπ' ἀσπαλάθων κνάπτοντες." Κἀν τῷ Φαίδωνι δὲ τὰ παραπλήσια λέγει· "Τρίτος" γάρ φησι "ποταμὸς τούτων κατὰ μέσον ἐκβάλλει, καὶ ἐγγὺς τῆς ἐκβολῆς ἐκπίπτει εἰς τόπον μέγαν πυρὶ πολλῷ καιόμενον καὶ λίμνην ποιεῖ μείζω τῆς παρ' ἡμῖν θαλάττης, ζέουσαν ὕδατος καὶ πηλοῦ. Ἐντεῦθεν δὲ χωρεῖ κύκλῳ θολερὸς καὶ πηλώδης· περιελιττόμενος δέ, ἄλλοσέ τε ἀφικνεῖται καὶ παρ' ἔσχατα τῆς Ἀχερουσίας λίμνης καὶ οὐ ξυμ μίγνυται τῷ ὕδατι· περιελιχθεὶς δὲ πολλάκις ὑπὸ γῆν, ἐμβάλλει 11. κατωτέρω τοῦ Ταρτάρου. Οὗτος δέ ἐστιν, ὃν ἐπονομάζουσι Πυριφλεγέθοντα· οὗ καὶ οἱ ῥύακες ἀποσπάσματα ἀναφυσῶσιν, ὅπου ἂν τύχωσι τῆς γῆς. Τούτου δ' αὖ κατάντικρυ ὁ τέταρτος ἐκπίπτει εἰς τόπον δεινόν τε καὶ ἄγριον. Λέγεται δὲ χρῶμα ἔχειν ὅλον οἷον ὁ κυανός· ὃν δὴ ἐπονομάζουσι Στύγιον· καὶ τὴν λίμνην ποιεῖ ὁ ποταμὸς ἐμβάλλων Στύγα. Ὁ δὲ ἐμπεσὼν ἐνταῦθα καί τινας δυνάμεις λαβὼν ἐν τῷ ὕδατι, δὺς κατὰ τῆς γῆς καὶ περιελιττόμενος, χωρεῖ ἐναντίος τῷ Πυριφλεγέθοντι καὶ ἀπαντᾷ ἐν τῇ Ἀχερουσίᾳ λίμνῃ ἐξ ἐναντίας. Καὶ οὐδὲ τὸ ταύτης ὕδωρ οὐδενὶ μίγνυται, ἀλλὰ καὶ οὗτος κύκλῳ περιελθὼν ἐμβάλλει εἰς τὸν Τάρταρον ἐναντίος τῷ Πυριφλε γέθοντι." 11.21 Καὶ ἵνα μὴ πάντα λέγων μακροτέραν ἐργάσωμαι τὴν διάλεξιν, ῥᾴδιον, ὦ ἄνδρες, ἐντυχεῖν τῷδε τῷ διαλόγῳ καὶ γνῶναι σαφῶς, ὅπως καὶ τὸ δικαστήριον ἐπιδείκνυσι καὶ τῶν τὰ σμικρὰ ἡμαρτη κότων τὰ ξύμμετρα ἐπιτίμια καὶ τῶν τὰ μεγάλα καὶ πλεῖστα