1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

27

τῇ κτίσει τὼ ὀφθαλμὼ προσφέροντες, ἀγάμεθα μὲν ταύτης καὶ τὸ μέγεθος καὶ τὸ κάλλος καὶ τὴν ἀναβλύζουσαν χρείαν, καταλιπὼν δὲ ταῦτα ὁ νοῦς πρὸς ἐκεῖνόν γε τρέχει τὸν ταῦτα σοφῶς τεκτη 3. νάμενον. Ἄριστα τοίνυν ὁ θεῖος ἀπόστολος εἴρηκεν· "Τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθ ορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης." Εἶτα πάσης ἀναξίους εἶναι ξυγγνώμης φησὶ τοὺς τὴν μὲν κτίσιν τεθεαμένους, τὸν δὲ ταύτης οὐκ ἀγασθέντας δημιουργόν, ἀλλ' αὐτῇ τὸ θεῖον 3.21 ἀπονείμαντας σέβας· ὅθεν εἰκότως ἐπήγαγεν· "Εἰς τὸ εἶναι αὐ τοὺς ἀναπολογήτους· διότι γνόντες τὸν Θεόν, οὐχ ὡς Θεὸν ἐδόξασαν ἢ ηὐχαρίστησαν, ἀλλ' ἐματαιώθησαν ἐν τοῖς διαλογι σμοῖς αὐτῶν, καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία." Αὔξων δὲ τὴν κατηγορίαν, καὶ τὴν οἴησιν αὐτῶν εἰς μέσον προτέθεικεν· "Φάσκοντες" γάρ φησιν "εἶναι σοφοί, ἐμωράνθησαν." Λέγει δὲ καὶ τῆς ἀνοίας τὰ εἴδη· "Καὶ ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου Θεοῦ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου." 3.22 Ἄφθαρτον γὰρ δὴ τὸν Θεὸν ὀνομάζοντες, τῶν φθειρομένων σωμάτων εἰκόνα κατασκευάσαντες-οὐ γὰρ δὴ τῆς ἀθανάτου ψυχῆς ἴσασι τὴν ἰδέαν-ταύτῃ τὸ θεῖον προσένειμαν σέβας. Καὶ οὐκ ἀπέχρησεν αὐτοῖς εἰς ἀσέβειαν ἡ τῆσδε τῆς ἀφροσύνης ἀπό νοια, ἀλλὰ καὶ πτηνῶν καὶ τετραπόδων καὶ ἑρπετῶν κατασκευά σαντες δείκηλα, θεοὺς καὶ ταῦτα κεκλήκασι· καὶ ἅπερ ζῶντα κτείνουσιν ὡς ἰοβόλα τε καὶ ὀλέθρια, τούτων τὰς εἰκόνας θεοὺς σωτῆρας ὠνόμασαν. 3.23 Ἀλλ' ἐπανέλθωμεν ἐπ' ἐκεῖνο, ὃ τούσδε ἡμῖν τοὺς λόγους γεγέννηκεν, ὅτι πρώτους θεοὺς ἐνόμισαν καὶ Αἰγύπτιοι καὶ Φοί νικες καὶ μέντοι καὶ Ἕλληνες ἥλιον καὶ σελήνην καὶ γῆν καὶ ἄστρα καὶ τἄλλα στοιχεῖα· τοῦτο γὰρ δὴ καὶ ὁ Πλάτων καὶ ὁ Σικελιώτης ∆ιόδωρος καὶ ὁ Χαιρωνεὺς ἐδίδαξε Πλούταρχος· 3.24 χρόνῳ δὲ ὕστερον τοὺς εὖ τι δεδρακότας ἢ ἐν πολέμοις ἀνδραγα θισαμένους ἢ γεωργίας τινὸς ἄρξαντας ἢ σώμασί τισι θεραπείαν 3.25 προσενηνοχότας ἐθεοποίησάν τε καὶ νεὼς τούτοις ἐδεΐμαντο. Καὶ γὰρ δὴ καὶ τὸν Κρόνον ἄνθρωπον εἶναι Σαγχωνιάθων ἔφησε καὶ γυναῖκα τὴν Ῥέαν τὴν ἐκείνου ὁμόζυγα καὶ τὸν ∆ία καὶ τὴν Ἥραν ἐκείνων γε παῖδας, εἶτα εὐεργεσιῶν τινων ἄρξαντας καὶ δεξαμένους τοῦ βίου τὸ τέλος, θείας παρὰ Φοινίκων ἀξιωθῆναι τιμῆς, καὶ θεοὺς ἀναγορευθῆναι καὶ βωμοῖς καὶ θυσίαις καὶ ἐτη 3.26 σίοις τιμηθῆναι δημοθοινίαις. Καὶ Ἡρακλέα δέ, ὡς γενναῖόν τε καὶ ἀνδρεῖον, ἐθεοποίησαν Ἕλληνες, καὶ τὸν Ἀσκληπιόν, ὡς τῆς ἰατρικῆς ἐπιστήμης εὑρετὴν γεγενημένον, θεὸν τελευτήσαντα προσηγόρευσαν. ∆ιὰ δὲ τὴν αὐτὴν αἰτίαν καὶ τὸν Ἄπιν Αἰγύπτιοι 3.27 θείας προσηγορίας ἠξίωσαν. Καίτοι φασὶν Ἕλληνες τὸν μὲν Ἡρακλέα διὰ τὴν ξυμβᾶσαν ἐκ τῆς ∆ηϊανείρας ἐπιβουλὴν ἑαυ τὸν καταπρῆσαι καὶ τοῦτον τὸν τρόπον καταλῦσαι τὸν βίον, τὸν δὲ Ἀσκληπιόν, ἄνθρωπον ὄντα καὶ πολλοὺς ἀνθρώπους διὰ τῆς ἰατρικῆς ἐπιστήμης παμπόλλων ἀπαλλάξαντα παθημάτων, κε 3.28 ραυνῷ βληθῆναι ὑπὸ τοῦ ∆ιὸς καὶ διαφθαρῆναι. Καὶ ταῦτα πρὸς ἑτέροις πολλοῖς ὁ Σικελιώτης ∆ιόδωρος ἐν τῷ τετάρτῳ τῶν βιβλιοθηκῶν ξυνέγραψεν. Ἀλλ' ὅμως οὐδὲν ἧττον Ἕλληνες, καὶ ταῦτα μεμαθηκότες, καὶ τὸν Ἡρακλέα καὶ τὸν Ἀσκληπιὸν θεοὺς ὀνομάζουσι, καὶ πρὸς τούτοις καὶ τοὺς Τυνδάρεω παῖδας Κάστορα καὶ Πολυδεύκην, οὓς ∆ιοσκόρους προσαγορεύουσι, καίτοι οὐδὲ παλαιοτάτους ὄντας, ἀλλὰ τοῖς Ἀργοναύταις ξυμπλεύσαν 3.29 τας. Καὶ γὰρ καὶ οὗτοι καὶ Ἡρακλῆς καὶ πρὸς τούτοις Ὀρφεύς, τῇ κιθάρᾳ χρώμενος καὶ τοῖς κρούμασι τοὺς ἰχθύας καταθέλγων καὶ ἕπεσθαι τῇ τῆς ἠχῆς ἁρμονίᾳ καταναγκάζων, τὸν τῶν Ἀργο ναυτῶν ἐπλήρουν κατάλογον· ὅτι δὲ μιᾷ γενεᾷ τῶν Τρωϊκῶν οὗτοί γε ἦσαν πρεσβύτεροι, ἐν τῇ πρὸ ταύτης ἀπεδείξαμεν δια 3.30 λέξει. Καὶ τὸν ∆ιόνυσον δέ, ὡς πρῶτον ἄμπελον πεφυτευκότα καὶ τὸν ταύτης καρπὸν ἀποθλίψαντα καὶ δείξαντα τοῦ οἴνου τὴν χρείαν, τῷ τῶν ἄλλων θεῶν ξυνέταξαν ὁρμαθῷ. Τὴν δέ γε Ἀφροδίτην, οὐδὲ εὐεργεσίας τινὸς ἄρξασαν, ἀλλὰ καὶ ἀκολασίας γεγενημένην διδάσκαλον-χαμαιτύπην γὰρ αὐτὴν καὶ ἑταίραν 3.31 γεγενῆσθαί φασι καὶ ἐρωμένην