1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

22

λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ 2.87 πᾶσα ἡ δύναμις αὐτῶν." Καὶ μὲν δὴ καὶ τῶν θείων εὐαγγελίων ὅ τε Πλούταρχος καὶ ὁ Πλωτῖνος ἐπήκουσαν. ∆ηλοῖ δὲ τοῦτο σαφῶς ὁ Ἀμέλιος, ὁ τῆς Πορφυρίου πρωτεύσας διατριβῆς· ὑπεράγαται 2.88 γὰρ τὸ τῆς Ἰωάννου θεολογίας προοίμιον, οὑτωσὶ λέγων· "Καὶ οὗτος ἄρα ἦν ὁ λόγος, καθ' ὃν ἀεὶ ὄντα τὰ γινόμενα ἐγίνετο, ὡς ἂν καὶ ὁ Ἡράκλειτος ἀξιώσειεν, καὶ νὴ ∆ία καὶ ὁ βάρβαρος ἀξιοῖ ἐν τῇ τῆς ἀρχῆς τάξει τε καὶ ἀξίᾳ καθεστηκότα πρὸς θεὸν εἶναι καὶ θεὸν εἶναι, δι' οὗ πάντα ἁπλῶς γεγενῆσθαι, ἐν ᾧ τὸ γενόμενον ζῶν καὶ ζωὴν καὶ ὂν πεφυκέναι εἴς τε σῶμα πίπτειν καὶ σάρκα ἐνδυσάμενον φαντάζεσθαι ἄνθρωπον, μετὰ τοῦ καὶ τηνικαῦτα δεικνύειν τῆς φύσεως τὸ μεγαλεῖον, ἀμέλει καὶ ἀνα λυθέντα πάλιν ἀποθεοῦσθαι καὶ θεὸν εἶναι, οἷος ἦν πρὸ τοῦ εἰς τὸ σῶμα καὶ τὴν σάρκα καὶ τὸν ἄνθρωπον καταχθῆναι." 2.89 Οὕτως ἄρα τὴν τοῦ βαρβάρου θεολογίαν τεθαύμακεν ὁ τῇ Πλάτωνος καὶ τῶν ἄλλων φιλοσόφων ἐντραφεὶς εὐεπείᾳ· καὶ ξυ νωμολόγησε τὸν λόγον καὶ ἐν ἀρχῇ εἶναι καὶ θεὸν εἶναι καὶ πρὸς τὸν θεὸν εἶναι καὶ τὰ πάντα πεποιηκέναι καὶ ζωῆς τοῖς ἅπασιν αἴτιον ὑπάρχειν καὶ χορηγὸν καὶ τῆς τῶν ὅλων ἕνεκα σωτηρίας σαρκὶ μὲν ξυγκρύψαι τὸ μεγαλοπρεπὲς τῆς θεότητος, ἀποκαλύψαι δὲ ὅμως κἀν τῇ σμικρᾷ καὶ παχείᾳ νεφέλῃ τὴν πατρῴαν εὐγέ 2.90 νειαν. Καὶ γὰρ ὁ θεσπέσιος εὐαγγελιστὴς εἰρηκὼς "καὶ ὁ λόγος σὰρξ ἐγένετο" καὶ δείξας τὸ τῆς θείας φύσεως ἀναλλοίωτον, ἐπήγαγε "καὶ ἐσκήνωσεν ἐν ἡμῖν" καὶ ἐδίδαξεν, ὡς καὶ σάρκα περικείμενος τὴν ἄρρητόν τε καὶ ἄφθαρτον ἠφίει τῆς θεότητος αἴγλην· "Ἐθεασάμεθα" γὰρ ἔφη "τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας." Οὐκ ἠμαύρωσε γὰρ αὐτοῦ τὰς τῆς θεότητος ἀκτῖνας ἡ περιβολὴ τῆς σαρκός, ἀλλὰ καὶ ταύτην ἀμπεχόμενος δῆλος ἦν, τίς τε ἦν, καὶ ἐκ τίνος ἐξέλαμψεν. 2.91 Εἰ δὲ καὶ οἱ τῆς ἀληθείας ἀντίπαλοι οὕτω κομιδῇ θαυμάζουσι τὴν ἀλήθειαν, ὡς καὶ βραχέσι μορίοις ἐκεῖθεν σεσυλημένοις δια καλλύνειν τὰ οἰκεῖα ξυγγράμματα, καὶ πολλῷ ψεύδει ταῦτα μιγνύμενα μὴ ἀμβλύνειν τὸ σφέτερον κάλλος, ἀλλὰ κἀν φορυτῷ κειμένους τοὺς μαργαρίτας ἀστράπτειν καὶ, κατὰ τὴν εὐαγ γελικὴν διδασκαλίαν, "τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνειν καὶ ὑπὸ τῆς σκοτίας μὴ κρύπτεσθαι" ξυνιδεῖν εὐπετές, ὅπως ἐστὶν ἀξιέ ραστα καὶ ἀξιάγαστα τὰ θεῖα μαθήματα, τοῦ ψεύδους κεχωρι 2.92 σμένα. Πολλὴν γάρ που διαφορὰν ἔχει μαργαρίτης ἐν βορβόρῳ κείμενος καὶ ἐν διαδήματι λάμπων· καὶ μὲν δὴ καὶ τῶν δακτύλων αἱ σκυταλίδες ἀφηρμοσμέναι τε ἀλλήλων καὶ διεσκεδασμέναι, οὐ τὴν αὐτὴν ἔχουσιν εὐπρέπειάν τε καὶ χάριν καὶ χρείαν, ὅσην ξυμπεφυκυῖαί τε ἀλλήλαις καὶ ξυνηρμοσμέναι ἔχουσαί τε καὶ 2.93 ἐπιτελοῦσαι ὁρῶνται. Ἀκήρατον τοίνυν καὶ ἀμιγὲς τῆς ἀληθείας θεωρητέον τὸ κάλλος. Εἰ γὰρ καὶ χρώμασιν ἐναντίοις μιγνύμε νον λάμπει, δῆλον ὅτι λαμπρότερον φανεῖται τῶν πημαινόντων 2.94 κεχωρισμένον. Ἐναργέστερον δὲ τοῦτο καταμάθοι τις ἄν, τὴν Ἑλληνικὴν μυθολογίαν τῇ ἀποστολικῇ καὶ προφητικῇ διδασκαλίᾳ παρατιθεὶς καὶ ἐκ παραλλήλου θεώμενος τὸ διάφορον. Σαγχωνιάθων μὲν οὖν ὁ Βηρύτιος τὴν Φοινίκων θεολογίαν ξυνέγραψε· μετήνεγκε δὲ ταύτην εἰς τὴν Ἑλλάδα φωνὴν Φίλων, οὐχ ὁ Ἑβραῖος, ἀλλ' ὁ Βύβλιος, τὸν δὲ Σαγχωνιάθωνα λίαν τε θαύμακεν ὁ Πορφύριος· Μανεθὼς δὲ τὰ περὶ Ἴσιδος καὶ Ὀσίριδος καὶ Ἄπιδος καὶ Σαράπιδος καὶ τῶν ἄλλων θεῶν τῶν Αἰγυπτίων 2.95 ἐμυθολόγησε· ∆ιόδωρος δὲ ὁ Σικελιώτης κοσμογονίαν ξυνέγραψε· τὴν δὲ τοῦ Ἀσκραίου ποιητοῦ Θεογονίαν οἶδε καὶ τὰ μειράκια· ὁ δέ γε Ὀδρύσης Ὀρφεὺς τὰς Αἰγυπτίων τελετὰς τοὺς Ἕλληνας ἐξεπαίδευσε· Κάδμος δὲ τὰς Φοινίκων· Κορνοῦτος δὲ ὁ φιλόσοφος τὴν Ἑλληνικὴν θεολογίαν ξυντέθεικε· Πλούταρχος δὲ καὶ Ἀέτιος τὰς τῶν φιλοσόφων ἐκπαιδεύουσι δόξας· τὸν αὐτὸν δὲ καὶ ὁ Πορφύριος ἀνεδέξατο πόνον, τὸν ἑκάστου βίον ταῖς 2.96 δόξαις προστεθεικώς. Τούτοις ὑμᾶς, ὦ ἄνδρες, ἀξιῶ τὰ ἡμέτερα παραθεῖναι καὶ μαθεῖν ὡς οὐ μόνον, κατὰ τὸν ποιητήν, ὅσον οὐρανός ἐστ' ἀπὸ γαίης ἀφέστηκεν,