1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

69

θυσιῶν ὑμῶν; λέγει Κύριος. Πλήρης εἰμί· ὁλοκαυτώματα κριῶν καὶ στέαρ ἀρνῶν καὶ αἷμα ταύρων καὶ τρά γων οὐ βούλομαι, οὐδ' ἂν ἔρχησθε ὀφθῆναί μοι. Τίς γὰρ ἐξεζήτησε ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν;" Ἄντικρυς δὲ διὰ τούτων δεδή 7.28 λωκεν, ὡς οὐκ ἀναγκαίως ταῦτα νενομοθέτηκεν, ἀλλὰ τῇ ἐκείνων ξυγκατιὼν ἀσθενείᾳ. Τοῦτο γὰρ σημαίνει τὸ "Τίς ἐξεζήτησε ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν;" Εἶτα ἐπήγαγεν· "Πατεῖν μου τὴν αὐλὴν οὐ προσθήσεσθε· ἐὰν γὰρ προσφέρητέ μοι σεμίδαλιν, μάταιον· θυμίαμα βδέλυγμά μοί ἐστι· τὰς νεομηνίας ὑμῶν καὶ τὰ σάββατα καὶ ἡμέραν μεγάλην οὐκ ἀνέχομαι· νηστείαν καὶ ἀργίαν καὶ τὰς ἑορτὰς ὑμῶν μισεῖ ἡ ψυχή μου. Ἐγενήθητέ μοι εἰς 7.29 πλησμονήν." Ἀτεχνῶς δὲ ταῦτα τῇ δαυιτικῇ ἔοικε μελῳδίᾳ. Κἀνταῦθα γὰρ παραπλησίως οὐ μόνον τοὺς ταύρους καὶ τοὺς τράγους καὶ τοὺς ἄρνας ἐξέβαλεν, ἀλλὰ καὶ τὴν σεμίδαλιν καὶ τῶν ἀρωμάτων τὴν εὐοσμίαν καὶ τῶν μεγάλων πανηγύρεων τὸν κατάλογον. Ὥσπερ δὲ διὰ τοῦ ∆αυὶδ ἀπαγορεύσας τὰς τοιαύτας ἱερουργίας τὴν τῆς αἰνέσεως θυσίαν προσφέρειν ἐκέλευσεν, οὕτω κἀνταῦθα τούτων ἕκαστον ἐκβαλών, τὸ τῆς ἀφθαρσίας αὐτοῖς καὶ παλιγγενεσίας ἐπιδείκνυσι βάπτισμα καί φησιν· "Λούσασθε, 7.30 καθαροὶ γένεσθε." Καὶ ἵνα μὴ νομίσωσι προστεταχέναι αὐτὸν τοῖς περιρραντηρίοις τοῖς ξυνήθεσι χρήσασθαι, ἀναγκαίως προσ τέθεικεν· "Ἀφέλετε τὰς πονηρίας ὑμῶν ἀπὸ τῶν ψυχῶν ὑμῶν, ἀπέναντι τῶν ὀφθαλμῶν μου." Τοῦτο δὲ σαφῶς τὴν τοῦ παναγίου βαπτίσματος αἰνίττεται δωρεάν. Κἀν τῷ μέσῳ δὲ τῆς προφητείας 7.31 πάλιν ὁ τοῦ προφήτου Θεὸς διὰ τοῦ προφήτου φησίν· "Οὐ νῦν ἐκάλεσά σε, Ἰακώβ, οὐδὲ κοπιάσαι σε ἐποίησα, Ἰσραήλ. Οὐκ ἤνεγκάς μοι πρόβατα τῆς ὁλοκαρπώσεώς σου οὐδὲ ἐν ταῖς θυσίαις σου ἐδόξασάς με· οὐκ ἐδούλευσάς μοι ἐν δώροις, οὐδὲ ἔγκοπόν σε ἐποίησα ἐν λιβάνῳ; οὐδὲ ἐκτήσω μοι ἀργυρίου θυμίαμα, οὐδὲ στέαρ τῶν θυσιῶν σου ἐπεθύμησα, ἀλλ' ἐν ταῖς ἁμαρτίαις 7.32 σου καὶ ἐν ταῖς ἀδικίαις σου προέστην σου." Οὕτω πάλιν δείξας ἀνόνητα τῆς νομικῆς ἱερουργίας τὰ εἴδη, ὑπισχνεῖται τῶν ἁμαρ τημάτων τὴν ἄφεσιν, ἣν διὰ τοῦ παναγίου βαπτίσματος ἐδω ρήσατο· "Ἐγώ εἰμι, ἐγώ εἰμι ὁ ἐξαλείφων τὰς ἀνομίας σου ἕνεκεν ἐμοῦ, καὶ τὰς ἁμαρτίας σου οὐ μὴ μνησθήσομαι." Οὐ γὰρ δὴ δι' ἔργων ἀξιεπαίνων, ἀλλὰ διὰ μόνης πίστεως τῶν 7.33 μυστικῶν τετυχήκαμεν ἀγαθῶν. Τῷ τοι καὶ ὁ θεῖος ἀπόστολος κέκραγεν· "Χάριτί ἐστε σεσῳσμένοι· καὶ τοῦτο οὐκ ἐξ ὑμῶν, Θεοῦ τὸ δῶρον, ἵνα μή τις καυχήσηται." Τοῦτο κἀνταῦθα δηλῶν, τὸ "ἕνεκεν ἐμοῦ" τέθεικεν. Ταῦτα καὶ διὰ Ἱερεμίου διαμαρτύρεται λέγων· "Τὰ ὁλοκαυτώματα ὑμῶν συναγάγετε μετὰ τῶν θυσιῶν ὑμῶν καὶ φάγετε κρέα. Ὅτι οὐκ ἐλάλησα πρὸς τοὺς πατέρας ὑμῶν οὐδὲ ἐνετειλάμην αὐτοῖς ἐν ἡμέρᾳ, ἐν ᾗ ἀνήγαγον αὐτοὺς ἐξ Αἰγύπτου, περὶ ὁλοκαυτωμάτων καὶ θυσίας." 7.34 Ἃ γὰρ δὴ περὶ τούτων ἐν τῷ νόμῳ προσετετάχει, τῆς ἐκείνων ἦν ἀναισθησίας, οὐ τῆς αὐτοῦ χρείας τε καὶ βουλήσεως. Ταῦτα καὶ ἑτέρωθι λέγει· "Τὰ ὁλοκαυτώματα ὑμῶν οὐκ ἔστι δεκτά, καὶ αἱ θυσίαι ὑμῶν οὐχ ἥδυνάν μοι." Καὶ αὖ πάλιν βοᾷ· "Ἀπόσ τησον ἀπ' ἐμοῦ ἦχον ᾠδῶν σου, καὶ φωνῆς ὀργάνων σου οὐκ ἀκούσομαι." Καὶ ἄλλα δὲ πάμπολλα τοιαῦτα ἔστιν εὑρεῖν, 7.35 δηλοῦντα σαφῶς, ὡς οὐ δεόμενος θυσιῶν ὁ Θεὸς οὐδὲ καπνῷ καὶ κνίσῃ καὶ τοῖς μουσικοῖς ὀργάνοις ἐπιτερπόμενος ταῦτα τελεῖσθαι προσέταξεν, ἀλλὰ τῆς ἐκείνων προμηθούμενος ἰατρείας. 7.36 Μὴ τοίνυν τῆς τῶν ὑμετέρων θυμάτων κατηγορίας ἀπολογίαν τὴν ἀντικατηγορίαν ἔχειν νομίζετε. ∆ῆλον γάρ τοι τὸν τοῦ νόμου σκοπὸν διὰ τῶν προφητῶν ὁ νομοθέτης πεποίηκεν. Τού τοις ἀκριβῶς ἐντυχὼν ὁ Πορφύριος-μάλα γὰρ αὐτοῖς ἐνδιέ τριψε, τὴν καθ' ἡμῶν τυρεύων γραφήν-, καὶ ἀλλότριον εὐσε βείας καὶ αὐτὸς ἀποφαίνει τὸ θύειν, παραπλήσιόν τι τοῖς πιθήκοις 7.37 καὶ δρῶν καὶ πάσχων. Καθάπερ γὰρ ἐκεῖνοι μιμοῦνται μὲν τὰ τῶν ἀνθρώπων ἐπιτηδεύματα, εἰς δέ γε τὴν τῶν ἀνθρώπων οὐ μεταβάλλονται φύσιν, ἀλλὰ μένουσι πίθηκοι, οὕτως οὗτος τὰ θεῖα λόγια κεκλοφὼς καὶ ἐνίων τὴν διάνοιαν τοῖς ξυγγράμμασιν ἐντε θεικὼς τοῖς οἰκείοις, μεταμαθεῖν