1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

95

μετὰ τρεῖς ἐσόμενα μῆνας προειπάτην, ὡς ἔμελλεν ἔσεσθαι, ἀλλὰ τῇδε κἀκεῖσε κλινομένους ἐδιδότην 10.61 χρησμούς. Ἀκούσατε δὲ καὶ τῶν ἑξῆς· "Ἐπιστράφητε οἱ τὴν βαθεῖαν βουλὴν βουλευόμενοι καὶ ἄνομον υἱοὶ Ἰσραήλ, ὅτι τῇ ἡμέρᾳ ἐκείνῃ ἀφελοῦνται οἱ ἄνθρωποι τὰ χειροποίητα αὐτῶν τὰ ἀργυρᾶ καὶ τὰ χρυσᾶ, ἃ ἐποίησαν αἱ χεῖρες αὐτῶν." Καὶ πάλιν· "Ἐγὼ Θεὸς πρῶτος· καὶ εἰς τὰ ἐπερχόμενα ἐγώ εἰμι. Εἴδοσαν ἔθνη καὶ ἐφοβήθησαν· τὰ ἄκρα τῆς γῆς ἐξέστησαν· ἤγγισαν καὶ ἦλθον, ἅμα κρίνων ἕκαστος τῷ πλησίον βοηθῆσαι καὶ τῷ ἀδελφῷ. Καὶ ἐρεῖ· ἴσχυσεν ἀνὴρ τέκτων καὶ χαλκεὺς τύπτων σφύρᾳ, ἅμα ἐλαύνων. Ποτὲ μὲν ἐρεῖ· σύμβλημα καλόν ἐστιν· ἰσχύρωσαν 10.62 αὐτὸ ἐν ἥλοις· θήσουσιν αὐτό, καὶ οὐ κινηθήσεται." Οὔτε γὰρ στῆναι μὴ καθηλωμένα δύναται οὔτε βαδίζειν μὴ παρ' ἄλλων φερόμενα. Καὶ αὖθις· "Ἰακὼβ ὁ παῖς μου· ἀντιλήψομαι αὐτοῦ. Ἰσραὴλ ὁ ἐκλεκτός μου· προσεδέξατο αὐτὸν ἡ ψυχή μου. Ἔδωκα τὸ πνεῦμά μου ἐπ' αὐτόν· κρίσιν τοῖς ἔθνεσιν ἐξοίσει· οὐ κε κράξεται οὐδὲ ἀνήσει, οὐδὲ ἀκουσθήσεται ἔξω ἡ φωνὴ αὐτοῦ· κάλαμον τεθλασμένον οὐ κατεάξει καὶ λίνον καπνιζόμενον οὐ σβέσει, ἀλλ' εἰς ἀλήθειαν ἐξοίσει κρίσιν· ἀναλάμψει καὶ οὐ θραυσθήσεται, ἕως ἂν θῇ ἐπὶ τῆς γῆς κρίσιν· καὶ ἐπὶ τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσιν. Οὕτως λέγει Κύριος ὁ Θεὸς Ἰσραήλ, ὁ ποιήσας τὸν οὐρανὸν καὶ πήξας αὐτόν, ὁ στερεώσας τὴν γῆν καὶ τὰ ἐν αὐτῇ καὶ διδοὺς πνοὴν τῷ λαῷ τῷ ἐπ' αὐτῆς καὶ πνεῦμα τοῖς πατοῦσιν αὐτήν. Ἐγὼ Κύριος ὁ Θεὸς ἐκάλεσά σε ἐν δικαιοσύνῃ, καὶ κρατήσω τῆς χειρός σου καὶ ἐνισχύσω σε· καὶ ἔδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν, ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν, ἐξαγαγεῖν ἐκ δεσμῶν δεδεμένους καὶ ἐξ οἴκου φυλακῆς καθημένους ἐν σκότει. Ἐγὼ Κύριος ὁ Θεός· τοῦτό μοί ἐστιν ὄνομα. Τὴν δόξαν μου ἑτέρῳ οὐ δώσω οὐδὲ τὰς ἀρετάς μου τοῖς γλυπτοῖς." 10.63 Ταῦτα ὁ τῶν ὅλων Θεὸς πρὸς τὸν δεσπότην Χριστὸν ὡς πρὸς ἄνθρωπον ἔφη, ἀπὸ τῆς ὁρωμένης φύσεως Ἰακὼβ αὐτὸν καὶ Ἰσραὴλ ὀνομάσας· ἐξ ἐκείνου γὰρ δὴ κατὰ σάρκα τοῦ γένους ἀνέτειλε· καὶ ἔδειξεν αὐτοῦ σαφῶς τὴν πραότητα καὶ τὴν μακρο θυμίαν, ᾗ παροινούμενος παρ' Ἰουδαίων ἐχρήσατο. Τοῦτον εἰς διαθήκην ἔφη δοθῆναι τοῦ γένους· καὶ γὰρ τοῖς πατριάρχαις καὶ 10.64 αὐτοῖς Ἰουδαίοις τὴν δι' αὐτοῦ σωτηρίαν ὑπέσχετο. Ἔφη δὲ αὐτὸν καὶ εἰς φῶς ἐθνῶν ἀνατεῖλαι, ὥστε τῶν τυφλῶν ἀνοῖξαι τοὺς ὀφθαλμοὺς καὶ τῶν πεπεδημένων τὰ δεσμὰ διαρρῆξαι καὶ τοὺς ἐν τῷ ζόφῳ τῆς ἀγνοίας ὡς ἐν εἱρκτῇ καθημένους ἐλευθε ρῶσαι τοῦ σκότους. Τυφλοὺς δὲ καὶ πεπεδημένους καὶ ἐν σκότει καθημένους τοὺς τῆς ἀγνοίας τὴν ἀχλὺν περικειμένους ἐκάλεσε 10.65 καὶ τοὺς ταῖς σειραῖς τῆς ἁμαρτίας πεπεδημένους. Ὅτι δὲ τοὺς τῷ πλάνῳ τῆς δεισιδαιμονίας δεδουλωμένους οὕτως ὠνόμασε, μαρτυρεῖ τὰ ἑξῆς· "Ἐγὼ" γὰρ ἔφη "Κύριος ὁ Θεός· τοῦτό μοί ἐστιν ὄνομα. Τὴν δόξαν μου ἑτέρῳ οὐ δώσω οὐδὲ τὰς ἀρετάς μου τοῖς γλυπτοῖς." Ἅμα τε γὰρ ἐπεφάνη καὶ τῆς προσηγο ρίας αὐτοὺς ἐγύμνωσεν, ἣν ἁρπάσαντες ἑαυτοῖς περιέθεσαν, καὶ μετ' ὀλίγα δὲ ταῦτα πάλιν ἔφη· "Κύριος ὁ Θεὸς τῶν δυνάμεων ἐξελεύσεται συντρίψαι πόλεμον καὶ ἐπεγεῖραι ζῆλον καὶ βοήσεται ἐπὶ τοὺς ἐχθροὺς αὐτοῦ μετ' ἰσχύος." Ἔπειτα διδάσκει, τί δήποτε μὴ πάλαι τοῦτο πεποίηκε, καί φησιν· "Ἐσιώπησα ἀπ' αἰῶνος· μὴ καὶ ἀεὶ σιωπήσομαι καὶ ἀνέξομαι; ἐκαρτέρησα ὡς ἡ 10.66 τίκτουσα· ἐκφανῶ καὶ ἐκστήσω καὶ ξηρανῶ ἅμα." Κἀκεῖνα δὲ μακροθυμίας, καὶ ταῦτα φιλανθρωπίας· μακροθυμῶν γὰρ ἐξ ἀρχῆς οὐκ ἐκόλασεν. Εἶτα φειδοῖ χρησάμενος τοὺς πλανωμένους ἐκάλεσε καὶ τοὺς πλανῶντας ἐσκέδασεν· "Ἐκστήσω" γάρ φησι "καὶ ξηρανῶ ἅμα· ἐρημώσω ὄρη καὶ βουνοὺς καὶ θήσω ποτα 10.67 μοὺς εἰς νήσους καὶ ἕλη ξηρανῶ." ∆ιὰ δὲ τούτων τὰ ἐν τούτοις τεμένη τῶν εἰδώλων ἐμήνυσεν, ἅπερ ἐπιφανεὶς καταλέλυκε καὶ δίκην ἕλους ἐξήρανεν· "Καὶ ἄξω τυφλοὺς ἐν ὁδῷ, ᾗ οὐκ ἔγνω σαν· καὶ τρίβους, ἃς οὐκ ᾔδεισαν, ποιήσω πατῆσαι αὐτούς." Ἠγνόουν γὰρ οἱ πάλαι πλανώμενοι τὴν τῆς ἀληθείας ὁδόν· ξενα γοὺς δὲ καὶ ποδηγοὺς καὶ μέντοι καὶ φωταγωγοὺς ἐσχηκότες τοὺς ἀποστόλους, κατέλιπον μὲν