1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

12

δρώμενα θεωρεῖ, οἱ δὲ προσαγορευόμενοι ἱερεῖς τὸν τῶν ὀργίων ἐπιτελοῦσι θεσμόν, ὁ δὲ ἱεροφάντης μόνος οἶδε τῶν γινο 1.111 μένων τὸν λόγον, καὶ οἷς ἂν δοκιμάσῃ καταμηνύει. Καὶ ὅτι μὲν ὁ Πρίαπος ∆ιονύσου καὶ τῆς Ἀφροδίτης υἱός, ἴσασι τῶν ταῦτα μεμυημένων τινές· ἀνθ' ὅτου δὲ τούτων υἱὸς ὀνομάζεται, καὶ σμικρῷ γε ὄντι ἐντίθεται μόριον ἐντεταμένον καὶ μέγιστον, ὁ τῶν μυσαρῶν μυστηρίων ἱεροφάντης ἐπίσταται, καὶ εἴ τις ἕτερος τοῖς 1.112 ἐναγέσι βιβλίοις ἐκείνοις ἐνέτυχεν. Τὴν γάρ τοι Ἀφροδίτην ἡδο νὴν ὀνομάζοντες, τὸν δέ γε ∆ιόνυσον μέθην προσαγορεύοντες, τὸ ἐξ ἀμφοτέρων τελούμενον ἐκάλεσαν Πρίαπον· ἡδονὴ γὰρ προσλα βοῦσα μέθην τὴν τῶν παιδογόνων μορίων ἔντασιν ἀπεργάζεται. Οὕτω πάλιν τὸν τοῦ ∆ιονύσου φαλλόν-τὸ δὲ ἀνδρεῖον οὕτω 1.113 καλοῦσι μόριον οἱ τοῦ γέλωτος ποιηταί, καὶ ἐκαλεῖτό γε παρὰ τοῖς Ἕλλησι φαλλαγώγια ἡ τοῦ φαλλοῦ ἑορτή-προσεκύνουν μὲν τοῦτον καὶ κατεφίλουν οἱ ὀργιάζοντες ἅπαντες, τὸν δὲ λό γον οὐκ ᾔδεσαν· ὁ δὲ καλούμενος ἱεροφάντης ᾔδει τὸν Ὄσιριν καὶ τὸν Τυφῶνα καὶ τὰ τοῦ Ὀσίριδος ὑπὸ τοῦ Τυφῶνος κατα κοπτόμενα μέλη καὶ πανταχόσε διασπειρόμενα, τὴν δὲ Ἶσιν, τὴν τοῦ Ὀσίριδος ἀδελφήν, ταῦτα ξὺν πόνῳ ξυλλέγουσαν, μόνον δὲ τὸν φαλλὸν οὐχ εὑρίσκουσαν καὶ τούτου γε χάριν εἰκόνα τούτου κατασκευάζουσαν καὶ παρὰ πάντων προσκυνεῖσθαι κελεύουσαν- 1.114 ταῦτα ἐκ τῆς Αἰγύπτου τὰ ὄργια μαθὼν ὁ Ὀδρύσης Ὀρφεὺς εἰς τὴν Ἑλλάδα μετήνεγκε καὶ τὴν τῶν ∆ιονυσίων ἑορτὴν διε σκεύασεν. Εἰ τοίνυν οὐδὲ τὰ δυσαγῆ ταῦτα καὶ βδελυρὰ ὄργια πᾶσίν ἐστι γνώριμα, μόνοι δὲ αὐτὰ ᾔδεσαν οἱ ἱεροφάνται καλούμενοι, μανία σαφὴς τῶν παναγῶν καὶ θείων μυστηρίων πρό γε τῆς πίστεως 1.115 τὴν γνῶσιν ἐπιζητεῖν. Ἢ οὐδὲ Πινδάρῳ τῷ λυρικῷ πείθεσθε σαφῶς ἀπαγορεύοντι· μὴ πρὸς ἅπαντας ἀναρρῆ ξαι τὸν ἀρχαῖον λόγον; Ταὐτὸ δὲ τοῦτο καὶ ὁ Πλάτων παρεγγυᾷ· "Εὐλαβοῦ" γάρ φησι "μήποτε ἐκπέσῃ ταῦτα εἰς ἀνθρώπους ἀπαιδεύτους· σχεδὸν γάρ, ὡς ἐμοὶ δοκεῖ, οὐκ ἔστι τούτων τοῖς πολλοῖς καταγελαστό τερα ἀκούσματα, οὐδ' αὖ πρὸς τοὺς εὐφυεῖς θαυμασιώτερά τε καὶ ἐνθουσιαστικώτερα. Πολλάκις δὲ λεγόμενα καὶ ἀεὶ ἀκουόμενα καὶ πολλὰ ἔτη μόλις ὥσπερ χρυσὸς ἐκκαθαίρεται μετὰ πολλῆς πραγματείας." Ἠκούσατε δὲ καὶ ἐν τοῖς πρόσθεν εἰρηκότος Ὀρφέως· φθέγξομαι οἷς θέμις ἐστί, θύρας δ' ἐπίθεσθε βέβηλοι. 1.116 Τοιγαροῦν ἡγείσθω ἡ πίστις, καὶ ἕψεται ἡ γνῶσις· τοῖς γάρ τοι εἰλικρινῶς καὶ ἀκραιφνῶς πιστεύουσι παρέχει τὴν γνῶσιν ὁ πιστευόμενος κύριος, προσγενομένη δὲ τῇ πίστει ἡ γνῶσις τελε 1.117 σιουργεῖ τῆς ἀληθείας τὴν ἐπιστήμην· ὁ δέ γε ταύτην κεκτημέ νος ὄλβιος καὶ τρισόλβιος. Καὶ τοῦτο δὲ ὁ Πλάτων ἐν τοῖς Νόμοις δεδήλωκεν· "Τὸν μέλλοντα" γάρ φησι "μακάριον καὶ εὐδαί μονα ἔσεσθαι τῆς ἀληθείας εὐθὺς ἐξ ἀρχῆς εἶναι μέτοχον χρή, 1.118 ἵν' ὡς ἐπὶ πλεῖστον χρόνον ἀληθὴς ὢν διαβιῷ." Τοῖς γὰρ δὴ με τασχοῦσι τῆς ἀληθείας καὶ ταύτης ἀξίως βεβιωκόσιν οὐρανὸς εὐτρεπὴς καὶ τὰ τῶν ἀγγέλων ἐνδιαιτήματα· ὁ δὲ ταύτης ἔρημος καὶ ἀτέλεστος καὶ τῶν παναγῶν καὶ θείων ἀμύητος μυστηρίων ἔρημος μὲν τῶνδε τῶν ἀγαθῶν γενήσεται, κολαστηρίοις δὲ διη 1.119 νεκέσι παραδοθήσεται. Καὶ τοῦτο αὖ πάλιν καὶ ὁ Πλάτων δεδή λωκεν ἐν τῷ Φαίδωνι· τοὺς γὰρ τὰς τελετὰς αὐτοῖς παραδεδω κότας εἰρηκέναι φησίν, ὅτι "ὃς ἂν ἀμύητος καὶ ἀτέλεστος εἰς Ἅιδου ἀφίκηται ἐν βορβόρῳ κείσεται, ὁ δὲ κεκαθαρμένος τε καὶ τετελεσμένος ἐκεῖσε ἀφικόμενος μετὰ θεῶν οἰκήσει." 1.1 Πείσθητε τοίνυν, ὦ φίλοι, τοῖς ὑμετέροις φιλοσόφοις, προτε λοῦσιν ὑμᾶς καὶ τὰ ἡμέτερα προδιδάσκουσιν. Ἀτεχνῶς γὰρ ἐοίκασι τῶν ᾠδικῶν ὀρνίθων ἐκείνοις, οἳ τὴν μὲν ἀνθρωπείαν μιμοῦνται φωνήν, ἀγνοοῦσι δὲ τῶν λεγομένων τὸν νοῦν· παρα πλησίως γὰρ δὴ καὶ οὗτοι, περὶ θείων πραγμάτων διαλεγόμενοι, 1.121 οὐκ ἔγνωσαν ὧνπερ ἔλεγον τὴν ἀλήθειαν. Ἔχουσι δὲ οἶμαι ἀμηγέπη ξυγγνώμην, οὔτε προφητικῆς δᾳδουχίας οὔτε ἀποστο λικῆς ἀπολαύσαντες φωταγωγίας, μόνην δὲ τὴν φύσιν ποδηγὸν ἐσχηκότες, ἧς ὁ τῆς δυσσεβείας πλάνος τὰ θεοχάρακτα πάλαι διέφθειρε γράμματα· ἀνενεοῦτο δέ