1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

97

ἐμφανισθείσης ἀνόνητος ὁ τύπος καὶ ἡ σκιά. Ὥστε περιττὸν νῦν τὸ περιτέμνεσθαι καὶ ἐναντίον τοῦ ἁγίου βαπτίσματος. Ὁ γὰρ περιτεμνόμενος χρεωστεῖ ὅλον τὸν νόμον τηρῆσαι· ὁ δὲ κύριος, ἵνα πληρώσῃ τὸν νόμον, περιετμήθη, καὶ πάντα δὲ τὸν νόμον καὶ τὸ σάββατον ἐτήρησεν, ἵνα πληρώσῃ καὶ στήσῃ τὸν νόμον. Ἀφ' οὗ δὲ ἐβαπτίσθη καὶ τὸ ἅγιον πνεῦμα τοῖς ἀνθρώποις ἐνεφανίσθη ἐν εἴδει περιστερᾶς καταβαῖνον ἐπ' αὐτόν, ἔκτοτε ἡ πνευματικὴ λατρεία καὶ πολιτεία καὶ ἡ τῶν οὐρανῶν βασιλεία κεκήρυκται. 99 Περὶ τοῦ ἀντιχρίστου Χρὴ γινώσκειν, ὅτι δεῖ τὸν ἀντίχριστον ἐλθεῖν. Πᾶς μὲν οὖν ὁ μὴ ὁμολογῶν τὸν υἱὸν τοῦ θεοῦ καὶ θεὸν ἐν σαρκὶ ἐληλυθέναι καὶ εἶναι θεὸν τέλειον καὶ γενέσθαι ἄνθρωπον τέλειον μετὰ τοῦ μεῖναι θεὸν ἀντίχριστός ἐστιν. Ὅμως ἰδιοτρόπως καὶ ἐξαιρέτως ἀντίχριστος λέγεται ὁ ἐπὶ τῇ συντελείᾳ τοῦ αἰῶνος ἐρχόμενος. Χρὴ τοιγαροῦν πρῶτον κηρυχθῆναι τὸ εὐαγγέλιον ἐν πᾶσι τοῖς ἔθνεσι, καθὼς ἔφη ὁ κύριος, καὶ τότε ἐλεύσεται εἰς ἔλεγχον τῶν ἀντιθέων Ἰουδαίων. Ἔφη γὰρ αὐτοῖς ὁ κύριος· «Ἐγὼ ἦλθον ἐν τῷ ὀνόματι τοῦ πατρός μου, καὶ οὐ λαμβάνετέ με· ἔρχεται ἄλλος ἐν τῷ ὀνόματι τῷ ἰδίῳ, κἀκεῖνον λήψεσθε». Καὶ ὁ ἀπόστολος· «Ἀνθ' ὧν τὴν ἀγάπην τῆς ἀληθείας οὐκ ἐδέξαντο εἰς τὸ σωθῆναι αὐτούς, καὶ διὰ τοῦτο πέμψει αὐτοῖς ὁ θεὸς ἐνέργειαν πλάνης εἰς τὸ πιστεῦσαι αὐτοὺς τῷ ψεύδει, ἵνα κριθῶσι πάντες οἱ μὴ πιστεύσαντες τῇ ἀληθείᾳ, ἀλλ' εὐδοκήσαντες ἐν τῇ ἀδικίᾳ». Οἱ οὖν Ἰουδαῖοι υἱὸν θεοῦ ὄντα τὸν κύριον Ἰησοῦν Χριστὸν καὶ θεὸν οὐκ ἐδέξαντο, τὸν δὲ πλάνον θεὸν ἑαυτὸν λέγοντα δέξονται. Ὅτι γὰρ θεὸν ἑαυτὸν ἀποκαλέσει, ὁ ἄγγελος τῷ ∆ανιὴλ διδάσκων οὕτω φησίν· «Ἐπὶ θεοὺς τῶν πατέρων αὐτοῦ οὐ συνήσει», καὶ ὁ ἀπόστολος· «Μή τις ὑμᾶς ἐξαπατήσῃ κατὰ μηδένα τρόπον, ὅτι, ἐὰν μὴ ἔλθῃ ἡ ἀποστασία πρῶτον καὶ ἀποκαλυφθῇ ὁ ἄνθρωπος τῆς ἀνομίας, ὁ υἱὸς τῆς ἀπωλείας ὁ ἀντικείμενος καὶ ὑπεραιρόμενος ἐπὶ πάντα λεγόμενον θεὸν ἢ σέβασμα, ὥστε αὐτὸν εἰς τὸν ναὸν τοῦ θεοῦ ὡς θεὸν καθίσαι ἀποδεικνύντα ἑαυτόν, ὅτι ἔστι θεός». Εἰς τὸν ναὸν δὲ τοῦ θεοῦ οὐ τὸν ἡμέτερον, ἀλλὰ τὸν παλαιόν, τὸν Ἰουδαϊκόν. Οὐ γὰρ ἡμῖν, ἀλλὰ τοῖς Ἰουδαίοις εἰσελεύσεται· οὐχ ὑπὲρ Χριστοῦ ἀλλὰ κατὰ Χριστοῦ καὶ τῶν τοῦ Χριστοῦ, διὸ καὶ ἀντίχριστος λέγεται. ∆εῖ τοίνυν πρῶτον κηρυχθῆναι τὸ εὐαγγέλιον ἐν πᾶσι τοῖς ἔθνεσι. «Καὶ τότε ἀποκαλυφθήσεται ὁ ἄνομος, οὗ ἐστιν ἡ παρουσία κατ' ἐνέργειαν τοῦ σατανᾶ ἐν πάσῃ δυνάμει καὶ σημείοις καὶ τέρασι ψεύδους καὶ ἐν πάσῃ ἀπάτῃ τῆς ἀδικίας ἐν τοῖς ἀπολλυμένοις, ὃν ὁ κύριος ἀνελεῖ τῷ ῥήματι τοῦ στόματος αὐτοῦ καὶ καταργήσει τῇ παρουσίᾳ τῆς ἐπιφανείας αὐτοῦ». Οὐκ αὐτὸς τοίνυν ὁ διάβολος γίνεται ἄνθρωπος κατὰ τὴν τοῦ κυρίου ἐνανθρώπησιν-μὴ γένοιτο-, ἀλλ' ἄνθρωπος ἐκ πορνείας τίκτεται καὶ ὑποδέχεται πᾶσαν τὴν ἐνέργειαν τοῦ σατανᾶ. Προειδὼς γὰρ ὁ θεὸς τὸ ἄτοπον τῆς μελλούσης αὐτοῦ προαιρέσεως παραχωρεῖ ἐνοικῆσαι ἐν αὐτῷ τὸν διάβολον. Τίκτεται τοίνυν ἐκ πορνείας, ὡς ἔφημεν, καὶ ἀνατρέφεται λεληθότως καὶ αἰφνίδιον ἐπανίσταται καὶ ἀνταίρει καὶ βασιλεύει. Καὶ ἐν τοῖς προοιμίοις μὲν τῆς βασιλείας αὐτοῦ, μᾶλλον δὲ τυραννίδος, ὑποκρίνεται δικαιοσύνην· ἡνίκα δὲ ἐπικρατὴς γένηται, διώκει τὴν ἐκκλησίαν τοῦ θεοῦ καὶ ἐκφαίνει πᾶσαν τὴν πονηρίαν αὐτοῦ. Ἐλεύσεται δὲ «ἐν σημείοις καὶ τέρασι ψεύδους» πεπλασμένοις καὶ οὐκ ἀληθέσι καὶ τοὺς σαθρὰν καὶ ἀστήρικτον τὴν βάσιν τῆς διανοίας ἔχοντας ἀπατήσει καὶ ἀποστήσει ἀπὸ θεοῦ, ὥστε σκανδαλισθῆναι, «εἰ δυνατόν, καὶ τοὺς ἐκλεκτούς». Ἀποσταλήσεται δὲ Ἑνὼχ καὶ Ἡλίας ὁ Θεσβίτης καὶ ἐπιστρέψουσι καρδίας πατέρων ἐπὶ τέκνα, τουτέστι τὴν συναγωγὴν ἐπὶ τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν καὶ τὸ τῶν ἀποστόλων κήρυγμα, καὶ ὑπ' αὐτοῦ ἀναιρεθήσονται. Καὶ ἐλεύσεται ὁ κύριος ἐξ οὐρανοῦ, ὃν τρόπον οἱ ἅγιοι ἀπόστολοι ἐθεάσαντο αὐτὸν πορευόμενον εἰς τὸν οὐρανόν, θεὸς τέλειος καὶ ἄνθρωπος τέλειος, μετὰ δόξης καὶ δυνάμεως καὶ ἀνελεῖ τὸν ἄνθρωπον τῆς ἀνομίας, τὸν υἱὸν τῆς ἀπωλείας, τῷ πνεύματι τοῦ στόματος αὐτοῦ. Μηδεὶς τοίνυν ἀπὸ γῆς ἐκδεχέσθω τὸν