1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

34

32 Περὶ αἰσθήσεωσ Αἴσθησίς ἐστι δύναμις τῆς ψυχῆς ἀντιληπτικὴ τῶν ὑλῶν ἤγουν διαγνωστική· αἰσθητήρια δὲ τὰ ὄργανα ἤγουν τὰ μέλη, δι' ὧν αἰσθανόμεθα· αἰσθητὰ δὲ τὰ τῇ αἰσθήσει ὑποπίπτοντα· αἰσθητικὸν δὲ τὸ ζῷον τὸ ἔχον τὴν αἴσθησιν. Εἰσὶ δὲ αἰσθήσεις πέντε, ὁμοίως καὶ αἰσθητήρια πέντε. Πρώτη αἴσθησις ὅρασις. Αἰσθητήρια δὲ καὶ ὄργανα τῆς ὁράσεως τὰ ἐξ ἐγκεφάλου νεῦρα καὶ οἱ ὀφθαλμοί. Αἰσθάνεται δὲ ἡ ὄψις κατὰ πρῶτον μὲν λόγον τοῦ χρώματος, συνδιαγινώσκει δὲ τῷ χρώματι καὶ τὸ κεχρωσμένον σῶμα καὶ τὸ μέγεθος αὐτοῦ καὶ τὸ σχῆμα καὶ τὸν τόπον, ἔνθα ἐστί, καὶ τὸ διάστημα τὸ μεταξὺ καὶ τὸν ἀριθμὸν κίνησίν τε καὶ στάσιν καὶ τὸ τραχὺ καὶ λεῖον καὶ ὁμαλὸν καὶ ἀνώμαλον καὶ τὸ ὀξὺ καὶ τὸ ἀμβλὺ καὶ τὴν σύστασιν, εἴτε ὑδατώδης, εἴτε γεώδης ἤγουν ὑγρὰ ἢ ξηρά. ∆ευτέρα αἴσθησίς ἐστιν ἀκοὴ τῶν φωνῶν καὶ τῶν ψόφων οὖσα αἰσθητική. ∆ιαγινώσκει δὲ αὐτῶν τὴν ὀξύτητα καὶ τὴν βαρύτητα λειότητά τε καὶ τραχύτητα καὶ μέγεθος. Ὄργανα δὲ αὐτῆς τὰ νεῦρα τὰ ἐξ ἐγκεφάλου τὰ μαλακὰ καὶ τῶν ὤτων ἡ κατασκευή. Μόνος δὲ ἄνθρωπος καὶ πίθηκος οὐ κινοῦσι τὰ ὦτα. Τρίτη αἴσθησις ὄσφρησις, ἥτις γίνεται μὲν διὰ τῶν ῥινῶν ἀναπεμπουσῶν τοὺς ἀτμοὺς ἐπὶ τὸν ἐγκέφαλον, περαίνεται δὲ εἰς τὰ πέρατα τῶν προσθίων κοιλιῶν τοῦ ἐγκεφάλου. Ἔστι δὲ αἰσθητικὴ καὶ ἀντιληπτικὴ τῶν ἀτμῶν. Τῶν δὲ ἀτμῶν ἡ γενικωτάτη διαφορά ἐστιν εὐωδία καὶ δυσωδία καὶ τὸ μέσον τούτων, ὃ μήτε εὐῶδές ἐστι μήτε δυσῶδες. Γίνεται δὲ εὐωδία τῶν ὑγρῶν τῶν ἐν τοῖς σώμασιν ἀκριβῶς πεφθέντων, μέσως δὲ μέση διάθεσις· καταδεέστερον δὲ ἢ μηδὲ ὅλως πεφθέντων ἡ δυσωδία γίνεται. Τετάρτη αἴσθησις ἡ γεῦσις. Ἔστι δὲ τῶν χυμῶν ἀντιληπτικὴ ἤγουν αἰσθητική. Ὄργανα δὲ αὐτῆς ἡ γλῶσσα καὶ ταύτης πλέον τὸ ἄκρον καὶ ἡ ὑπερῴα, ἣν καλοῦσί τινες οὐρανίσκον· ἐν οἷς ἐστι τὰ ἐξ ἐγκεφάλου φερόμενα νεῦρα πεπλατυσμένα καὶ ἀπαγγέλλοντα τῷ ἡγεμονικῷ τὴν γενομένην ἀντίληψιν ἤγουν αἴσθησιν. Αἱ δὲ καλούμεναι γευστικαὶ ποιότητες τῶν χυμῶν εἰσιν αὗται· γλυκύτης, δριμύτης, ὀξύτης, στρυφνότης, αὐστηρότης, πικρότης, ἁλμυρότης, λιπαρότης, γλισχρότης· τούτων γάρ ἐστιν ἡ γεῦσις διαγνωστική. Τὸ δὲ ὕδωρ ἄποιόν ἐστι κατὰ ταύτας τὰς ποιότητας· οὐδεμίαν γὰρ αὐτῶν ἔχει. Ἡ δὲ στρυφνότης ἐπίτασις καὶ πλεονασμός ἐστι τῆς αὐστηρότητος. Πέμπτη αἴσθησίς ἐστιν ἡ ἁφή, ἥτις κοινή ἐστι πάντων τῶν ζῴων· ἥτις γίνεται ἐκ τοῦ ἐγκεφάλου πεμπομένων νεύρων εἰς ὅλον τὸ σῶμα. ∆ιὸ καὶ ὅλον τὸ σῶμα, ἀλλὰ καὶ τὰ ἄλλα αἰσθητήρια τὴν τῆς ἁφῆς ἔχουσιν αἴσθησιν. Ὑπόκειται δὲ τῇ ἁφῇ τὸ ψυχρὸν καὶ θερμόν, τό τε μαλακὸν καὶ σκληρὸν καὶ γλίσχρον καὶ κραῦρον, βαρύ τε καὶ κοῦφον· διὰ μόνης γὰρ ἁφῆς ταῦτα γνωρίζεται. Κοινὰ δὲ ἁφῆς καὶ ὄψεως τό τε τραχὺ καὶ λεῖον, τό τε ξηρὸν καὶ ὑγρόν, παχύ τε καὶ λεπτόν, ἄνω τε καὶ κάτω καὶ ὁ τόπος καὶ τὸ μέγεθος, ὅταν εἴη τοιοῦτο ὡς κατὰ μίαν προσβολὴν τῆς ἁφῆς περιλαμβάνεσθαι, καὶ τὸ πυκνόν τε καὶ μανὸν ἤγουν ἀραιὸν καὶ τὸ στρογγύλον, ὅταν εἴη μικρόν, καὶ ἄλλα τινὰ σχήματα. Ὁμοίως δὲ καὶ τοῦ πλησιάζοντος σώματος αἰσθάνεται, σὺν τῇ μνήμῃ δὲ καὶ τῇ διανοίᾳ, ὡσαύτως δὲ καὶ ἀριθμοῦ μέχρι δύο ἢ τριῶν καὶ τούτων μικρῶν καὶ ῥᾳδίως περιλαμβανομένων. Τούτων δὲ μᾶλλον τῆς ἁφῆς ἡ ὅρασις ἀντιλαμβάνεται. Χρὴ γινώσκειν, ὡς ἕκαστον τῶν ἄλλων αἰσθητηρίων διπλοῦν ὁ δημιουργὸς κατεσκεύασεν, ἵνα τοῦ ἑνὸς βλαπτομένου τὸ ἕτερον ἀναπληροῖ τὴν χρείαν· δύο γὰρ ὀφθαλμοὺς καὶ δύο ὦτα καὶ δύο πόρους τῆς ῥινὸς καὶ δύο γλώσσας, ἀλλ' ἐν τοῖς μὲν τῶν ζῴων διῃρημένας ὡς ἐν τοῖς ὄφεσιν, ἐν τοῖς δὲ ἡνωμένας ὡς ἐν τῷ ἀνθρώπῳ· τὴν δὲ ἁφὴν ἐν ὅλῳ τῷ σώματι πλὴν ὀστέων καὶ νεύρων ὀνύχων τε καὶ κεράτων καὶ τριχῶν καὶ συνδέσμων καὶ ἄλλων τινῶν τοιούτων. Χρὴ γινώσκειν, ὅτι ἡ μὲν ὄψις κατ' εὐθείας γραμμὰς ὁρᾷ, ἡ δὲ ὄσφρησις καὶ ἡ ἀκοὴ οὐ κατ' εὐθεῖαν μόνον, ἀλλὰ πανταχόθεν. Ἡ δὲ ἁφὴ καὶ ἡ γεῦσις οὐδὲ κατ' εὐθεῖαν οὐδὲ πανταχόθεν γνωρίζουσιν, ἀλλὰ τότε μόνον, ὅταν αὐτοῖς πλησιάσωσι τοῖς ἰδίοις αἰσθητοῖς.