1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

48

«Οὗτος ὁ θεὸς ἡμῶν ἐπὶ τῆς γῆς ὤφθη», καί· Ὁ ἄνθρωπος οὗτος ἄκτιστός ἐστι καὶ ἀπαθὴς καὶ ἀπερίγραπτος. 49 Περὶ ἀριθμοῦ τῶν φύσεων Ὥσπερ δὲ ἐπὶ τῆς θεότητος μίαν φύσιν ὁμολογοῦμεν, τρεῖς δὲ ὑποστάσεις κατὰ ἀλήθειαν οὔσας φαμὲν καὶ πάντα μὲν τὰ φυσικὰ καὶ οὐσιώδη ἁπλᾶ φαμεν, τὴν δὲ διαφορὰν τῶν ὑποστάσεων ἐν μόναις ταῖς τρισὶν ἰδιότησι, τῇ ἀναιτίῳ καὶ πατρικῇ καὶ τῇ αἰτιατῇ καὶ υἱϊκῇ καὶ ἐκπορευτῇ ἐπιγινώσκομεν· ἀνεκφοιτήτους δὲ αὐτὰς καὶ ἀδιαστάτους ἀλλήλων καὶ ἡνωμένας καὶ ἐν ἀλλήλαις ἀσυγχύτως περιχωρούσας ἐπιστάμεθα, καὶ ἡνωμένας μὲν ἀσυγχύτως (τρεῖς γάρ εἰσιν, εἰ καὶ ἥνωνται), διαιρουμένας δὲ ἀδιαστάτως. Εἰ γὰρ καὶ ἑκάστη καθ' ἑαυτὴν ὑφέστηκεν ἤγουν τελεία ἐστὶν ὑπόστασις καὶ τὴν οἰκείαν ἰδιότητα ἤτοι τὸν τῆς ὑπάρξεως τρόπον διάφορον κέκτηται, ἀλλ' ἥνωνται τῇ τε οὐσίᾳ καὶ τοῖς φυσικοῖς ἰδιώμασι καὶ τῷ μὴ διίστασθαι μηδὲ ἐκφοιτᾶν τῆς πατρικῆς ὑποστάσεως καὶ εἷς θεός εἰσί τε καὶ λέγονται. Τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῆς θείας καὶ ἀπορρήτου καὶ πάντα νοῦν καὶ κατάληψιν ὑπερεχούσης οἰκονομίας τοῦ ἑνὸς τῆς ἁγίας τριάδος θεοῦ λόγου κυρίου τε ἡμῶν Ἰησοῦ Χριστοῦ δύο μὲν φύσεις ὁμολογοῦμεν, θείαν τε καὶ ἀνθρωπίνην, συνεληλυθυίας ἀλλήλαις καὶ καθ' ὑπόστασιν ἑνωθείσας, μίαν δὲ ὑπόστασιν ἐκ τῶν δύο φύσεων ἀποτελεσθεῖσαν σύνθετον. Σῴζεσθαι δέ φαμεν τὰς δύο φύσεις καὶ μετὰ τὴν ἕνωσιν ἐν τῇ μιᾷ συνθέτῳ ὑποστάσει ἤγουν ἐν τῷ ἑνὶ Χριστῷ καὶ κατὰ ἀλήθειαν αὐτὰς εἶναι καὶ τὰ τούτων φυσικὰ ἰδιώματα, ἡνωμένας μέντοι ἀσυγχύτως καὶ ἀδιαιρέτως διαφερούσας τε καὶ ἀριθμουμένας. Καὶ ὥσπερ αἱ τρεῖς ὑποστάσεις τῆς ἁγίας τριάδος ἀσυγχύτως ἥνωνται καὶ ἀδιαστάτως διῄρηνται καὶ ἀριθμοῦνται, καὶ ὁ ἀριθμὸς διαίρεσιν ἢ διάστασιν ἢ ἀλλοτρίωσιν καὶ διατομὴν ἐν αὐταῖς οὐκ ἐργάζεται (ἕνα γὰρ θεὸν ἐπιγινώσκομεν τὸν πατέρα καὶ τὸν υἱὸν καὶ τὸ πνεῦμα τὸ ἅγιον), τὸν αὐτὸν τρόπον καὶ αἱ τοῦ Χριστοῦ φύσεις, εἰ καὶ ἥνωνται, ἀλλ' ἀσυγχύτως ἥνωνται, καὶ εἰ ἐν ἀλλήλαις περιχωροῦσιν, ἀλλὰ τὴν εἰς ἀλλήλας τροπήν τε καὶ μεταβολὴν οὐ προσίενται· φυλάττει γὰρ ἑκατέρα φύσις τὴν ἑαυτῆς φυσικὴν ἰδιότητα ἀμετάβλητον. ∆ιὸ καὶ ἀριθμοῦνται, καὶ ὁ ἀριθμὸς οὐκ εἰσάγει διαίρεσιν. Εἷς γάρ ἐστιν ὁ Χριστὸς ἐν θεότητι καὶ ἀνθρωπότητι τέλειος· ὁ γὰρ ἀριθμὸς οὐ διαιρέσεως ἢ ἑνώσεως αἴτιος πέφυκεν, ἀλλὰ τῆς ποσότητος τῶν ἀριθμουμένων σημαντικός, εἴτε ἡνωμένων εἴτε διῃρημένων· ἡνωμένων μέν, ὅτι πεντήκοντα λίθους ἔχει ὁ τοῖχος οὗτος, διῃρημένων δέ, ὅτι πεντήκοντα λίθοι κεῖνται ἐν τῷ πεδίῳ τούτῳ· καὶ ἡνωμένων μέν, ὅτι δύο φύσεις εἰσὶν ἐν τῷ ἄνθρακι, πυρὸς λέγω καὶ ξύλου, διῃρημένων δέ, ὅτι ἡ φύσις τοῦ πυρὸς ἑτέρα ἐστὶ καὶ ἡ τοῦ ξύλου ἑτέρα, ἄλλου τρόπου ἑνοῦντος καὶ διαιροῦντος αὐτὰ καὶ οὐ τοῦ ἀριθμοῦ. Ὥσπερ τοίνυν ἀδύνατον τὰς τρεῖς ὑποστάσεις τῆς θεότητος, εἰ καὶ ἥνωνται ἀλλήλαις, μίαν ὑπόστασιν εἰπεῖν διὰ τὸ μὴ σύγχυσιν καὶ ἀφανισμὸν τῆς τῶν ὑποστάσεων διαφορᾶς ἐργάσασθαι, οὕτω καὶ τὰς δύο φύσεις τοῦ Χριστοῦ τὰς καθ' ὑπόστασιν ἡνωμένας ἀδύνατον μίαν φύσιν εἰπεῖν, ἵνα μὴ ἀφανισμὸν καὶ σύγχυσιν καὶ ἀνυπαρξίαν τῆς αὐτῶν διαφορᾶς ἐργασώμεθα. 50 Ὅτι πᾶσα ἡ θεία φύσις ἐν μιᾷ τῶν αὐτῆς ὑποστάσεων ἡνώθη πάσῃ τῇ ἀνθρωπίνῃ φύσει καὶ οὐ μέρος μέρει Τὰ κοινὰ καὶ καθολικὰ κατηγοροῦνται τῶν αὐτοῖς ὑποκειμένων μερικῶν. Κοινὸν τοίνυν ἡ οὐσία, μερικὸν δὲ ἡ ὑπόστασις. Μερικὸν δέ, οὐχ ὅτι μέρος τῆς φύσεως ἔχει, μέρος δὲ οὐκ ἔχει, ἀλλὰ μερικὸν τῷ ἀριθμῷ ὡς ἄτομον· ἀριθμῷ γὰρ καὶ οὐ φύσει διαφέρειν λέγονται αἱ ὑποστάσεις. Κατηγορεῖται δὲ ἡ οὐσία τῆς ὑποστάσεως, διότι ἐν ἑκάστῃ τῶν ὁμοειδῶν ὑποστάσεων τελεία ἡ οὐσία ἐστί. ∆ιὸ οὐδὲ διαφέρουσιν ἀλλήλων αἱ ὑποστάσεις κατ' οὐσίαν, ἀλλὰ κατὰ συμβεβηκότα, ἅτινά εἰσι τὰ χαρακτηριστικὰ ἰδιώματα, χαρακτηριστικὰ δὲ ὑποστάσεως καὶ οὐ φύσεως· καὶ γὰρ τὴν ὑπόστασιν ὁρίζονται οὐσίαν μετὰ συμβεβηκότων. Ὥστε τὸ κοινὸν μετὰ τοῦ ἰδιάζοντος ἔχει ἡ ὑπόστασις· ἡ οὐσία δέ, καθ' ἑαυτὴν οὐχ ὑφίσταται, ἀλλ' ἐν ταῖς ὑποστάσεσι θεωρεῖται. Πασχούσης τοίνυν μιᾶς τῶν ὑποστάσεων πᾶσα ἡ