1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

26

θεὸς συναχθῆναι τὰ ὕδατα εἰς συναγωγὴν μίαν. Τὸ δὲ «μίαν συναγωγὴν» λέγειν οὐ δηλοῖ τὸ ἐν ἑνὶ τόπῳ συναχθῆναι αὐτά· -ἰδοὺ γὰρ μετὰ ταῦτά φησι· «Καὶ τὰ συστήματα τῶν ὑδάτων ἐκάλεσε θαλάσσας», -ἀλλὰ τὸ ὁμοῦ καθ' ἑαυτὰ κεχωρισμένα τῆς γῆς γενέσθαι τὰ ὕδατα ὁ λόγος ἐδήλωσε. Συνήχθησαν τοίνυν τὰ ὕδατα «εἰς τὰς συναγωγὰς αὐτῶν, καὶ ὤφθη ἡ ξηρά». Ἐντεῦθεν αἱ δύο θάλασσαι αἱ τὴν Αἴγυπτον περιέχουσαι (μέση γὰρ αὕτη τῶν δύο κεῖται θαλασσῶν) συνέστησαν, διάφορα πελάγη καὶ ὄρη καὶ νήσους καὶ ἀγκῶνας καὶ λιμένας ἔχουσαι καὶ κόλπους διαφόρους περιέχουσαι αἰγιαλούς τε καὶ ἀκτάς-αἰγιαλὸς μὲν γὰρ ὁ ψαμμώδης λέγεται, ἀκτὴ δὲ ἡ πετρώδης καὶ ἀγχιβαθὴς ἤτοι ἡ εὐθέως ἐν τῇ ἀρχῇ βάθος ἔχουσα- , ὁμοίως καὶ ἡ κατὰ τὴν ἀνατολήν, ἥτις λέγεται Ἰνδική, καὶ ἡ βορεινή, ἥτις λέγεται Κασπία· καὶ αἱ λίμναι δὲ ἐντεῦθεν συνήχθησαν. Ἔστιν οὖν ὁ μὲν Ὠκεανὸς οἷόν τις ποταμὸς κυκλῶν πᾶσαν τὴν γῆν, περὶ οὗ εἴρηκεν, ὡς ἐμοὶ δοκεῖ, ἡ γραφή, ὅτι «ποταμὸς ἐκπορεύεται ἐκ τοῦ παραδείσου» πότιμον καὶ γλυκὺ ὕδωρ ἔχων. Οὗτος χορηγεῖ τὸ ὕδωρ ταῖς θαλάσσαις, ὅπερ ἐν ταῖς θαλάσσαις χρονίζον καὶ ἑστὼς ἀκίνητον πικρὸν γίνεται τοῦ ἡλίου ἀεὶ τὸ λεπτότερον ἀνιμωμένου καὶ τῶν σιφώνων, ὅθεν καὶ τὰ νέφη συνίστανται καὶ οἱ ὄμβροι γίνονται διὰ τῆς διηθήσεως γλυκαινομένου τοῦ ὕδατος. Οὗτος καὶ εἰς τέσσαρας ἀρχὰς ἤτοι εἰς τέσσαρας ποταμοὺς διαιρεῖται. «Ὄνομα τῷ ἑνὶ Φεισών», τουτέστι Γάγγης ὁ Ἰνδικός. «Καὶ ὄνομα τῷ ἄλλῳ Γηών»· οὗτός ἐστιν ὁ Νεῖλος ὁ ἀπὸ Αἰθιοπίας εἰς Αἴγυπτον κατερχόμενος. Καὶ ὄνομα τῷ τρίτῳ Τίγρις. Καὶ ὄνομα τῷ τετάρτῳ Εὐφράτης. Εἰσὶ δὲ καὶ ἕτεροι πλεῖστοι καὶ μέγιστοι ποταμοί, ὧν οἱ μὲν εἰς τὴν θάλασσαν κενοῦνται, οἱ δὲ καὶ ἐν τῇ γῇ ἀναλίσκονται. Ὅμως καὶ πᾶσα ἡ γῆ διάτρητός ἐστι καὶ ὑπόνομος ὥσπερ τινὰς φλέβας ἔχουσα, δι' ὧν ἐκ τῆς θαλάσσης δεχομένη τὰ ὕδατα τὰς πηγὰς ἀνίησι. Πρὸς οὖν τὴν ποιότητα τῆς γῆς καὶ τὸ τῶν πηγῶν ὕδωρ γίνεται. ∆ιηθεῖται μὲν γὰρ διὰ τῆς γῆς τὸ θαλάττιον ὕδωρ καὶ οὕτω γλυκαίνεται. Εἰ δὲ ὁ τόπος, ὅθεν ἡ πηγὴ ἀναδίδοται, τύχοι πικρὸς ἢ ἁλμυρός, πρὸς τὴν γῆν καὶ τὸ ὕδωρ ἀνάγεται. Στενούμενον δὲ πολλάκις τὸ ὕδωρ καὶ βίᾳ ῥηγνύμενον θερμαίνεται, κἀντεῦθεν τὰ αὐτοφυῆ θερμὰ ἀνάγονται ὕδατα. Τῷ οὖν θείῳ προστάγματι κοιλώματα ἐν τῇ γῇ γεγόνασι, καὶ οὕτως εἰς τὰς συναγωγὰς αὐτῶν συνήχθη τὰ ὕδατα· ἐντεῦθεν καὶ τὰ ὄρη γεγόνασι. Πρώτῳ τοίνυν τῷ ὕδατι προσέταξεν ὁ θεὸς ἐξαγαγεῖν ψυχὴν ζῶσαν, ἐπειδὴ ἤμελλε δι' ὕδατος καὶ τοῦ ἐν ἀρχῇ ἐπιφερομένου τοῖς ὕδασιν ἁγίου πνεύματος ἀνακαινίζειν τὸν ἄνθρωπον· τοῦτο γὰρ ὁ θεῖος ἔφη Βασίλειος. Ἐξήγαγε δὲ ζῷα μικρά τε καὶ μεγάλα, κήτη, δράκοντας, ἰχθύας ἐν τοῖς ὕδασιν ἕρποντας καὶ πετεινὰ πτερωτά. ∆ιὰ τῶν πετεινῶν οὖν συνάπτεται τό τε ὕδωρ καὶ ἡ γῆ καὶ ὁ ἀήρ· ἐξ ὑδάτων μὲν γὰρ ταῦτα γέγονεν, ἐν τῇ γῇ δὲ διατρίβει καὶ ἐν ἀέρι ἵπταται. Κάλλιστον δὲ στοιχεῖον τὸ ὕδωρ καὶ πολύχρηστον καὶ ῥύπου καθάρσιον, μόνον μὲν σωματικοῦ, καὶ ψυχικοῦ δέ, εἰ προσλάβοι τὴν χάριν τοῦ πνεύματος. Περὶ πελαγῶν ∆ιαδέχεται τὸ Αἰγαῖον πέλαγος Ἑλλήσποντος λῆγον εἰς Ἄβυδον καὶ Σηστόν· εἶτα ἡ Προποντὶς λήγουσα εἰς Χαλκηδόνα καὶ Βυζάντιον· ἔνθα τὰ στενά, ἀφ' ὧν ὁ Πόντος ἄρχεται· εἶτα ἡ Μαιῶτις λίμνη. Πάλιν δὲ ἀπ' ἀρχῆς Εὐρώπης καὶ Λιβύης Ἰβηρικὸν τὸ ἀπὸ Στηλῶν εἰς Πυρήνην τὸ ὄρος· Λιγυστικὸν δὲ τὸ ἕως τῶν τῆς Τυρρηνίας περάτων· Σαρδώνιον δὲ τὸ ὑπὲρ τὴν Σαρδὼ νεῦον πρὸς τὴν Λιβύην κάτω· Τυρρηνικὸν δὲ τὸ μέχρι Σικελίας λῆγον, ἀρχόμενον ἀπὸ Λιγυστικῆς ἄκρων· εἶτα Λιβυκόν· εἶτα Κρητικὸν καὶ Σικελικὸν καὶ Ἰώνιον καὶ Ἄδριον, τὸ δὲ ἀνακεχυμένον ἐκ τοῦ Σικελικοῦ πελάγους, ὃν καλοῦσιν Κορινθιακὸν κόλπον ἤτοι Ἀλκυονίδα θάλασσαν. Τῷ δὲ Σουνίῳ καὶ Σκυλλαίῳ περιεχόμενον πέλαγος Σαρωνικόν· εἶτα Μυρτῷον καὶ Ἰκάριον, ἐν ᾧ αἱ Κυκλάδες· εἶτα Καρπάθιον καὶ Παμφύλιον. καὶ Αἰγύπτιον. Ὑπὲρ δὲ τὸ Ἰκάριον ἑξῆς ἀναχεῖται τὸ Αἰγαῖον. Ἔστι δὲ ὁ τῆς Εὐρώπης παράπλους ἀπὸ Τανάιδος ποταμοῦ ἐκβολῶν ἕως Ἡρακλέους στηλῶν στάδια ϛ&, θψθʹ· τῆς δὲ Λιβύης