1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

96

Σιὼν καὶ οἰκείους ἐν Ἱερουσαλήμ». Τί γάρ, κἂν πόρνος ᾖ, κἂν μέθυσος καὶ εἰδωλολάτρης, μακάριός ἐστιν, εἰ μόνον ἔχει σπέρμα ἐν Σιὼν καὶ οἰκείους ἐν Ἱερουσαλήμ; Οὐδεὶς εὖ φρονῶν τοῦτο ἐρεῖ. Παρθενία τὸ τῶν ἀγγέλων πολίτευμα, τὸ πάσης ἀσωμάτου φύσεως ἰδίωμα. Ταῦτα λέγομεν οὐ τὸν γάμον κακίζοντες-μὴ γένοιτο-(οἴδαμεν γὰρ τὸν κύριον ἐν τῇ παρουσίᾳ αὐτοῦ τὸν γάμον εὐλογήσαντα καὶ τὸν εἰπόντα· «Τίμιος ὁ γάμος καὶ ἡ κοίτη ἀμίαντος»), ἀλλὰ καλοῦ κρείττονα τὴν παρθενίαν γινώσκοντες. Ἔν τε γὰρ ταῖς ἀρεταῖς εἰσιν ἐπιτάσεις καὶ ὑφέσεις, ὁμοίως καὶ ἐν ταῖς κακίαις. Γινώσκομεν, ὅτι γάμου ἔκγονοι πάντες βροτοὶ μετὰ τοὺς τοῦ γένους ἀρχηγέτας. Ἐκεῖνοι γὰρ παρθενίας εἰσὶ καὶ οὐ γάμου πλαστούργημα. Ὅσῳ τοιγαροῦν ἄγγελος ἀνθρώπου ὑπέρτερος, τοσούτῳ παρθενία γάμου τιμιωτέρα. Τί δὲ λέγω ἄγγελος; Αὐτὸς ὁ Χριστὸς τῆς παρθενίας τὸ κλέος, οὐ μόνον ἐκ πατρὸς ἀνάρχως καὶ ἀσυνδυάστως γεγεννημένος, ἀλλ' ὅτι καὶ ἄνθρωπος καθ' ἡμᾶς γενόμενος ὑπὲρ ἡμᾶς ἐκ παρθένου συναφείας ἄνευ σεσαρκωμένος καὶ αὐτὸς παρθενίαν τὴν ἀληθῆ καὶ παντελῆ δεικνὺς ἐν ἑαυτῷ. Ὅθεν καὶ ταύτην ἡμῖν οὐκ ἐνομοθέτησε μέν («οὐ γὰρ πάντες χωροῦσι τὸν λόγον», ὡς αὐτὸς ἔφησεν), ἔργῳ δὲ ἡμᾶς ἐξεπαίδευσεν καὶ πρὸς ταύτην ἡμᾶς ἐνεδυνάμωσε. Τίνι γὰρ οὐκ ἔστι σαφές, ὅτι παρθενία ἐν ἀνθρώποις νῦν πολιτεύεται; Καλὴ μὲν ἡ τεκνογονία, ἣν ὁ γάμος συνέστησε, καὶ καλὸς ὁ γάμος διὰ τὰς πορνείας, ταύτας περικόπτων καὶ τὸ λυσσῶδες τῆς ἐπιθυμίας διὰ τῆς ἐννόμου μίξεως οὐκ ἐῶν πρὸς ἀνόμους ἐκμαίνεσθαι πράξεις. Καλὸς ὁ γάμος, οἷς οὐ πάρεστιν ἐγκράτεια· κρείττων δὲ ἡ παρθενία ψυχῆς τεκνογονίαν αὔξουσα καὶ θεῷ καρπὸν ὥριμον, τὴν προσευχήν, προσάγουσα. «Τίμιος ὁ γάμος καὶ ἡ κοίτη ἀμίαντος· πόρνους δὲ καὶ μοιχοὺς κρινεῖ ὁ θεός». 98 Περὶ τῆς περιτομῆσ Ἡ περιτομὴ πρὸ νόμου ἐδόθη τῷ Ἀβραὰμ μετὰ τὰς εὐλογίας, μετὰ τὴν ἐπαγγελίαν, σημεῖον ἀποδιαστέλλον αὐτὸν καὶ τοὺς αὐτοῦ οἰκογενεῖς ἐκ τῶν ἐθνῶν, μεθ' ὧν συνανεστρέφετο. Καὶ δῆλον· Ὅτε γὰρ ἐν τῇ ἐρήμῳ τεσσαράκοντα ἔτη ὁ Ἰσραὴλ μόνος καθ' ἑαυτὸν διέτριψεν οὐ συναναμεμιγμένος ἑτέρῳ ἔθνει, ὅσοι ἐν τῇ ἐρήμῳ ἐγεννήθησαν, οὐ περιετμήθησαν· ἡνίκα δὲ Ἰησοῦς διεβίβαζεν αὐτοὺς τὸν Ἰορδάνην, περιετμήθησαν, καὶ γέγονε δεύτερος νόμος περιτομῆς. Ἐπὶ Ἀβραὰμ γὰρ ἐδόθη νόμος περιτομῆς, εἶτα ἐπαύσατο ἐν τῇ ἐρήμῳ τεσσαράκοντα ἔτη. Καὶ πάλιν ἐκ δευτέρου ἔδωκεν ὁ θεὸς τῷ Ἰησοῦ νόμον περιτομῆς μετὰ τὸ διαβῆναι τὸν Ἰορδάνην, καθὼς ἐν τῇ βίβλῳ Ἰησοῦ τοῦ Ναυῆ γέγραπται· «Ὑπὸ δὲ τοῦτον τὸν καιρὸν εἶπεν κύριος τῷ Ἰησοῦ· Ποίησον σεαυτῷ μαχαίρας πετρίνας ἐκ πέτρας ἀκροτόμου καὶ καθίσας περίτεμε τοὺς υἱοὺς Ἰσραὴλ ἐκ δευτέρου», καὶ μετ' ὀλίγα· «Ἐπὶ τεσσαράκοντα γὰρ καὶ δύο ἔτη ἀνέστραπται Ἰσραὴλ ἐν τῇ ἐρήμῳ τῇ Βατταρίτιδι, καὶ διὰ τοῦτο ἀπερίτμητοι αὐτῶν ἦσαν οἱ πλεῖστοι τῶν μαχίμων τῶν ἐξεληλυθότων ἐκ γῆς Αἰγύπτου, οἱ ἀπειθήσαντες ταῖς ἐντολαῖς τοῦ θεοῦ, οἷς καὶ διώρισε μὴ ἰδεῖν αὐτοὺς τὴν γῆν τὴν ἀγαθήν, ἣν ὤμοσε κύριος τοῖς πατράσιν ἡμῶν δοῦναι αὐτοῖς, γῆν ῥέουσαν γάλα καὶ μέλι. Ἀντὶ δὲ τούτων ἀντεκατέστησε τοὺς υἱοὺς αὐτῶν, οὓς Ἰησοῦς περιέτεμε, διὰ τὸ γεγενῆσθαι αὐτοὺς ἀπεριτμήτους κατὰ τὴν ὁδόν». Ὥστε σημεῖον ἦν ἡ περιτομὴ ἀφορίζον τὸν Ἰσραὴλ ἐκ τῶν ἐθνῶν, οἷς συνανεστρέφετο. Τύπος δὲ ἦν τοῦ βαπτίσματος. Καθάπερ γὰρ ἡ περιτομὴ οὐ χρειῶδες μέλος ἀποτέμνει τοῦ σώματος, ἀλλὰ περίττωμα ἄχρηστον, οὕτω διὰ τοῦ ἁγίου βαπτίσματος τὴν ἁμαρτίαν περιτεμνόμεθα· ἡ δὲ ἁμαρτία δῆλον ὡς περίττωμα ἐπιθυμίας ἐστὶ καὶ οὐ χρειώδης ἐπιθυμία (ἀδύνατον γάρ τινα μηδ' ὅλως ἐπιθυμεῖν ἢ τέλεον ἄγευστον ἡδονῆς εἶναι), ἀλλὰ τὸ ἄχρηστον τῆς ἡδονῆς ἤτοι ἡ ἄχρηστος ἐπιθυμία τε καὶ ἡδονή, τουτέστιν ἡ ἁμαρτία, ἣν περιτέμνει τὸ ἅγιον βάπτισμα παρέχον ἡμῖν σημεῖον τὸν τίμιον σταυρὸν ἐπὶ τοῦ μετώπου, οὐκ ἐξ ἐθνῶν ἀφορίζον ἡμᾶς (πάντα γὰρ τὰ ἔθνη τοῦ βαπτίσματος ἔτυχον καὶ τῷ σημείῳ τοῦ σταυροῦ ἐσφραγίσθησαν), ἀλλ' ἐν ἑκάστῳ ἔθνει τὸν πιστὸν ἀποδιαστέλλον τοῦ ἀπίστου. Τῆς τοίνυν ἀληθείας