1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

83

μνηστείαν ἠγάγετο, εἰ μὴ ἐκ τοῦ αὐτοῦ σκήπτρου κατήγετο. ∆είξας τοίνυν τὸ τοῦ Ἰωσὴφ καταγώγιον ἠρκέσθη. Χρὴ δὲ καὶ τοῦτο εἰδέναι, ὡς νόμος ἦν ἀγόνου ἀνδρὸς τελευτῶντος τὸν τούτου ἀδελφὸν τὴν τοῦ τετελευτηκότος γαμετὴν πρὸς γάμον ἄγεσθαι καὶ ἐγείρειν σπέρμα τῷ ἀδελφῷ. Τὸ οὖν τικτόμενον κατὰ φύσιν μὲν τοῦ δευτέρου ἤτοι τοῦ γεγεννηκότος ἦν, κατὰ δὲ νόμον τοῦ τελευτήσαντος. Ἐκ τῆς σειρᾶς τοίνυν τοῦ Νάθαν τοῦ υἱοῦ ∆αυὶδ Λευὶ ἐγέννησε τὸν Μελχὶ καὶ τὸν Πάνθηρα· ὁ Πάνθηρ ἐγέννησε τὸν Βαρπάνθηρα οὕτως ἐπικληθέντα. Οὗτος ὁ Βαρπάνθηρ ἐγέννησε τὸν Ἰωακείμ, Ἰωακεὶμ ἐγέννησε τὴν ἁγίαν θεοτόκον. Ἐκ δὲ τῆς σειρᾶς Σολομῶντος τοῦ υἱοῦ ∆αυὶδ Ματθὰν ἔσχε γυναῖκα, ἐξ ἧς ἐγέννησε τὸν Ἰακώβ. Τελευτήσαντος δὲ τοῦ Ματθὰν Μελχὶ ἐκ τῆς φυλῆς τοῦ Νάθαν, ὁ υἱὸς Λευί, ἀδελφὸς δὲ τοῦ Πάνθηρος, ἔγημε τὴν γυναῖκα τοῦ Ματθάν, μητέρα δὲ τοῦ Ἰακώβ, καὶ ἐξ αὐτῆς ἔσχε τὸν Ἡλί. Ἐγένοντο οὖν ἀδελφοὶ ὁμομήτριοι Ἰακὼβ καὶ Ἡλίὁ μὲν Ἰακὼβ ἐκ τῆς φυλῆς Σολομῶντος, ὁ δὲ Ἡλὶ ἐκ φυλῆς Νάθαν. Ἐτελεύτησε δὲ ὁ Ἡλί, ὁ ἐκ τῆς φυλῆς τοῦ Νάθαν ἄπαις· καὶ ἔλαβεν Ἰακώβ, ὁ ἀδελφὸς αὐτοῦ ὁ ἐκ τῆς φυλῆς Σολομῶντος, τὴν γυναῖκα αὐτοῦ καὶ ἐγέννησε τὸν Ἰωσήφ. Ὁ οὖν Ἰωσὴφ φύσει μέν ἐστιν υἱὸς Ἰακὼβ ἐτοῦ καταγωγίου τοῦ Σολομῶντος, κατὰ δὲ νόμον Ἡλὶ τοῦ ἐκ Νάθαν. Ἰωακεὶμ τοίνυν τὴν σεμνήν τε καὶ ἀξιέπαινον Ἄνναν πρὸς γάμον ἠγάγετο. Ἀλλ' ὥσπερ ἡ πάλαι Ἄννα στειρεύσασα δι' εὐχῆς καὶ ἐπαγγελίας τὸν Σαμουὴλ ἐγέννησεν, οὕτω καὶ αὕτη διὰ λιτῆς καὶ ἐπαγγελίας πρὸς θεοῦ τὴν θεοτόκον κομίζεται, ἵνα κἂν τούτῳ μηδενὸς τῶν περιφανῶν καθυστερίζοιτο· τίκτει τοιγαροῦν ἡ χάρις (τοῦτο γὰρ ἡ Ἄννα ἑρμηνεύεται) τὴν κυρίαν (τοῦτο γὰρ τῆς Μαρίας σημαίνει τὸ ὄνομα· κυρία γὰρ ὄντως γέγονε πάντων τῶν ποιημάτων τοῦ δημιουργοῦ χρηματίσασα μήτηρ). Τίκτεται δὲ ἐν τῷ τῆς προβατικῆς τοῦ Ἰωακεὶμ οἴκῳ καὶ τῷ ἱερῷ προσάγεται. Εἶτα ἐν τῷ οἴκῳ τοῦ θεοῦ φυτευθεῖσά τε καὶ πιανθεῖσα τῷ πνεύματι ὡσεὶ ἐλαία κατάκαρπος πάσης ἀρετῆς καταγώγιον γέγονε πάσης βιωτικῆς καὶ σαρκικῆς ἐπιθυμίας τὸν νοῦν ἀποστήσασα καὶ οὕτω παρθένον τὴν ψυχὴν τηρήσασα σὺν τῷ σώματι, ὡς ἔπρεπε τὴν θεὸν ἐγκόλπιον ὑποδέχεσθαι μέλλουσαν· ἅγιος γὰρ ὢν ἐν ἁγίοις ἀναπαύεται. Οὕτω τοίνυν ἁγιωσύνην μετέρχεται καὶ ναὸς ἅγιος καὶ θαυμαστὸς τοῦ ὑψίστου θεοῦ ἀναδείκνυται ἀξίως. Ἐπειδὴ δὲ ἐπετήρει τὰς παρθένους ὁ τῆς ἡμῶν σωτηρίας ἐχθρὸς διὰ τὴν Ἡσαΐου πρόρρησιν· «Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει», φήσαντος, «καὶ τέξεται υἱόν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ, ὅ ἐστι μεθερμηνευόμενον Μεθ' ἡμῶν ὁ θεός», ὡς ἂν δελεάσῃ τὸν ἐν σοφίᾳ ἀεὶ ἁβρυνόμενον «ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν», πρὸς μνηστείαν ἡ νεᾶνις τῷ Ἰωσὴφ ὑπὸ τῶν ἱερέων δίδοται, ὁ καινὸς τόμος τῷ γράμματα εἰδότι· ἡ δὲ μνηστεία φυλακή τε τῆς παρθένου ὑπῆρχε καὶ τοῦ τὰς παρθένους ἐπιτηροῦντος ἀποβουκόλημα. «Ὅτε δὲ ἦλθε τὸ πλήρωμα τοῦ χρόνου», ἀπεστάλη ἄγγελος κυρίου πρὸς αὐτὴν τὴν τοῦ κυρίου εὐαγγελιζόμενος σύλληψιν· οὕτως τε συνείληφε τὸν υἱὸν τοῦ θεοῦ, τὴν τοῦ πατρὸς ἐνυπόστατον δύναμιν, «οὐκ ἐκ θελήματος σαρκὸς οὐδὲ ἐκ θελήματος ἀνδρὸς» ἤτοι συναφείας καὶ σπορᾶς, ἀλλ' ἐκ τῆς τοῦ πατρὸς εὐδοκίας καὶ συνεργίας τοῦ ἁγίου πνεύματος· ἐχορήγησέ τε τῷ κτίστῃ τὸ κτισθῆναι καὶ τῷ πλάστῃ τὸ πλασθῆναι καὶ τῷ υἱῷ τοῦ θεοῦ καὶ θεῷ τὸ σαρκωθῆναι καὶ ἀνθρωπισθῆναι ἐκ τῶν ἁγνῶν καὶ ἀμολύντων αὐτῆς σαρκῶν καὶ αἱμάτων, τὸ τῆς προμήτορος ἀποπληροῦσα χρέος· ὥσπερ γὰρ ἐκείνη συναφείας ἐκτὸς ἐξ Ἀδὰμ πεπλαστούργηται, οὕτω καὶ αὕτη τὸν νέον Ἀδὰμ ἀπεκύησε νόμῳ κυήσεως τικτόμενον καὶ ὑπὲρ φύσιν γεννήσεως. Τίκτεται γὰρ ἀπάτωρ ἐκ γυναικὸς ὁ ἐκ πατρὸς ἀμήτωρ· καὶ ὅτι μὲν ἐκ γυναικὸς νόμῳ κυήσεως, ὅτι δὲ ἄνευ πατρός, ὑπὲρ φύσιν γεννήσεως· καὶ ὅτι μὲν τῷ εἰθισμένῳ χρόνῳ (τὸν γὰρ ἐννεαμηνιαῖον τελέσας καὶ τῷ δεκάτῳ ἐπιβὰς γεννᾶται), νόμῳ κυήσεως· ὅτι δὲ ἀνωδίνως, ὑπὲρ θεσμὸν γεννήσεως· ἧς γὰρ ἡδονὴ οὐ προηγήσατο, οὐδὲ ὠδὶν ἐπηκολούθησε, κατὰ τὸν