1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

73

ἥττηται, καὶ τῆς ζωῆς νῦν ὁ στυγητὸς καὶ μισητὸς πάλαι προκρίνεται. Ταῦτα τῆς Χριστοῦ παρουσίας τὰ κατορθώματα, ταῦτα τῆς αὐτοῦ δυνάμεως τὰ γνωρίσματα. Οὐ γὰρ ὡς διὰ Μωσέως ἕνα λαὸν ἐξ Αἰγύπτου καὶ τῆς Φαραὼ δουλείας θάλασσαν διαστήσας διέσωσε, πᾶσαν δὲ μᾶλλον τὴν ἀνθρωπότητα ἐκ φθορᾶς θανάτου καὶ τοῦ πικροῦ τυράννου, τῆς ἁμαρτίας, ἐρρύσατο, οὐ βίᾳ ἄγων πρὸς ἀρετήν, οὐ γῇ καταχωννὺς καὶ πυρὶ φλέγων καὶ λιθοβολεῖσθαι προστάττων τοὺς ἁμαρτάνοντας, ἀλλὰ πραότητι καὶ μακροθυμίᾳ τοὺς ἀνθρώπους πείθων αἱρεῖσθαι τὴν ἀρετὴν καὶ τοῖς ὑπὲρ ταύτης ἐναμιλλᾶσθαι πόνοις καὶ ἐνηδύνεσθαι· πάλαι μὲν γὰρ ἁμαρτάνοντες ᾐκίζοντο καὶ ἔτι τῆς ἁμαρτίας ἀντείχοντο, καὶ θεὸς αὐτοῖς ἡ ἁμαρτία λελόγιστο· νῦν δὲ ὑπὲρ εὐσεβείας καὶ ἀρετῆς αἰκισμοὺς αἱροῦνται καὶ στρεβλώσεις καὶ θάνατον. Εὖγε, ὦ Χριστέ, θεοῦ λόγε καὶ σοφία καὶ δύναμις καὶ θεὲ παντοκράτορ. Τί σοι τούτων ἁπάντων οἱ ἄποροι ἡμεῖς ἀντιδοίημεν; Σὰ γὰρ ἅπαντα, καὶ αἰτεῖς παρ' ἡμῶν οὐδὲν ἢ τὸ σῴζεσθαι, αὐτὸς καὶ τοῦτο διδοὺς καὶ λαμβάνουσι χάριν εἰδὼς δι' ἄφατον ἀγαθότητα-σοὶ χάρις τῷ τὸ εἶναι δεδωκότι καὶ τὸ εὖ εἶναι χαρισαμένῳ-κἀκ τούτου παραπεσόντας αὖθις ἐπαναγαγὼν πρὸς τοῦτο διὰ τῆς ἀφάτου συγκαταβάσεως.

78 Πρὸς τοὺς ἐρωτῶντας, εἰ ἡ ὑπόστασις τοῦ Χριστοῦ κτιστή ἐστιν ἢ ἄκτιστοσ

Ἡ ὑπόστασις τοῦ θεοῦ λόγου πρὸ τῆς σαρκώσεως ἁπλῆ ἦν καὶ ἀσύνθετος καὶ ἀσώματος καὶ ἄκτιστος, σαρκωθεῖσα δὲ αὕτη γέγονε καὶ τῇ σαρκὶ ὑπόστασις καὶ γέγονε σύνθετος ἐκ θεότητος, ἧς ἀεὶ εἶχε, καὶ ἐξ ἧς προσείληφε σαρκός, καὶ φέρει τῶν δύο φύσεων τὰ ἰδιώματα ἐν δυσὶ γνωριζομένη ταῖς φύσεσιν, ὥστε ἡ αὐτὴ μία ὑπόστασις ἄκτιστός τέ ἐστι τῇ θεότητι καὶ κτιστὴ τῇ ἀνθρωπότητι, ὁρατὴ καὶ ἀόρατος· ἐπεὶ ἀναγκαζόμεθα ἢ διαιρεῖν τὸν ἕνα Χριστὸν δύο τὰς ὑποστάσεις λέγοντες ἢ τὴν τῶν φύσεων ἀρνεῖσθαι διαφορὰν καὶ τροπὴν εἰσάγειν καὶ σύγχυσιν. 79 Περὶ τοῦ πότε ἐκλήθη Χριστόσ Οὐχ, ὥς τινες ψευδηγοροῦσι, πρὸ τῆς ἐκ παρθένου σαρκώσεως ὁ νοῦς ἡνώθη τῷ θεῷ λόγῳ καὶ ἐκ τότε ἐκλήθη Χριστός· τοῦτο τῶν Ὠριγένους ληρημάτων τὸ ἀπότημα προΰπαρξιν τῶν ψυχῶν δογματίσαντος. Ἡμεῖς δὲ Χριστὸν γεγενῆσθαί τε καὶ κεκλῆσθαί φαμεν τὸν υἱὸν καὶ λόγον τοῦ θεοῦ, ἀφ' οὗ ἐν τῇ γαστρὶ τῆς ἁγίας ἀειπαρθένου ἐσκήνωσε καὶ σὰρξ ἀτρέπτως ἐγένετο καὶ ἐχρίσθη ἡ σὰρξ τῇ θεότητι· «χρίσις γὰρ αὕτη τῆς ἀνθρωπότητος», ὥς φησιν ὁ θεολόγος Γρηγόριος. Καὶ ὁ ἱερώτατος δὲ τῆς Ἀλεξανδρέων Κύριλλος πρὸς τὸν βασιλέα Θεοδόσιον γράφων τάδε φησίν· «Χρῆναι γὰρ ἔγωγέ φημι μήτε τὸν ἐκ θεοῦ λόγον ἀνθρωπότητος δίχα μήτε μὴν τὸν ἐκ γυναικὸς ἀποτεχθέντα ναὸν οὐχ ἑνωθέντα τῷ λόγῳ Χριστὸν Ἰησοῦν ὀνομάζεσθαι· ἀνθρωπότητι γὰρ καθ' ἕνωσιν οἰκονομικὴν ἀπορρήτως συνενηνεγμένος ὁ ἐκ θεοῦ λόγος νοεῖται Χριστός». Καὶ πρὸς τὰς βασιλίδας οὕτως· «Τινές φασιν, ὅτι τὸ Χριστὸς ὄνομα πρέπει καὶ μόνῳ καὶ ἰδίᾳ καθ' αὑτὸν νοουμένῳ καὶ ὑπάρχοντι, τῷ ἐκ θεοῦ πατρὸς γεννηθέντι λόγῳ. Ἡμεῖς δὲ οὐχ οὕτως δεδιδάγμεθα φρονεῖν ἢ λέγειν· ὅτε γὰρ γέγονε σὰρξ ὁ λόγος, τότε καὶ ὠνομάσθαι λέγομεν Χριστὸν Ἰησοῦν. Ἐπειδὴ γὰρ κέχρισται τῷ ἐλαίῳ τῆς ἀγαλλιάσεως ἤτοι τῷ ἁγίῳ πνεύματι παρὰ τοῦ θεοῦ καὶ πατρός, ταύτῃ τοι Χριστὸς ὀνομάζεται. Ὅτι δὲ περὶ τὸ ἀνθρώπινον ἡ χρίσις, οὐκ ἂν ἐνδυάσειέ τις τῶν ὀρθὰ φρονεῖν εἰωθότων». Καὶ Ἀθανάσιος δὲ ὁ παναοίδιμος ἐν τῷ περὶ τῆς σωτηριώδους ἐπιφανείας ὧδέ πῃ λέγει· «Ὁ προϋπάρχων θεὸς πρὸ τῆς ἐν σαρκὶ ἐπιδημίας οὐκ ἦν ἄνθρωπος, ἀλλὰ θεὸς ἦν πρὸς τὸν θεὸν ἀόρατος καὶ ἀπαθὴς ὤν· οὔτε οὖν τὸ Χριστὸς ὄνομα δίχα τῆς σαρκὸς προσάγεται, ἐπειδὴ ἀκολουθεῖ τῷ ὀνόματι τὸ πάθος καὶ ὁ θάνατος». Εἰ δὲ ἡ θεία γραφή φησι· «∆ιὰ τοῦτο ἔχρισέ σε ὁ θεὸς ὁ θεός σου», ἰστέον ὡς πολλάκις ἡ θεία γραφὴ κέχρηται τῷ παρῳχηκότι χρόνῳ ἀντὶ τοῦ μέλλοντος, ὡς τὸ «μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη» (οὔπω γὰρ