1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

38

τούτων καὶ ἡ ἐνέργεια ἡ αὐτή, ὧν δὲ αἱ φύσεις διάφοροι, τούτων καὶ αἱ ἐνέργειαι διάφοροι· ἀμήχανον γὰρ οὐσίαν ἄμοιρον εἶναι φυσικῆς ἐνεργείας. Ἐνέργεια πάλιν ἐστὶ φυσικὴ ἡ δηλωτικὴ ἑκάστης οὐσίας δύναμις. Καὶ πάλιν· Ἐνέργειά ἐστι φυσικὴ καὶ πρώτη ἡ ἀεικίνητος δύναμις τῆς νοερᾶς ψυχῆς, τουτέστιν ὁ ἀεικίνητος αὐτῆς λόγος φυσικῶς ἐξ αὐτῆς ἀεὶ πηγαζόμενος. Ἐνέργειά ἐστι φυσικὴ ἡ ἑκάστης οὐσίας δύναμίς τε καὶ κίνησις, ἧς χωρὶς μόνον τὸ μὴ ὄν. Λέγονται δὲ ἐνέργειαι καὶ αἱ πράξεις ὡς τὸ λαλεῖν, τὸ περιπατεῖν, τὸ ἐσθίειν καὶ πίνειν καὶ τὰ τοιαῦτα. Καὶ τὰ πάθη δὲ τὰ φυσικὰ πολλάκις ἐνέργειαι λέγονται οἷον πεῖνα, δίψα καὶ τὰ τοιαῦτα. Λέγεται πάλιν ἐνέργεια καὶ τὸ ἀποτέλεσμα τῆς δυνάμεως. ∆ιττῶς δὲ λέγεται καὶ τὸ δυνάμει καὶ τὸ ἐνεργείᾳ. Λέγομεν γὰρ τὸν παῖδα τὸν θηλάζοντα δυνάμει γραμματικόν· ἔχει γὰρ ἐπιτηδειότητα διὰ μαθήσεως γενέσθαι γραμματικός. Λέγομεν πάλιν τὸν γραμματικὸν καὶ δυνάμει γραμματικὸν καὶ ἐνεργείᾳ· ἐνεργείᾳ μέν, ὅτι ἔχει τὴν γνῶσιν τῆς γραμ ματικῆς, δυνάμει δέ, ὅτι δύναται ἐξηγεῖσθαι, οὐκ ἐνεργεῖ δὲ τὴν ἐξήγησιν. Λέγομεν πάλιν ἐνεργείᾳ γραμματικόν, ὅτε ἐνεργεῖ ἤγουν ἐξηγεῖται. Χρὴ οὖν γινώσκειν, ὅτι ὁ δεύτερος τρόπος κοινός ἐστι τοῦ δυνάμει καὶ τοῦ ἐνεργείᾳ, δεύτερος μὲν τοῦ δυνάμει, πρῶτος δὲ τοῦ ἐνεργείᾳ. Ἐνέργεια φύσεώς ἐστι πρώτη καὶ μόνη καὶ ἀληθὴς ἡ αὐθαίρετος ἤτοι λογικὴ καὶ αὐτεξούσιος ζωὴ καὶ τοῦ καθ' ἡμᾶς εἴδους συστατική· ἧς ἀποστεροῦντες τὸν κύριον, οὐκ οἶδα, ὅπως αὐτὸν θεὸν ἐνανθρωπήσαντα λέγουσιν. Ἐνέργειά ἐστι φύσεως κίνησις δραστική· δραστικὸν δὲ λέγεται τὸ ἐξ ἑαυτοῦ κινούμενον.

38 Περὶ ἑκουσίου καὶ ἀκουσίου Ἐπειδὴ τὸ ἑκούσιον ἐν πράξει τινί ἐστι καὶ τὸ

νομιζόμενον δὲ ἀκούσιον ἐν πράξει τινί ἐστι, πολλοὶ δέ τινες καὶ τὸ ὄντως ἀκούσιον οὐ μόνον ἐν τῷ πάσχειν ἀλλὰ καὶ ἐν τῷ πράττειν τίθενται, δεῖ εἰδέναι, ὅτι πρᾶξίς ἐστιν ἐνέργεια λογική. Ταῖς δὲ πράξεσιν ἕπεται ἔπαινος ἢ ψόγος, καὶ αἱ μὲν αὐτῶν μεθ' ἡδονῆς, αἱ δὲ μετὰ λύπης πράττονται, καὶ αἱ μὲν αὐτῶν εἰσιν αἱρεταὶ τῷ πράττοντι, αἱ δὲ φευκταί, καὶ τῶν αἱρετῶν αἱ μὲν ἀεὶ αἱρεταί, αἱ δὲ κατά τινα χρόνον, ὁμοίως καὶ τῶν φευκτῶν. Καὶ πάλιν αἱ μὲν τῶν πράξεων ἐλεοῦνται, αἱ δὲ συγγνώμης ἀξιοῦνται, αἱ δὲ μισοῦνται καὶ κολάζονται. Τῷ μὲν οὖν ἑκουσίῳ πάντως ἐπακολουθεῖ ἔπαινος ἢ ψόγος καὶ τὸ μεθ' ἡδονῆς πράττεσθαι καὶ τὸ αἱρετὰς εἶναι τὰς πράξεις τοῖς πράττουσιν ἢ ἀεὶ ἢ τότε, ὅτε πράττονται, τῷ δὲ ἀκουσίῳ τὸ συγγνώμης ἢ ἐλέους ἀξιοῦσθαι καὶ τὸ μετὰ λύπης πράττεσθαι καὶ τὸ μὴ εἶναι αἱρετὰς μηδὲ δι' ἑαυτοῦ τελεῖν τὸ πραττόμενον, εἰ καὶ βιάζοιτο. Τοῦ δὲ ἀκουσίου τὸ μέν ἐστι κατὰ βίαν, τὸ δὲ δι' ἄγνοιαν· κατὰ βίαν μέν, ὅταν ἡ ποιητικὴ ἀρχὴ ἤγουν αἰτία ἔξωθέν ἐστιν ἤγουν ὅταν ὑφ' ἑτέρου βιαζώμεθα, μηδ' ὅλως πειθόμενοι μηδὲ συμβαλλώμεθα κατ' οἰκείαν ὁρμὴν μηδὲ ὅλως συμπράττωμεν ἢ δι' ἑαυτῶν τὸ βιασθὲν ποιῶμεν, ὃ καὶ ὁριζόμενοί φαμεν· Οὗ ἡ ἀρχὴ ἔξωθεν μηδὲν συμβαλλομένου κατ' οἰκείαν ὁρμὴν τοῦ βιασθέντος. Ἀρχὴν δέ φαμεν τὴν ποιητικὴν αἰτίαν. Τὸ δὲ δι' ἄγνοιαν ἀκούσιόν ἐστιν, ὅταν μὴ αὐτοὶ παρέχωμεν αἰτίαν τῆς ἀγνοίας, ἀλλ' οὕτω συμβῇ. Εἰ γὰρ μεθύων τις φόνον ποιήσει, ἀγνοῶν ἐφόνευσεν, οὐ μὴν ἀκουσίως· τὴν γὰρ αἰτίαν τῆς ἀγνοίας ἤγουν τὴν μέθην αὐτὸς ἔπραξεν. Εἰ δέ τις ἐν τῷ συνήθει τόπῳ τοξεύων τὸν πατέρα παριόντα ἀπέκτεινε, δι' ἄγνοιαν λέγεται ἀκουσίως τοῦτο πεποιηκέναι. Τοῦ οὖν ἀκουσίου διττοῦ ὄντος, τοῦ μὲν κατὰ βίαν, τοῦ δὲ δι' ἄγνοιαν, τὸ ἑκούσιον ἀμφοτέροις ἀντίκειται· ἔστι γὰρ ἑκούσιον τὸ μήτε κατὰ βίαν μήτε δι' ἄγνοιαν γινόμενον. Ἑκούσιον τοίνυν ἐστίν, οὗ ἡ ἀρχὴ τουτέστιν ἡ αἰτία ἐν αὑτῷ εἰδότι τὰ καθ' ἕκαστα, δι' ὧν καὶ ἐν οἷς ἡ πρᾶξις. «Καθ' ἕκαστα» δέ ἐστιν, ἃ καλεῖται παρὰ τοῖς ῥήτορσι περιστατικὰ μόρια, οἷον τίς ἤγουν ὁ πράξας, τίνα ἤγουν τὸν παθόντα, τί ἤγουν αὐτὸ τὸ πραχθέν, τυχὸν ἐφόνευσε· τίνι ἤγουν ὀργάνῳ, ποῦ ἤγουν τόπῳ, πότε ἤγουν ἐν ποίῳ χρόνῳ, πῶς ὁ τρόπος τῆς πράξεως, διὰ τί ἤγουν διὰ ποίαν