1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

14

ὑπεροχικῶς τῶν ὄντων ἐξῄρηται (οὐδὲν γὰρ τῶν ὄντων, ἀλλ' ὑπὲρ πάντα ἐστί). Τὰ δὲ καταφατικῶς λεγόμενα ὡς αἰτίου τῶν πάντων κατηγορεῖται· ὡς γὰρ αἴτιος πάσης οὐσίας καὶ πάντων τῶν ὄντων λέγεται καὶ ὢν καὶ οὐσία, καὶ ὡς αἴτιος λόγου παντὸς καὶ σοφίας λογικοῦ τε καὶ σοφοῦ λέγεται λόγος καὶ λογικός, σοφία καὶ σοφός, ὁμοίως καὶ νοῦς καὶ νοερός, ζωὴ καὶ ζῶν, δύναμις καὶ δυνατός, καὶ ἐπὶ πάντων τῶν λοιπῶν ὁμοίως, μᾶλλον δὲ ἐκ τῶν τιμιωτέρων καὶ πλησιαζόντων αὐτῷ οἰκειοτέρως ὀνομασθήσεται. Τιμιώτερα δὲ τὰ ἄυλα τῶν ὑλικῶν καὶ τὰ καθαρὰ τῶν ῥυπαρῶν καὶ τὰ ἅγια τῶν ἐναγῶν, καὶ μᾶλλον αὐτῷ πλησιάζοντα, ἐπεὶ καὶ πλέον μετέχουσιν αὐτοῦ. Οἰκειότερον οὖν μᾶλλον ὀνομασθήσεται ἥλιος καὶ φῶς ἤπερ σκότος, καὶ ἡμέρα ἤπερ νύξ, καὶ ζωὴ ἤπερ θάνατος, καὶ πῦρ καὶ πνεῦμα καὶ ὕδωρ ὡς ζωτικὰ ἤπερ γῆ, καὶ πρὸ πάντων καὶ πλέον ἀγαθότης ἤπερ κακία, -ταὐτὸν δὲ εἰπεῖν-ὢν ἤπερ μὴ ὤν· τὸ γὰρ ἀγαθὸν ὕπαρξις καὶ ὑπάρξεως αἴτιον, τὸ δὲ κακὸν ἀγαθοῦ ἤτοι ὑπάρξεως στέρησις. Καὶ αὗται μὲν αἱ ἀποφάσεις· γλυκυτάτη δὲ καὶ ἡ ἐξ ἀμφοῖν συνάφεια οἷον ἡ ὑπερούσιος οὐσία, ἡ ὑπέρθεος θεότης, ἡ ὑπεράρχιος ἀρχὴ καὶ τὰ τοιαῦτα. Εἰσὶ δὲ καί τινα καταφατικῶς ἐπὶ θεοῦ λεγόμενα δύναμιν ὑπεροχικῆς ἀποφάσεως ἔχοντα οἷον σκότος· οὐχ ὅτι ὁ θεὸς σκότος ἐστίν, ἀλλ' ὅτι οὐκ ἔστι φῶς ἀλλ' ὑπὲρ τὸ φῶς. -Λέγεται μὲν οὖν ὁ θεὸς νοῦς καὶ λόγος καὶ πνεῦμα σοφία τε καὶ δύναμις ὡς τούτων αἴτιος καὶ ὡς ἄυλος καὶ ὡς παντουργὸς καὶ παντοδύναμος. Καὶ ταῦτα κοινῶς ἐπὶ πάσης λέγεται τῆς θεότητος τά τε ἀποφατικῶς καὶ καταφατικῶς λεγόμενα. Καὶ ἐφ' ἑκάστης τῶν τῆς ἁγίας τριάδος ὑποστάσεων ὁμοίως καὶ ὡσαύτως καὶ ἀπαραλείπτως· ὅταν γὰρ ἐννοήσω μίαν τῶν ὑποστάσεων, τέλειον θεὸν αὐτὴν οἶδα, τελείαν οὐσίαν. Ὅταν δὲ συνάψω καὶ συναριθμήσω τὰ τρία, ἕνα θεὸν οἶδα τέλειον· οὐ σύνθετόν ἐστιν ἡ θεότης, ἀλλ' ἐν τρισὶ τελείοις ἓν τέλειον ἀμερὲς καὶ ἀσύνθετον. Ὅταν δὲ τὴν πρὸς ἄλληλα σχέσιν τῶν ὑποστάσεων ἐννοήσω, οἶδα, ὅτι ἐστὶν ὁ πατὴρ ὑπερούσιος ἥλιος, πηγὴ ἀγαθότητος, ἄβυσσος οὐσίας, λόγου, σοφίας, δυνάμεως, φωτός, θεότητος, πηγὴ γεννητικὴ καὶ προβλητικὴ τοῦ ἐν αὐτῇ κρυφίου ἀγαθοῦ. Αὐτὸς μὲν οὖν ἐστι νοῦς, λόγου ἄβυσσος, λόγου γεννήτωρ καὶ διὰ λόγου προβολεὺς ἐκφαντορικοῦ πνεύματος, καὶ ἵνα μὴ πολλὰ λέγω· οὐκ ἔστι τῷ πατρὶ λόγος, σοφία, δύναμις, θέλησις, εἰ μὴ ὁ υἱός, ὅς ἐστιν ἡ μόνη δύναμις τοῦ πατρὸς ἡ προκαταρκτικὴ τῆς τῶν πάντων ποιήσεως. Οὗτος ὡς τελεία ὑπόστασις γεννωμένη, ὡς οἶδεν αὐτός, υἱός ἐστι τε καὶ λέγεται. Τὸ δὲ πνεῦμα τὸ ἅγιον ἐκφαντορικὴ τοῦ κρυφίου τῆς θεότητος δύναμις τοῦ πατρός, ἐκ πατρὸς μὲν δι' υἱοῦ ἐκπορευομένη, ὡς οἶδεν, οὐ γεννητῶς· διὸ καὶ πνεῦμα ἅγιον τὸ τελεσιουργὸν τῆς τῶν ἁπάντων ποιήσεως. Ὅσα οὖν ἁρμόζει αἰτίῳ πατρί, πηγῇ, γεννήτορι, τῷ πατρὶ μόνῳ προσαρμοστέον· ὅσα δὲ αἰτιατῷ, γεννητῷ υἱῷ, λόγῳ, δυνάμει προκαταρκτικῇ, θελήσει, σοφίᾳ, τῷ υἱῷ· ὅσα δὲ αἰτιατῷ, ἐκπορευτῷ, ἐκφαντορικῷ, τελεσιουργικῇ δυνάμει, τῷ ἁγίῳ πνεύματι. Ὁ πατὴρ πηγὴ καὶ αἰτία υἱοῦ καὶ πνεύματος, πατὴρ δὲ μόνου υἱοῦ καὶ προβολεὺς πνεύματος· ὁ υἱὸς υἱός, λόγος, σοφία καὶ δύναμις, εἰκών, ἀπαύγασμα, χαρακτὴρ τοῦ πατρὸς καὶ ἐκ τοῦ πατρός, οὐχ υἱὸς δὲ τοῦ πνεύματος. Τὸ πνεῦμα τὸ ἅγιον πνεῦμα τοῦ πατρὸς ὡς ἐκ πατρὸς ἐκπορευόμενον (οὐδεμία γὰρ ὁρμὴ ἄνευ πνεύματος) καὶ υἱοῦ δὲ πνεῦμα οὐχ ὡς ἐξ αὐτοῦ, ἀλλ' ὡς δι' αὐτοῦ ἐκ τοῦ πατρὸς ἐκπορευόμενον· μόνος γὰρ αἴτιος ὁ πατήρ.

13 Περὶ τόπου θεοῦ καὶ ὅτι μόνον τὸ θεῖον ἀπερίγραπτον Τόπος ἐστὶ

σωματικὸς πέρας τοῦ περιέχοντος, καθ' ὃ περιέχεται τὸ περιεχόμενον, οἷον ὁ ἀὴρ περιέχει τόδε τὸ σῶμα. Οὐχ ὅλος ὁ περιέχων ἀὴρ τόπος ἐστὶ τοῦ περιεχομένου σώματος, ἀλλὰ τὸ τέλος τοῦ περιέχοντος ἀέρος τὸ ἐφαπτόμενον τοῦ περιεχομένου σώματος· πάντως δέ, ὅτι τὸ περιέχον οὐκ ἔστιν ἐν τῷ περιεχομένῳ. Ἔστι δὲ καὶ νοητὸς τόπος, ἔνθα νοεῖται καὶ ἔστιν ἡ νοητὴ καὶ ἀσώματος φύσις, ἔνθα πάρεστι καὶ