1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

51

γὰρ ἂν πάθοι τὸ φύσει ἀπαθές; -οὐδὲ ἐτράπη ὁ ἁπλοῦς σύνθετος γενόμενος· ἡ γὰρ τροπὴ πάθος ἐστί, τὸ δὲ ἀπαθὲς πάντως καὶ ἄτρεπτον. Ἐνήργησε τοιγαροῦν σαρκωθείς, οὐκ ἔπαθεν· οὔτε γὰρ ἡ φύσις αὐτοῦ ἡ θεία ἐτράπη ἢ προσθήκην ἐδέξατο, οὐδὲ τὸ τῆς ὑποστάσεως αὐτοῦ ἰδίωμα, τουτέστιν ἡ υἱότης, ἐτράπη· ἔμεινε γὰρ υἱὸς τοῦ θεοῦ καὶ υἱὸς ἀνθρώπου γενόμενος. Οὐκ ἔπαθεν οὖν, ἀλλ' ἐνήργησε δημιουργήσας ἑαυτῷ σάρκα ἐψυχωμένην ψυχῇ λογικῇ τε καὶ νοερᾷ καὶ δοὺς αὐτῇ ἑαυτὸν ὑπόστασιν καὶ ἐν ἑαυτῷ αὐτὴν ὑποστήσας. -Ἰστέον γάρ, ὡς ἐπὶ τῆς πυρώσεως δύο χρὴ ἐννοεῖν. Πεπυρῶσθαι γὰρ λέγεται τὸ πυρούμενον καθ' ἕνα μὲν τρόπον, ὅτι ὁ σίδηρος τυχὸν ἢ τὸ ξύλον εἰς πῦρ προϋφεστὼς εἰσερχόμενον λαμβάνει ἐξ αὐτοῦ πῦρ μήπω καθ' αὑτὸ προϋποστὰν καὶ γίνεται αὐτῷ ὑπόστασις (ἐν αὐτῷ γὰρ τῷ ξύλῳ προϋπάρχοντι καὶ προϋφεστῶτι ὑφίσταται τὸ πῦρ, ὃ λαμβάνει ἐκ τοῦ προϋφεστῶτος πυρός) καὶ γίνεται ἡ τοῦ σιδήρου ὑπόστασις καὶ τοῦ ἐν αὐτῷ θεωρουμένου πυρὸς ὑπόστασις μία ὑπόστασις τοῦ τε ξύλου καὶ τοῦ ἐν αὐτῷ πυρός (οὐ γὰρ ὑπέστη καθ' αὑτὸ τὸ ἐν τῷ ξύλῳ πῦρ, ἀλλ' αἰτίαν τῆς ὑποστάσεως καὶ τῆς ἀναμέρος κεχωρισμένης ἐκ τῶν λοιπῶν πυρῶν ὑπάρξεως καὶ συμπήξεως τὸ ξύλον ἔσχε) καὶ ἔστι μία ὑπόστασις τοῦ τε ξύλου καὶ τοῦ ἐν αὐτῷ ὑποστάντος πυρός, προηγουμένως μὲν τοῦ ξύλου, ἑπομένως δὲ τοῦ πυρός· προϋπάρχουσα γὰρ τοῦ ξύλου μετὰ ταῦτα ἐγένετο καὶ τοῦ πυρός. Λέγεται δὲ καὶ καθ' ἕτερον τρόπον πύρωσις ὡς τοῦ πυρουμένου ξύλου δεχομένου τὴν τοῦ πυρὸς ἐνέργειαν· τὸ γὰρ λεπτότερον μεταδίδωσι τῷ παχυτέρῳ τῆς οἰκείας ἐνεργείας. Ἐπὶ μὲν οὖν τῆς πυρώσεως τὸ ξύλον ἐστὶ τὸ πυρούμενον, καὶ λέγεται πύρωσις τοῦ ξύλου καὶ οὐ ξύλωσις τοῦ πυρός· τὸ γὰρ ξύλον προϋπάρχει τε καὶ ὑπόστασις τῷ πυρὶ γίνεται καὶ τὴν τοῦ πυρὸς ἐνέργειαν δέχεται. Ἐπὶ δὲ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ οὐχ οὕτως, ἀλλὰ σάρκωσις μὲν τοῦ λόγου λέγεται ὡς τοῦ λόγου γενομένου τῇ σαρκὶ ὑποστάσεως (προϋπῆρχε γὰρ ἡ ὑπόστασις τοῦ λόγου, καὶ ἐν αὐτῇ ὑπέστη ἡ σάρξ), θέωσις δὲ τῆς σαρκός· αὕτη γὰρ μετέσχε τῶν τῆς θεότητος, καὶ οὐχ ἡ θεότης τῶν αὐτῆς παθῶν· διὰ γὰρ τῆς σαρκὸς ἡ θεότης ἐνήργει ὡς τὸ πῦρ διὰ τοῦ ξύλου, οὐχ ἡ σὰρξ διὰ τοῦ λόγου. Οὐκ ἔπαθε τοίνυν σαρκωθεὶς ὁ λόγος, ἀλλ' ἐνήργησε τὴν σάρκωσιν μεταδοὺς τῇ σαρκὶ τῆς τε ὑποστάσεως καὶ τῆς θεώσεως. Θεώσεως δὲ λέγω οὐχὶ τραπείσης εἰς θεότητος φύσιν, ἀλλὰ τῆς μεθέξεως τῆς ὑπὸ τῶν τῆς θεότητος αὐχημάτων· ἐζωοποίει γὰρ οὐ κατ' οἰκείαν φύσιν, ἀλλὰ τῇ ἑνώσει τῇ πρὸς τὴν θεότητα. Καὶ ἐν Θαβὼρ ἤστραψε καὶ ἀπαστράπτει οὐ διὰ τὴν ἰδίαν φύσιν, ἀλλὰ διὰ τὴν τῆς καθ' ὑπόστασιν ἡνωμένης αὐτῇ θεότητος ἐνέργειαν, ὡς τὸ ξύλον λάμπει καὶ καίει οὐ κατὰ τὴν οἰκείαν φυσικὴν ἐνέργειαν, ἀλλὰ διὰ τὴν τοῦ καθ' ὑπόστασιν ἡνωμένου αὐτῷ πυρὸς τῆς ἐνεργείας μέθεξιν. 52 Πρὸς τοὺς λέγοντας· Ὑπὸ τὸ συνεχὲς ποσὸν ἀνάγονται αἱ τοῦ κυρίου φύσεις ἢ ὑπὸ τὸ διωρισμένον Εἰ δέ τις ἐρωτῶν περὶ τῶν τοῦ κυρίου φύσεων, εἰ ὑπὸ τὸ συνεχὲς ποσὸν ἀναφέροιντο ἢ ὑπὸ τὸ διωρισμένον, ἐροῦμεν, ὅτι αἱ τοῦ κυρίου φύσεις οὔτε ἓν σῶμά εἰσιν οὔτε μία ἐπιφάνεια οὔτε μία γραμμή, οὐ χρόνος, οὐ τόπος, ἵνα ὑπὸ τὸ συνεχὲς ἀναχθῶσι ποσόν· ταῦτα γάρ εἰσι τὰ συνεχῶς ἀριθμούμενα. Ἰστέον δέ, ὡς ὁ ἀριθμὸς τῶν διαφερόντων ἐστὶ καὶ ἀδύνατον ἀριθμεῖσθαι τὰ κατὰ μηδὲν διαφέροντα· καθ' ὃ δὲ διαφέρουσι, κατὰ τοῦτο καὶ ἀριθμοῦνται. Οἷον ὁ Πέτρος καὶ ὁ Παῦλος, καθ' ὃ μὲν ἥνωνται, οὐκ ἀριθμοῦνται· τῷ λόγῳ γὰρ τῆς οὐσίας ἑνούμενοι δύο φύσεις οὐ δύνανται λέγεσθαι, καθ' ὑπόστασιν δὲ διαφέροντες δύο ὑποστάσεις λέγονται. Ὥστε ὁ ἀριθμὸς τῶν διαφερόντων ἐστί, καὶ ᾧ τρόπῳ διαφέρουσι τὰ διαφέροντα, τούτῳ τῷ τρόπῳ καὶ ἀριθμοῦνται. Ἥνωνται μὲν αἱ τοῦ Χριστοῦ φύσεις ἀσυγχύτως καθ' ὑπόστασιν, διῄρηνται δὲ ἀδιαιρέτως λόγῳ καὶ τρόπῳ τῆς διαφορᾶς. Καὶ ᾧ μὲν τρόπῳ ἥνωνται, οὐκ ἀριθμοῦνται· οὐ γὰρ καθ' ὑπόστασιν δύο εἶναί φαμεν τὰς φύσεις τοῦ Χριστοῦ. Ὧι δὲ τρόπῳ ἀδιαιρέτως διῄρηνται, ἀριθμοῦνται; δύο γάρ εἰσιν αἱ φύσεις τοῦ Χριστοῦ λόγῳ καὶ τρόπῳ τῆς