1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

22

ἐκάλεσε νύκτα». Σκότος δέ ἐστιν οὐκ οὐσία τις, ἀλλὰ συμβεβηκός· φωτὸς γάρ ἐστι στέρησις. Ὁ γὰρ ἀὴρ οὐκ ἐν τῇ οὐσίᾳ αὐτοῦ ἔχει τὸ φῶς. Αὐτὸ οὖν τὸ ἐστερῆσθαι τὸν ἀέρα φωτὸς σκότος ἐκάλεσεν ὁ θεός. Καὶ οὐχὶ ἡ οὐσία τοῦ ἀέρος ἐστὶ σκότος, ἀλλ' ἡ τοῦ φωτὸς στέρησις, ὅπερ συμβεβηκὸς μᾶλλον δηλοῖ ἤπερ οὐσίαν. Οὐκ ἐκλήθη δὲ πρώτη ἡ νύξ, ἀλλ' ἡ ἡμέρα· ὥστε πρώτη ἐστὶν ἡ ἡμέρα καὶ ἐσχάτη ἡ νύξ. Ἀκολουθεῖ οὖν ἡ νὺξ τῇ ἡμέρᾳ, καὶ ἀπ' ἀρχῆς τῆς ἡμέρας ἕως τῆς ἄλλης ἡμέρας ἓν νυχθήμερόν ἐστιν· ἔφη γὰρ ἡ γραφή· «Καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωί, ἡμέρα μία». Ἐν μὲν οὖν ταῖς τρισὶν ἡμέραις ἀναχεομένου καὶ συστελλομένου τοῦ φωτὸς τῷ θείῳ προστάγματι ἥ τε ἡμέρα καὶ ἡ νὺξ ἐγίνετο. Τῇ δὲ τετάρτῃ ἡμέρᾳ ἐποίησεν ὁ θεὸς τὸν φωστῆρα τὸν μέγαν ἤτοι τὸν ἥλιον εἰς ἀρχὰς καὶ ἐξουσίας τῆς ἡμέρας (δι' αὐτοῦ γὰρ ἡ ἡμέρα συνίσταται· ἡμέρα γάρ ἐστιν ἐν τῷ τὸν ἥλιον ὑπὲρ γῆν εἶναι, καὶ διάστημα ἡμέρας ἐστὶν ὁ ἀπὸ ἀνατολῆς μέχρι δύσεως ὑπὲρ γῆν τοῦ ἡλίου δρόμος) καὶ τὸν φωστῆρα τὸν ἐλάσσω ἤτοι τὴν σελήνην καὶ τοὺς ἀστέρας εἰς ἀρχὰς καὶ ἐξουσίας τῆς νυκτὸς τοῦ φωτίζειν αὐτήν. Νὺξ δέ ἐστιν ἐν τῷ τὸν ἥλιον ὑπὸ γῆν εἶναι, καὶ διάστημα νυκτός ἐστιν ὁ ἀπὸ δύσεως μέχρις ἀνατολῆς ὑπὸ γῆν τοῦ ἡλίου δρόμος. Ἡ σελήνη τοίνυν καὶ οἱ ἀστέρες ἐτάχθησαν τὴν νύκτα φωτίζειν, οὐχ ὡς τῇ ἡμέρᾳ πάντοτε ὑπὸ γῆν ὄντες (εἰσὶ γὰρ καὶ ἐν ἡμέρᾳ ἀστέρες ἐν τῷ οὐρανῷ ὑπὲρ γῆν), ἀλλ' ὁ ἥλιος τούτους ἅμα καὶ τὴν σελήνην τῇ σφοδροτέρᾳ αἴγλῃ ἀποκρύπτων οὐκ ἐᾷ φαίνεσθαι. Τοῖς φωστῆρσι τούτοις τὸ πρωτόκτιστον φῶς ὁ δημιουργὸς ἐναπέθετο οὐχ ὡς ἀπορῶν ἄλλου φωτός, ἀλλ' ἵνα μὴ ἀργὸν ἐκεῖνο μείνῃ τὸ φῶς· φωστὴρ γάρ ἐστιν οὐκ αὐτὸ τὸ φῶς, ἀλλὰ φωτὸς δοχεῖον. Ἐκ τούτων τῶν φωστήρων ἑπτὰ πλανήτας φασί. Καὶ λέγουσιν αὐτοὺς ἐναντίαν τοῦ οὐρανοῦ κινεῖσθαι κίνησιν, διὸ καὶ πλανήτας αὐτοὺς ἐκάλεσαν· τὸν μὲν γὰρ οὐρανόν φασιν ἐξ ἀνατολῶν ἐπὶ δυσμὰς κινεῖσθαι, τοὺς δὲ πλανήτας ἐκ δυσμῶν ἐπὶ ἀνατολάς· συμπεριφέρειν δὲ τὸν οὐρανὸν τῇ ἑαυτοῦ κινήσει ὡς ὀξυτέρᾳ τοὺς ἑπτὰ πλανήτας. Τῶν δὲ ἑπτὰ πλανητῶν τὰ ὀνόματά ἐστι ταῦτα· Ἥλιος #502, Σελήνη #209, Ζεύς #200, Ἑρ μῆς #208, Ἄρης #210, Ἀφροδίτη #204, Κρόνος #206. Εἶναι δὲ καθ' ἑκάστης ζώνην τοῦ οὐρανοῦ ἕνα τῶν ἑπτὰ πλανητῶν· ἐν μὲν τῇ πρώτῃ ἤτοι ἀνωτέρᾳ τὸν Κρόνον #206, ἐν δὲ τῇ δευτέρᾳ τὸν ∆ία #200, ἐν δὲ τῇ τρίτῃ τὸν Ἄρεα #210, ἐν δὲ τῇ τετάρτῃ τὸν Ἥλιον #502, ἐν δὲ τῇ πέμπτῃ τὴν Ἀφροδίτην #204, ἐν δὲ τῇ ἕκτῃ τὸν Ἑρμῆν #208, ἐν δὲ τῇ ἑβδόμῃ καὶ κατωτέρᾳ τὴν Σελήνην #209. Τρέχουσι δὲ δρόμον ἄληκτον, ὃν ὁ δημιουργὸς ἔταξεν αὐτοῖς, καὶ καθὼς ἐθεμελίωσεν αὐτά, ὥς φησιν ὁ θεῖος ∆αυίδ· «Σελήνην καὶ ἀστέρας, ἃ σὺ ἐθεμελίωσας»· διὰ γὰρ τοῦ εἰπεῖν «ἐθεμελίωσας» ἐσήμανε τὸ πάγιον καὶ ἀμετάβλητον τῆς ὑπὸ θεοῦ δοθείσης αὐτοῖς τάξεώς τε καὶ εἱρμοῦ. Ἔταξε γὰρ αὐτοὺς εἰς καιροὺς καὶ εἰς ἡμέρας καὶ εἰς ἐνιαυτούς. ∆ιὰ μὲν γὰρ τοῦ ἡλίου αἱ τέσσαρες τροπαὶ συνίστανται. Καὶ πρώτη μὲν ἡ ἐαρινή· ἐν αὐτῇ γὰρ ἐποίησεν ὁ θεὸς τὰ σύμπαντα καὶ δηλοῖ τὸ καὶ μέχρι τοῦ νῦν ἐν αὐτῇ τῶν ἀνθῶν τὴν βλάστησιν γίνεσθαι. Ἥτις ἰσημερινὴ τροπή ἐστιν· δώδεκα γὰρ ὡρῶν τήν τε ἡμέραν καὶ τὴν νύκτα καθίστησιν. Αὕτη ἐκ τῆς μέσης ἀνατολῆς τοῦ ἡλίου συνίσταται, εὐκραὴς οὖσα, αἵματος αὐξητική, θερμὴ καὶ ὑγρὰ ὑπάρχουσα καὶ δι' ἑαυτῆς μεσιτεύουσα τῷ χειμῶνί τε καὶ τῷ θέρει, τοῦ μὲν χειμῶνος θερμοτέρα καὶ ξηροτέρα, τοῦ δὲ θέρους ψυχροτέρα καὶ ὑγροτέρα. ∆ιατείνει δὲ αὕτη ἡ ὥρα ἀπὸ Μαρτίου καʹ μέχρις Ἰουνίου κδʹ. Εἶτα ὑψουμένης τῆς τοῦ ἡλίου ἀνατολῆς ἐπὶ τὰ βορειότερα μέρη ἡ θερινὴ τροπὴ διαδέχεται, με σιτεύουσα τῷ τε ἔαρι καὶ τῷ μετοπώρῳ, ἐκ μὲν τοῦ ἔαρος τὸ θερμὸν ἔχουσα, ἐκ δὲ τοῦ μετοπώρου τὸ ξηρόν· θερμὴ γάρ ἐστι καὶ ξηρὰ καὶ τὴν ξανθὴν αὔξει χολήν. Αὕτη δὲ μεγίστην μὲν τὴν ἡμέραν ἔχει ὡρῶν πεντεκαίδεκα, τὴν δὲ νύκτα πάνυ σμικροτάτην ὡρῶν ἐννέα διάστημα ἔχουσαν. Καὶ αὕτη δὲ διατείνει ἀπὸ Ἰουνίου κδʹ μέχρι μηνὸς Σεπτεμβρίου κεʹ. Εἶτα πάλιν εἰς τὴν μέσην ἀνατολὴν τοῦ ἡλίου ἐπανιόντος ἡ μετοπωρινὴ τροπὴ τὴν θερινὴν τροπὴν ἀμείβει