1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

8

καὶ ἀσώματον, ἐκτὸς δὲ συνδυασμοῦ διά τε τὸ ἀσώματον πάλιν καὶ ἕνα μόνον εἶναι θεὸν ἀπροσδεῆ ἑτέρου, ἀτελευτήτως δὲ καὶ ἀκαταπαύστως διά τε τὸ ἄναρχον καὶ ἄχρονον καὶ ἀτελεύτητον καὶ ἀεὶ ὡσαύτως ἔχειν· τὸ γὰρ ἄναρχον ἀτελεύτητον, τὸ δὲ χάριτι ἀτελεύτητον οὐ πάντως ἄναρχον ὥσπερ οἱ ἄγγελοι. Γεννᾷ τοίνυν ὁ ἀεὶ ὢν θεὸς τὸν ἑαυτοῦ λόγον τέλειον ὄντα ἀνάρχως καὶ ἀτελευτήτως, ἵνα μὴ ἐν χρόνῳ τίκτῃ θεὸς ὁ χρόνου ἀνωτέραν ἔχων τήν τε φύσιν καὶ τὴν ὕπαρξιν. Ὁ δὲ ἄνθρωπος δῆλον ὡς ἐναντίως γεννᾷ ὑπὸ γένεσιν τελῶν καὶ φθορὰν καὶ ῥεῦσιν καὶ πληθυσμὸν καὶ σῶμα περικείμενος καὶ τὸ ἄρρεν καὶ τὸ θῆλυ ἐν τῇ φύσει κεκτημένος· ἐνδεὲς γὰρ τὸ ἄρρεν τῆς τοῦ θήλεος βοηθείας. -Ἀλλ' ἵλεως εἴη ὁ πάντων ἐπέκεινα καὶ πᾶσαν νόησιν καὶ κατάληψιν ὑπερκείμενος. ∆ιδάσκει οὖν ἡ ἁγία καθολικὴ καὶ ἀποστολικὴ ἐκκλησία ἅμα πατέρα καὶ ἅμα τὸν μονογενῆ αὐτοῦ υἱὸν ἐξ αὐτοῦ γεγεννημένον ἀχρόνως καὶ ἀρρεύστως καὶ ἀπαθῶς καὶ ἀκαταλήπτως, ὡς μόνος ὁ τῶν ὅλων οἶδε θεός. Ὥσπερ ἅμα τὸ πῦρ καὶ ἅμα τὸ ἐξ αὐτοῦ φῶς, καὶ οὐ πρῶτον τὸ πῦρ καὶ μετὰ ταῦτα τὸ φῶς ἀλλ' ἅμα, καὶ ὥσπερ τὸ φῶς ἐκ τοῦ πυρὸς ἀεὶ γεννώμενον ἀεὶ ἐν αὐτῷ ἐστι μηδαμῶς αὐτοῦ χωριζόμενον, οὕτω καὶ ὁ υἱὸς ἐκ τοῦ πατρὸς γεννᾶται μηδαμῶς αὐτοῦ χωριζόμενος, ἀλλ' ἀεὶ ἐν αὐτῷ ἐστιν. Ἀλλὰ τὸ μὲν φῶς ἐκ τοῦ πυρὸς γεννώμενον ἀχωρίστως, καὶ ἐν αὐτῷ ἀεὶ μένον οὐκ ἔχει ἰδίαν ὑπόστασιν παρὰ τὸ πῦρ, ποιότης γάρ ἐστι φυσικὴ τοῦ πυρός, ὁ δὲ υἱὸς τοῦ θεοῦ ὁ μονογενὴς ἐκ πατρὸς γεν νηθεὶς ἀχωρίστως καὶ ἀδιαστάτως καὶ ἐν αὐτῷ μένων ἀεὶ ἔχει ἰδίαν ὑπόστασιν παρὰ τὴν τοῦ πατρός. Λόγος μὲν οὖν καὶ ἀπαύγασμα λέγεται διὰ τὸ ἄνευ συνδυασμοῦ καὶ ἀπαθῶς καὶ ἀχρόνως καὶ ἀρρεύστως καὶ ἀχωρίστως γεγεννῆσθαι ἐκ τοῦ πατρός, υἱὸς δὲ καὶ χαρακτὴρ τῆς πατρικῆς ὑποστάσεως διὰ τὸ τέλειον καὶ ἐνυπόστατον καὶ κατὰ πάντα ὅμοιον τῷ πατρὶ εἶναι πλὴν τῆς ἀγεννησίας, μονογενὴς δέ, ὅτι μόνος ἐκ μόνου τοῦ πατρὸς μόνως ἐγεννήθη. Οὐδὲ γὰρ ὁμοιοῦται ἑτέρα γέννησις τῇ τοῦ υἱοῦ τοῦ θεοῦ γεννήσει, οὐδὲ γάρ ἐστιν ἄλλος υἱὸς τοῦ θεοῦ· εἰ γὰρ καὶ τὸ πνεῦμα τὸ ἅγιον ἐκ τοῦ πατρὸς ἐκπορεύεται, ἀλλ' οὐ γεννητῶς ἀλλ' ἐκπορευτῶς. Ἄλλος τρόπος ὑπάρξεως οὗτος ἄληπτός τε καὶ ἄγνωστος, ὥσπερ καὶ ἡ τοῦ υἱοῦ γέννησις. ∆ιὸ καὶ πάντα, ὅσα ἔχει ὁ πατήρ, αὐτοῦ εἰσι πλὴν τῆς ἀγεννησίας, ἥτις οὐ σημαίνει οὐσίας διαφορὰν οὐδὲ ἀξίωμα, ἀλλὰ τρόπον ὑπάρξεως, ὥσπερ καὶ ὁ Ἀδὰμ ἀγέννητος ὤν (πλάσμα γάρ ἐστι θεοῦ) καὶ ὁ Σὴθ γεννητός (υἱὸς γάρ ἐστιν τοῦ Ἀδάμ) καὶ ἡ Εὔα ἐκ τῆς τοῦ Ἀδὰμ πλευρᾶς ἐκπορευθεῖσα (οὐ γὰρ ἐγεννήθη αὕτη) οὐ φύσει διαφέρουσιν ἀλλήλων (ἄνθρωποι γάρ εἰσιν), ἀλλὰ τῷ τῆς ὑπάρξεως τρόπῳ. Χρὴ γὰρ εἰδέναι, ὅτι τὸ ἀγένητον διὰ τοῦ ἑνὸς Νῦ γραφόμενον τὸ ἄκτιστον ἤτοι τὸ μὴ γενόμενον σημαίνει, τὸ δὲ ἀγέννητον διὰ τῶν δύο Νῦ γραφόμενον δηλοῖ τὸ μὴ γεννηθέν. Κατὰ μὲν οὖν τὸ πρῶτον σημαινόμενον διαφέρει οὐσία οὐσίας· ἄλλη γὰρ οὐσία ἡ ἄκτιστος ἤτοι ἀγένητος (διὰ τοῦ ἑνὸς Νῦ), καὶ ἄλλη ἡ γενητὴ ἤτοι κτιστή. Κατὰ δὲ τὸ δεύτερον σημαινόμενον οὐ διαφέρει οὐσία οὐσίας· παντὸς γὰρ εἴδους ζῴων ἡ πρώτη ὑπόστασις ἀγέννητός ἐστιν, ἀλλ' οὐκ ἀγένητος· ἐκτίσθησαν μὲν γὰρ ὑπὸ τοῦ δημιουργοῦ τῷ λόγῳ αὐτοῦ παραχθέντα εἰς γένεσιν, οὐ μὴν ἐγεννήθησαν μὴ προϋπάρχοντος ἑτέρου ὁμοειδοῦς, ἐξ οὗ γεννηθῶσι. Κατὰ μὲν οὖν τὸ πρῶτον σημαινόμενον κοινωνοῦσιν αἱ τρεῖς τῆς ἁγίας θεότητος ὑπέρθεοι ὑποστάσεις (ὁμοούσιοι γὰρ καὶ ἄκτιστοι ὑπάρχουσι), κατὰ δὲ τὸ δεύτερον σημαινόμενον οὐδαμῶς (μόνος γὰρ ὁ πατὴρ ἀγέννητος· οὐ γὰρ ἐξ ἑτέρας ἐστὶν αὐτῷ ὑποστάσεως τὸ εἶναι) καὶ μόνος ὁ υἱὸς γεννητός (ἐκ τῆς τοῦ πατρὸς γὰρ οὐσίας ἀνάρχως καὶ ἀχρόνως γεγέννηται) καὶ μόνον τὸ πνεῦμα τὸ ἅγιον ἐκπορευτὸν ἐκ τῆς οὐσίας τοῦ πατρός, οὐ γεννώμενον ἀλλ' ἐκπορευόμενον. Οὕτω μὲν τῆς θείας διδασκούσης γραφῆς, τοῦ δὲ τρόπου τῆς γεννήσεως καὶ τῆς ἐκπορεύσεως ἀκαταλήπτου ὑπάρχοντος. Καὶ τοῦτο δὲ ἰστέον, ὡς οὐκ ἐξ ἡμῶν μετηνέχθη ἐπὶ τὴν μακαρίαν θεότητα τὸ τῆς πατρότητος καὶ υἱότητος καὶ ἐκπορεύσεως ὄνομα, τοὐναντίον δὲ