1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

71

οὐκ ἀληθείᾳ γέγονεν, ἃ γεγονέναι φησὶ τὸ εὐαγγέλιον, τὴν πεῖναν, τὴν δίψαν, τοὺς ἥλους, τὴν τῆς πλευρᾶς νύξιν, τὸν θάνατον. Εἰ δὲ δοκήσει γέγονε, φενακισμὸς καὶ σκηνὴ τὸ τῆς οἰκονομίας μυστήριον, καὶ δοκήσει καὶ οὐκ ἀληθείᾳ γέγονεν ἄνθρωπος, καὶ δοκήσει καὶ οὐκ ἀληθείᾳ σεσώσμεθα. Ἀλλ' ἄπαγε, καὶ οἱ ταῦτα λέγοντες τῆς σωτηρίας ἀμοιρείτωσαν. Ἡμεῖς δὲ τῆς ἀληθοῦς σωτηρίας ἐτύχομεν καὶ τευξόμεθα. Κατὰ δὲ τὸ δεύτερον τῆς φθορᾶς σημαινόμενον ἄφθαρτον ἤτοι ἀδιάφθορον ὁμολογοῦμεν τὸ τοῦ κυρίου σῶμα, καθὼς ἡμῖν οἱ θεοφόροι πατέρες παραδεδώκασι. Μετὰ μέντοι τὴν ἐκ νεκρῶν ἀνάστασιν τοῦ σωτῆρος καὶ κατὰ τὸ πρῶτον σημαινόμενον ἄφθαρτον τὸ τοῦ κυρίου σῶμά φαμεν· καὶ τῷ ἡμετέρῳ γὰρ σώματι τήν τε ἀνάστασιν καὶ τὴν μετὰ ταῦτα ἀφθαρσίαν ὁ κύριος διὰ τοῦ ἰδίου ἐδωρήσατο σώματος, αὐτὸς ἀπαρχὴ τῆς τε ἀναστάσεως καὶ τῆς ἀφθαρσίας καὶ τῆς ἀπαθείας ἡμῖν γενόμενος. «∆εῖ γὰρ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν», φησὶν ὁ θεῖος ἀπόστολος.

73 Περὶ τῆς ἐν τῷ ᾅδῃ καθόδου Κάτεισιν εἰς ᾅδην ψυχὴ τεθεωμένη, ἵνα,

ὥσπερ τοῖς ἐν γῇ ὁ τῆς δικαιοσύνης ἀνέτειλεν ἥλιος, οὕτω καὶ τοῖς ὑπὸ γῆν ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις ἐπιλάμψῃ τὸ φῶς· ἵνα, ὥσπερ τοῖς ἐν γῇ εὐηγγελίσατο εἰρήνην, αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν, καὶ τοῖς πιστεύσασι γέγονεν αἴτιος σωτηρίας αἰωνίου, τοῖς δὲ ἀπειθήσασιν ἔλεγχος ἀπιστίας, οὕτω καὶ τοῖς ἐν ᾅδου· «ἵνα αὐτῷ κάμψῃ πᾶν γόνυ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων», καὶ οὕτω τοὺς ἀπ' αἰῶνος λύσας πεπεδημένους αὖθις ἐκ νεκρῶν ἀνεφοίτησεν ὁδοποιήσας ἡμῖν τὴν ἀνάστασιν.

74 Περὶ τῶν μετὰ τὴν ἀνάστασιν Μετὰ δὲ τὴν ἐκ νεκρῶν ἀνάστασιν πάντα

μὲν τὰ πάθη ἀπέθετο, φθορὰν λέγω πεῖνάν τε καὶ δίψαν, ὕπνον καὶ κάματον καὶ τὰ τοιαῦτα. Εἰ γὰρ καὶ ἐγεύσατο βρώσεως μετὰ τὴν ἀνάστασιν, ἀλλ' οὐ νόμῳ φύσεως (οὐ γὰρ ἐπείνασεν), οἰκονομίας δὲ τρόπῳ τὸ ἀληθὲς πιστούμενος τῆς ἀναστάσεως, ὡς αὐτή ἐστιν ἡ σὰρξ ἡ παθοῦσα καὶ ἀναστᾶσα· οὐδὲν δὲ τῶν τῆς φύσεως μερῶν ἀπέθετο, οὐ σῶμα, οὐ ψυχήν, ἀλλὰ καὶ τὸ σῶμα καὶ τὴν ψυχὴν λογικήν τε καὶ νοεράν, θελητικήν τε καὶ ἐνεργητικὴν κέκτηται, καὶ οὕτως εἰς οὐρανοὺς ἀνεφοίτησεν καὶ οὕτως ἐν δεξιᾷ τοῦ πατρὸς καθέζεται, θέλων θεϊκῶς τε καὶ ἀνθρωπίνως τὴν ἡμῶν σωτηρίαν καὶ ἐνεργῶν, θεϊκῶς μὲν τὴν τῶν ὅλων πρόνοιάν τε καὶ συντήρησιν καὶ κυβέρνησιν, ἀνθρωπίνως δὲ μεμνημένος τῶν ἐπὶ γῆς διατριβῶν, ὁρῶν τε καὶ γινώσκων, ὡς ὑπὸ πάσης προσκυνεῖται τῆς λογικῆς κτίσεως. Γινώσκει γὰρ ἡ ἁγία αὐτοῦ ψυχή, ὅτι τε καθ' ὑπόστασιν ἥνωται τῷ θεῷ λόγῳ, καὶ συμπροσκυνεῖται ὡς θεοῦ ψυχὴ καὶ οὐχ ὡς ἁπλῶς ψυχή. Καὶ τὸ ἀναβῆναι δὲ ἐκ γῆς εἰς οὐρανοὺς καὶ τὸ καταβῆναι πάλιν ἐνέργειαί εἰσι περιγραφομένου σώματος· «Οὕτως» γὰρ πάλιν «ἐλεύσεται», φησί, πρὸς ὑμᾶς, «ὃν τρόπον ἐθεάσασθε αὐτὸν πορευόμενον εἰς τὸν οὐρανόν». 75 Περὶ τῆς ἐκ δεξιῶν τοῦ πατρὸς καθέδρασ Ἐκ δεξιῶν δὲ τοῦ θεοῦ καὶ πατρὸς κεκαθικέναι φαμὲν τὸν Χριστὸν σωματικῶς, οὐ τοπικὴν δὲ δεξιὰν τοῦ πατρὸς λέγομεν. Πῶς γὰρ ὁ ἀπερίγραπτος τοπικὴν σχοίη δεξιάν; ∆εξιὰ γὰρ καὶ ἀριστερὰ τῶν περιγραφομένων εἰσί. ∆εξιὰν δὲ τοῦ πατρὸς λέγομεν τὴν δόξαν καὶ τιμὴν τῆς θεότητος, ἐν ᾗ ὁ τοῦ θεοῦ υἱὸς πρὸ αἰώνων ὑπάρχων, ὡς θεὸς καὶ τῷ πατρὶ ὁμοούσιος, ἐπ' ἐσχάτων σαρκωθεὶς καὶ σωματικῶς κάθηται συνδοξασθείσης τῆς σαρκὸς αὐτοῦ· προσκυνεῖται γὰρ μιᾷ προσκυνήσει μετὰ τῆς σαρκὸς αὐτοῦ ὑπὸ πάσης τῆς κτίσεως. 76 Πρὸς τοὺς λέγοντας· Εἰ δύο φύσεις ὁ Χριστός, ἢ καὶ τῇ κτίσει λατρεύετε φύσιν κτιστὴν προσκυνοῦντες ἢ μίαν φύσιν προσκυνητὴν λέγετε καὶ μίαν ἀπροσκύνητον Τὸν υἱὸν τοῦ θεοῦ σὺν τῷ πατρὶ καὶ τῷ