1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

69

θεότης πάθος προσίεται δίχα πάσχοντος σώματος οὐδὲ ταραχὴν καὶ λύπην ἐπιδείκνυται δίχα ψυχῆς λυπουμένης καὶ ταρασσομένης οὔτε ἀδημονεῖ καὶ προσεύχεται δίχα νοήσεως ἀδημονούσης καὶ προσευχομένης, ἀλλὰ γὰρ κἂν μὴ ἡττήματι φύσεως συνέβαινε τὰ γινόμενα, ἀλλ' ἐπιδείξει ὑπάρξεως ἐγίνετο τὰ γινόμενα». Τὸ δὲ «ἡττήματι φύσεως μὴ συμβαίνειν τὰ γινόμενα» τὸ μὴ ἀκουσίως ταῦτα ὑπομένειν δηλοῖ. 68 Περὶ τῆς τοῦ κυρίου προσευχῆσ Προσευχή ἐστιν ἀνάβασις νοῦ πρὸς θεὸν ἢ αἴτησις τῶν προσηκόντων παρὰ θεοῦ. Πῶς οὖν ὁ κύριος ἐπὶ Λαζάρου καὶ τῷ καιρῷ τοῦ πάθους προσηύχετο; Οὔτε γὰρ ἀναβάσεως τῆς πρὸς τὸν θεὸν ἐδεῖτο ὁ ἅγιος αὐτοῦ νοῦς ἅπαξ καθ' ὑπόστασιν τῷ θεῷ λόγῳ ἡνωμένος οὔτε τῆς παρὰ θεοῦ αἰτήσεως· εἷς γάρ ἐστιν ὁ Χριστός· ἀλλὰ τὸ ἡμέτερον οἰκειούμενος πρόσωπον καὶ τυπῶν ἐν ἑαυτῷ τὸ ἡμέτερον καὶ ὑπογραμμὸς ἡμῖν γινόμενος καὶ διδάσκων ἡμᾶς παρὰ θεοῦ αἰτεῖν καὶ πρὸς αὐτὸν ἀνατείνεσθαι καὶ διὰ τοῦ ἁγίου αὐτοῦ νοῦ ὁδοποιῶν ἡμῖν τὴν πρὸς θεὸν ἀνάβασιν. Ὥσπερ γὰρ τὰ πάθη ὑπέμεινεν ἡμῖν τὴν κατ' αὐτῶν νίκην βραβεύων, οὕτω καὶ προσεύχεται ἡμῖν ὁδοποιῶν, ὡς ἔφην, τὴν πρὸς θεὸν ἀνάβασιν καὶ καταλλάττων ἡμῖν τὸν ἑαυτοῦ πατέρα καὶ ὡς ἀρχὴν καὶ αἰτίαν ἑαυτοῦ τοῦτον τιμῶν καὶ δεικνύς, ὡς οὐκ ἔστιν ἀντίθεος. Ὅτε μὲν γὰρ ἔλεγεν ἐπὶ Λαζάρου· «Πάτερ, εὐχαριστῶ σοι, ὅτι ἤκουσάς μου. Ἐγὼ δὲ ᾔδειν, ὅτι πάντοτέ μου ἀκούεις, ἀλλὰ διὰ τὸν παρεστηκότα ὄχλον εἶπον, ἵνα γνῶσιν, ὅτι σύ με ἀπέστειλας», οὐ πᾶσι σαφέστατον πέφυκεν, ὅτι ὡς ἀρχὴν ἑαυτοῦ καὶ αἰτίαν τιμῶν τὸν ἑαυτοῦ πατέρα καὶ δεικνύς, ὡς οὐκ ἔστιν ἀντίθεος; Ὅτε δὲ ἔλεγε· «Πάτερ, εἰ δυνατόν, παρελθέτω ἀπ' ἐμοῦ τὸ ποτήριον τοῦτο· πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ' ὡς σύ», οὐ παντί που δῆλόν ἐστιν, ὡς διδάσκων ἡμᾶς ἐν τοῖς πειρασμοῖς παρὰ μόνου θεοῦ αἰτεῖν τὴν βοήθειαν καὶ τὸ θεῖον τοῦ ἡμετέρου προκρίνειν θελήματος καὶ δεικνύς, ὡς ἀληθῶς τὰ τῆς ἡμετέρας ᾠκειώσατο φύσεως ὅτι τε κατὰ ἀλήθειαν δύο θελήματα φυσικὰ μὲν καὶ τῶν αὐτοῦ κατάλληλα φύσεων, ἀλλ' οὐχ ὑπεναντία κέκτηται; «Πάτερ», φησὶν ὡς ὁμοούσιος, «εἰ δυνατόν», οὐκ ἀγνοῶν-τί δὲ καὶ τῷ θεῷ ἀδύνατον; -, ἀλλὰ παιδαγωγῶν ἡμᾶς τὸ θεῖον τοῦ ἡμετέρου προκρίνειν θελήματος· τοῦτο γὰρ μόνον ἀδύνατον, ὃ θεὸς οὐ βούλεται οὐδὲ παραχωρεῖ. «Πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ' ὡς σύ», ὡς μὲν θεὸς ταυτοτελὴς ὢν τῷ πατρί, ὡς δὲ ἄνθρωπος τὸ τῆς ἀνθρωπότητος πεφυκὸς ἐνδείκνυται θέλημα· τοῦτο γὰρ φυσικῶς παραιτεῖται τὸν θάνατον. Τὸ δὲ «θεέ μου, θεέ μου, ἱνατί με ἐγκατέλιπες;» τὸ ἡμέτερον οἰκειούμενος ἔφησε πρόσωπον· οὔτε γὰρ θεὸς αὐτοῦ ὁ πατήρ, εἰ μή γε διαιρεθέντος ἰσχναῖς τοῦ νοῦ φαντασίαις τοῦ ὁρωμένου ἐκ τοῦ νοουμένου, τάσσοιτο μεθ' ἡμῶν, οὔτε κατελείφθη ὑπὸ τῆς οἰκείας θεότητος, ἀλλ' ἡμεῖς ἦμεν οἱ ἐγκαταλελειμμένοι καὶ παρεωραμένοι. Ὥστε τὸ ἡμέτερον οἰκειούμενος πρόσωπον ταῦτα προσηύξατο. 69 Περὶ οἰκειώσεωσ Χρὴ εἰδέναι, ὡς δύο οἰκειώσεις· μία φυσικὴ καὶ οὐσιώδης, καὶ μία προσωπικὴ καὶ σχετική. Φυσικὴ μὲν οὖν καὶ οὐσιώδης, καθ' ἣν διὰ φιλανθρωπίαν ὁ κύριος τήν τε φύσιν ἡμῶν καὶ τὰ φυσικὰ πάντα ἀνέλαβε φύσει καὶ ἀληθείᾳ γενόμενος ἄνθρωπος καὶ τῶν φυσικῶν ἐν πείρᾳ γενόμενος· προσωπικὴ δέ, ὅτε τις τὸ ἑτέρου ὑποδύεται πρόσωπον διὰ σχέσιν, οἶκτόν φημι ἢ ἀγάπην, καὶ ἀντ' αὐτοῦ τοὺς ὑπὲρ αὐτοῦ ποιεῖται λόγους μηδὲν αὐτῷ προσήκοντας, καθ' ἣν τήν τε κατάραν καὶ τὴν ἐγκατάλειψιν ἡμῶν καὶ τὰ τοιαῦτα οὐκ ὄντα φυσικά, οὐκ αὐτὸς ταῦτα ὢν ἢ γενόμενος ᾠκειώσατο, ἀλλὰ τὸ ἡμέτερον ἀναδεχόμενος πρόσωπον καὶ μεθ' ἡμῶν τασσόμενος. 70 Περὶ τοῦ πάθους τοῦ σώματος τοῦ κυρίου καὶ τῆς ἀπαθείας τῆς αὐτοῦ θεότητοσ Αὐτὸς οὖν ὁ τοῦ θεοῦ λόγος πάντα ὑπέμεινε σαρκὶ τῆς θείας καὶ μόνης ἀπαθοῦς αὐτοῦ φύσεως ἀπαθοῦς μενούσης. Τοῦ γὰρ ἑνὸς Χριστοῦ τοῦ ἐκ θεότητός τε καὶ ἀνθρωπότητος συντεθειμένου, ἐν θεότητί τε καὶ ἀνθρωπότητι ὄντος, πάσχοντος τὸ μὲν παθητὸν ὡς πεφυκὸς πάσχειν ἔπασχεν, οὐ συνέπασχε δὲ τὸ ἀπαθές. Ἡ μὲν γὰρ ψυχὴ παθητὴ οὖσα, τοῦ σώματος τεμνομένου αὐτὴ μὴ τεμνομένη συναλγεῖ καὶ