1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

27

ἀπὸ Τίγας ἕως στόματος Κανωβικοῦ στάδια β&, θσνβʹ, τῆς δὲ Ἀσίας ἀπὸ Κανώβου ἕως Τανάιδος ποταμοῦ μετὰ τῶν κόλπων ὁ παράπλους στάδια δ&, ριαʹ. Ὁμοῦ παράλιος σὺν κόλποις τῆς καθ' ἡμᾶς οἰκουμένης στάδια ι&γ&, θοβʹ.

24 Περὶ γῆς καὶ τῶν ἐξ αὐτῆσ Ἡ γῆ ἓν τῶν τεσσάρων στοιχείων ἐστὶ ξηρόν τε

καὶ ψυχρὸν καὶ βαρὺ καὶ ἀκίνητον, ὑπὸ τοῦ θεοῦ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι τῇ πρώτῃ ἡμέρᾳ παρηγμένον. «Ἐν ἀρχῇ» γάρ, φησίν, «ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν». Ἧς τὴν ἕδραν καὶ τὴν βάσιν οὐδεὶς ἀνθρώπων εἰπεῖν δεδύνηται· οἱ μὲν γὰρ ἐπὶ ὑδάτων φασὶν ἡδράσθαι καὶ πεπῆχθαι αὐτήν, ὥς φησιν ὁ θεῖος ∆αυίδ· «Τῷ στερεώσαντι τὴν γῆν ἐπὶ τῶν ὑδάτων», οἱ δὲ ἐπὶ τοῦ ἀέρος. Ἄλλος δέ φησιν· «Ὁ ἑδράσας τὴν γῆν ἐπ' οὐδενός». Καὶ πάλιν ὁ θεηγόρος ∆αυὶδ ὡς ἐκ προσώπου τοῦ δημιουργοῦ· «Ἐγώ», φησίν, «ἐστερέωσα τοὺς στύλους αὐτῆς», τὴν συνεκτικὴν αὐτῆς δύναμιν στύλους ὀνομάσας. Τὸ δὲ «ἐπὶ θαλασσῶν ἐθεμελίωσεν αὐτὴν» δηλοῖ τὸ πανταχόθεν περικεχύσθαι τῇ γῇ τὴν τοῦ ὕδατος φύσιν. Κἂν οὖν ἐφ' ἑαυτῆς, κἂν ἐπὶ ἀέρος, κἂν ἐπὶ ὑδάτων, κἂν ἐπ' οὐδενὸς δῶμεν ἡδράσθαι αὐτήν, χρὴ μὴ ἀφίστασθαι τῆς εὐσεβοῦς ἐννοίας, ἀλλὰ πάντα ὁμοῦ συγκρατεῖσθαι, ὁμολογεῖν καὶ συνέχεσθαι τῇ δυνάμει τοῦ κτίσαντος. Ἐν ἀρχῇ μὲν οὖν, καθώς φησιν ἡ γραφή, ὑπὸ ὑδάτων ἐκεκάλυπτο καὶ ἀκατασκεύαστος ἤτοι ἀκόσμητος ἦν. Τοῦ δὲ θεοῦ προστάξαντος τὰ τῶν ὑδάτων δοχεῖα γεγόνασι, καὶ τότε τὰ ὄρη ὑπῆρξαν, τῷ τε θείῳ προστάγματι τὸν οἰκεῖον ἀπειλήφει κόσμον παντοδαπέσι χλόαις καὶ φυτοῖς ὡραϊσθεῖσα, οἷς τὸ θεῖον ἐνέθηκε πρόσταγμα δύναμιν αὐξητικήν τε καὶ θρεπτικὴν καὶ σπερματικὴν ἤτοι ὁμοίου γεννητικήν. Ἐξήγαγε δὲ τοῦ δημιουργοῦ κελεύσαντος καὶ παντοῖα γένη ζῴων ἑρπετῶν τε καὶ θηρίων καὶ κτηνῶν. Πάντα μὲν πρὸς τὴν τοῦ ἀνθρώπου εὔκαιρον χρῆσιν, ἀλλὰ τούτων τὰ μὲν πρὸς βρῶσιν οἷον ἐλάφους, πρόβατα, δορκάδας καὶ τὰ τοιαῦτα, τὰ δὲ πρὸς διακονίαν οἷον καμήλους, βόας, ἵππους, ὄνους καὶ τὰ τοιαῦτα, τὰ δὲ πρὸς τέρψιν οἷον πιθήκους· καὶ τῶν ὀρνέων κίσσας τε καὶ ψιττακοὺς καὶ τὰ τοιαῦτα, καὶ τῶν φυτῶν δὲ καὶ βοτανῶν τὰ μὲν κάρπιμα καὶ ἐδώδιμα, τὰ δὲ εὐώδη καὶ ἀνθηρὰ πρὸς τέρψιν ἡμῖν δεδομένα οἷον τὸ ῥόδον καὶ τὰ τοιαῦτα, τὰ δὲ πρὸς νοσημάτων ἴασιν. Οὐκ ἔστι γὰρ οὐδὲν ζῷον οὐδὲ φυτόν, ἐν ᾧ οὐκ ἐνέργειάν τινα τῇ τῶν ἀνθρώπων χρείᾳ χρησιμεύουσαν ὁ δημιουργὸς ἐναπέθετο· ὁ γὰρ τὰ πάντα πρὶν γενέσεως αὐτῶν ἐπιστάμενος εἰδώς, ὡς μέλλει ἐν αὐτεξουσίῳ παραβάσει ὁ ἄνθρωπος γενέσθαι καὶ τῇ φθορᾷ παραδίδοσθαι, πάντα πρὸς εὔκαιρον χρῆσιν αὐτοῦ, τά τε ἐν τῷ στερεώματι ἔν τε τῇ γῇ καὶ τὰ ἐν ὕδασιν ἔκτισε. Πρὸ μὲν οὖν τῆς παραβάσεως, πάντα ὑποχείρια τῷ ἀνθρώπῳ ἦν· ἄρχοντα γὰρ αὐτὸν κατέστησεν ὁ θεὸς πάντων τῶν ἐν τῇ γῇ καὶ τῶν ἐν τοῖς ὕδασι. Καὶ ὁ ὄφις δὲ συνήθης τῷ ἀνθρώπῳ ἦν μᾶλλον τῶν ἄλλων αὐτῷ προσερχόμενος καὶ τερπνοῖς προσομιλῶν τοῖς κινήμασιν. Ὅθεν δι' αὐτοῦ τὴν κακίστην ὁ ἀρχέκακος διάβολος ὑποθήκην τοῖς προπάτορσιν εἰσηγήσατο. Καὶ ἡ γῆ δὲ αὐτομάτη τοὺς καρποὺς ἔφερε πρὸς χρείαν τῶν ὑποχειρίων αὐτῷ ζῴων, καὶ οὔτε ὄμβρος ἦν τῇ γῇ οὔτε χειμών. Μετὰ δὲ τὴν παράβασιν, ἡνίκα «παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις καὶ ὡμοιώθη αὐτοῖς», ἄρχειν ἐν ἑαυτῷ τὴν ἄλογον ἐπιθυμίαν τοῦ λογικοῦ νοῦ παρασκευάσας, παρήκοος τῆς τοῦ δεσπότου ἐντολῆς γενόμενος, ἐπανέστη τῷ ὑπὸ τοῦ δημιουργοῦ χειροτονηθέντι ἄρχοντι ἡ ὑποχείριος κτίσις, ἐν ἱδρῶτι ἐργάζεσθαι τὴν γῆν, ἐξ ἧς ἐλήφθη. Ἀλλ' οὐδὲ νῦν ἄχρηστος ἡ τῶν θηρίων χρῆσις ἐκφοβοῦσα καὶ πρὸς ἐπίγνωσιν καὶ ἐπίκλησιν τοῦ πεποιηκότος φέρουσα θεοῦ. Καὶ ἡ ἄκανθα δὲ μετὰ τὴν παράβασιν ἐξεφύη τῆς γῆς κατὰ τὴν τοῦ κυρίου ἀπόφασιν, μεθ' ἣν συνεζεύχθη καὶ τῇ ἀπολαύσει τοῦ ῥόδου ἡ ἄκανθα εἰς ὑπόμνησιν τῆς παραβάσεως ἡμᾶς ἄγουσα, δι' ἣν ἀκάνθας καὶ τριβόλους ἡ γῆ ἀνατέλλειν ἡμῖν κατεδικάσθη. Ὅτι μὲν ταῦτα οὕτως ἔχει, πιστευτέον ἐκ τοῦ καὶ μέχρι τοῦ νῦν τὴν τούτων διαμονὴν ἐνεργεῖν τὸν