1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

21

κατιόντος ἡλίου ἐνταῦθα μὲν νύκτα, ἐκεῖσε δὲ ἡμέραν. Ἕτεροι δὲ ἡμισφαίριον τὸν οὐρανὸν ἐφαντάσθησαν ἐκ τοῦ τὸν θεηγόρον ∆αυὶδ λέγειν· «Ὁ ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέρριν», ὅπερ δηλοῖ τὴν σκηνήν, καὶ τὸν μακάριον Ἡσαΐαν· «Ὁ στήσας τὸν οὐρανὸν ὡσεὶ καμάραν», καὶ ὅτι δύνων ὅ τε ἥλιος καὶ ἡ σελήνη καὶ τὰ ἄστρα κυκλοῖ τὴν γῆν ἀπὸ δύσεως ἐπὶ βορρᾶν καὶ οὕτω πάλιν ἐπὶ τὴν ἀνατολὴν ἀφικνεῖται. Ὅμως, εἴτε οὕτως, εἴτε ἐκείνως, ἅπαντα τῷ θείῳ προστάγματι γέγονέ τε καὶ ἥδρασται καὶ τὸ θεῖον θέλημά τε καὶ βούλημα θεμέλιον ἀσάλευτον κέκτηται. «Αὐτὸς γὰρ εἶπε, καὶ ἐγενήθησαν· αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν. Ἔστησεν αὐτὰ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· πρόσταγμα ἔθετο, καὶ οὐ παρελεύσεται». Ἔστι μὲν οὖν οὐρανὸς τοῦ οὐρανοῦ ὁ πρῶτος οὐρανός, ἐπάνω ὑπάρχων τοῦ στερεώματος. Ἰδοὺ δύο οὐρανοί· «καὶ τὸ στερέωμα γὰρ ἐκάλεσεν ὁ θεὸς οὐρανόν». Σύνηθες δὲ τῇ θείᾳ γραφῇ καὶ τὸν ἀέρα οὐρανὸν καλεῖν διὰ τὸ ὁρᾶσθαι ἄνω. «Εὐλογεῖτε» γάρ, φησί, «πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ», τοῦ ἀέρος λέγω. Ὁ ἀὴρ γὰρ τῶν πετεινῶν ἐστι πορεία, καὶ οὐχ ὁ οὐρανός. Ἰδοὺ τρεῖς οὐρανοί, οὓς ὁ θεῖος ἔφη ἀπόστολος. Εἰ δὲ καὶ τὰς ἑπτὰ ζώνας ἑπτὰ οὐρανοὺς ἐκλαβεῖν θελήσειας, οὐδὲν τῷ λόγῳ τῆς ἀληθείας λυμαίνεται. Σύνηθες δὲ καὶ τῇ Ἑβραΐδι φωνῇ τὸν οὐρανὸν πληθυντικῶς καλεῖν οὐρανούς. Οὐρανὸν οὐρανοῦ βουλομένη εἰπεῖν οὐρανοὺς οὐρανῶν ἔφησεν, ὅπερ δηλοῖ οὐρανὸν οὐρανοῦ τὸν ἐπάνω τοῦ στερεώματος, καὶ τὰ ὕδατα δὲ τὰ ἐπάνω τῶν οὐρανῶν ἢ τοῦ ἀέρος καὶ τοῦ στερεώματος ἢ τῶν ἑπτὰ ζωνῶν τοῦ στερεώματος ἢ τοῦ στερεώματος τῇ συνηθείᾳ τῆς Ἑβραΐδος πληθυντικῶς οὐρανῶν ὀνομαζομένου. Πάντα μὲν οὖν τὰ κατὰ γένεσιν ὑπόκειται φθορᾷ κατὰ τὴν τῆς φύσεως ἀκολουθίαν, καὶ οἱ οὐρανοί, χάριτι δὲ θεοῦ συνέχονταί τε καὶ συντηροῦνται. Μόνον δὲ τὸ θεῖον ἄναρχόν τε φύσει καὶ ἀτελεύτητον. ∆ιὸ καὶ εἴρηται· «Αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις» (ὅμως οὐκ εἰς τὸ παντελὲς ἀφανισθήσονται οἱ οὐρανοί)· «παλαιωθήσονται μὲν γὰρ καὶ ὡσεὶ περιβόλαιον εἱλιγήσονται καὶ ἀλλαγήσονται» καὶ «ἔσται οὐρανὸς καινὸς καὶ γῆ καινή». Πολλῷ δὲ τῷ μέτρῳ ὁ οὐρανὸς μείζων ὑπάρχει τῆς γῆς. Τὴν μέντοι οὐσίαν τοῦ οὐρανοῦ οὐ δεῖ ζητεῖν ἄγνωστον ἡμῖν οὖσαν. Μηδεὶς δὲ ἐψυχωμένους τοὺς οὐρανοὺς ἢ τοὺς φωστῆρας ὑπολαμβανέτω· ἄψυχοι γάρ εἰσι καὶ ἀναίσθητοι. Ὥστε εἰ καί φησιν ἡ θεία γραφή· «Εὐφραινέσθωσαν οἱ οὐρανοί, καὶ ἀγαλλιάσθω ἡ γῆ», τοὺς ἐν οὐρανῷ ἀγγέλους καὶ τοὺς ἐν τῇ γῇ ἀνθρώπους πρὸς εὐφροσύνην καλεῖ· οἶδε δὲ ἡ γραφὴ καὶ προσωποποιεῖν, καὶ ὡς ἐπὶ ἐμψύχων περὶ τῶν ἀψύχων διαλέγεσθαι, ὡς τὸ «ἡ θάλασσα εἶδε καὶ ἔφυγεν, ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω», καὶ «τί σοί ἐστι, θάλασσα, ὅτι ἔφυγες»; καὶ ὄρη καὶ βουνοὶ ἐρωτῶνται λόγους σκιρτήσεως, ὥσπερ καὶ ἡμῖν σύνηθες λέγειν· συνήχθη ἡ πόλις, οὐ τὰς οἰκοδομὰς σημαίνειν βουλομένοις, ἀλλὰ τοὺς τῆς πόλεως οἰκήτορας· καὶ «οἱ οὐρανοὶ διηγοῦνται δόξαν θεοῦ», οὐ φωνὴν ὠσὶν αἰσθητοῖς ἀκουομένην ἀφιέντες, ἀλλ' ἐκ τοῦ οἰκείου μεγέθους τὴν τοῦ δημιουργοῦ δύναμιν ἡμῖν παριστάνοντες, ὧν τὸ κάλλος κατανοοῦντες τὸν ποιητὴν ὡς ἀριστοτέχνην δοξάζομεν.

21 Περὶ φωτός, πυρός, φωστήρων ἡλίου τε καὶ σελήνης καὶ ἄστρων Τὸ πῦρ ἓν

τῶν τεσσάρων στοιχείων ἐστί, κοῦφόν τε καὶ ἀνωφερέστερον τῶν λοιπῶν καυστικόν τε καὶ φωτιστικόν, τῇ πρώτῃ ἡμέρᾳ ὑπὸ τοῦ δημιουργοῦ κτισθέν· φησὶ γὰρ ἡ θεία γραφή· «Καὶ εἶπεν ὁ θεός· Γενηθήτω φῶς, καὶ ἐγένετο φῶς». Οὐχ ἕτερον γάρ ἐστι τὸ πῦρ εἰ μὴ τὸ φῶς, ὥς τινές φασιν. Ἕτεροι δὲ τὸ κοσμικὸν πῦρ ὑπὲρ τὸν ἀέρα φασίν, ὃ καλοῦσιν αἰθέρα. Ἐν ἀρχῇ μὲν οὖν ἐποίησεν ὁ θεὸς τὸ φῶς, ἤτοι τῇ πρώτῃ ἡμέρᾳ καλλωπισμὸν καὶ κόσμον πάσης τῆς ὁρατῆς κτίσεως· ἄφελε γὰρ τὸ φῶς, καὶ πάντα ἐν τῷ σκότει ἀδιάγνωστα μένουσι τὴν οἰκείαν μὴ δυνάμενα εὐπρέπειαν ἐπιδείξασθαι. «Ἐκάλεσε δὲ ὁ θεὸς τὸ μὲν φῶς ἡμέραν, τὸ δὲ σκότος