1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

11

ἀναφερομένων, οὐ συντιθεμένων οὐδὲ συναλειφομένων κατὰ τὴν Σαβελλίου συναίρεσιν-ἑνοῦνται γάρ, ὡς ἔφημεν, οὐχ ὥστε συγχεῖσθαι, ἀλλ' ὥστε ἔχεσθαι ἀλλήλων· καὶ τὴν ἐν ἀλλήλαις περιχώρησιν ἔχουσι δίχα πάσης συναλοιφῆς καὶ συμφύρσεως-οὐδὲ ἐξισταμένων ἢ κατ' οὐσίαν τεμνομένων κατὰ τὴν Ἀρείου διαίρεσιν. Ἀμέριστος γὰρ ἐν μεμερισμένοις, εἰ δεῖ συντόμως εἰπεῖν, ἡ θεότης καὶ οἷον ἐν ἡλίοις τρισὶν ἐχομένοις ἀλλήλων καὶ ἀδιαστάτοις οὖσι μία τοῦ φωτὸς σύγκρασίς τε καὶ συνάφεια. Ὅταν μὲν οὖν πρὸς τὴν θεότητα βλέψωμεν καὶ τὴν πρώτην αἰτίαν καὶ τὴν μοναρχίαν καὶ τὸ ἓν καὶ ταὐτὸν τῆς θεότητος, ἵν' οὕτως εἴπω, κίνημά τε καὶ βούλημα καὶ τὴν τῆς οὐσίας καὶ δυνάμεως καὶ ἐνεργείας καὶ κυριότητος ταυτότητα, ἓν ἡμῖν τὸ φανταζόμενον. Ὅταν δὲ πρὸς τὰ ἐν οἷς ἡ θεότης ἤ, τό γε ἀκριβέστερον εἰπεῖν, ἃ ἡ θεότης καὶ τὰ ἐκ τῆς πρώτης αἰτίας ἀχρόνως ἐκεῖθεν ὄντα καὶ ὁμοδόξως καὶ ἀδιαστάτως, τουτέστι τὰς ὑποστάσεις τρία τὰ προσκυνούμενα. Εἷς πατὴρ ὁ πατὴρ καὶ ἄναρχος, τουτέστιν ἀναίτιος· οὐ γὰρ ἔκ τινος. Εἷς υἱὸς ὁ υἱὸς καὶ οὐκ ἄναρχος, τουτέστιν οὐκ ἀναίτιος· ἐκ τοῦ πατρὸς γάρ. Εἰ δὲ τὴν ἀπὸ χρόνου λάβοις ἀρχήν, καὶ ἄναρχος· ποιητὴς γὰρ χρόνων οὐχ ὑπὸ χρόνον. Ἓν πνεῦμα ἅγιον τὸ πνεῦμα, προϊὸν μὲν ἐκ τοῦ πατρός, οὐχ υἱϊκῶς δὲ ἀλλ' ἐκπορευτῶς, οὔτε τοῦ πατρὸς ἐκστάντος τῆς ἀγεννησίας, διότι γεγέννηκεν, οὔτε τοῦ υἱοῦ τῆς γεννήσεως, ὅτι ἐκ τοῦ ἀγεννήτου (πῶς γάρ;), οὔτε τοῦ πνεύματος ἢ εἰς πατέρα μεταπίπτοντος ἢ εἰς υἱόν, ὅτι ἐκπεπόρευται καὶ ὅτι θεός· ἡ γὰρ ἰδιότης ἀκίνητος. Ἢ πῶς ἂν ἰδιότης μένοι, κινουμένη καὶ μεταπίπτουσα; εἰ γὰρ υἱὸς ὁ πατήρ, οὐ πατὴρ κυρίως· εἷς γὰρ κυρίως πατήρ. Καὶ εἰ πατὴρ ὁ υἱός, οὐ κυρίως υἱός· εἷς γὰρ κυρίως υἱὸς καὶ ἓν πνεῦμα ἅγιον. Χρὴ γινώσκειν, ὅτι τὸν πατέρα οὐ λέγομεν ἔκ τινος· λέγομεν δὲ αὐτὸν τοῦ υἱοῦ πατέρα. Τὸν δὲ υἱὸν οὐ λέγομεν αἴτιον οὐδὲ πατέρα· λέγομεν δὲ αὐτὸν καὶ ἐκ τοῦ πατρὸς καὶ υἱὸν τοῦ πατρός. Τὸ δὲ πνεῦμα τὸ ἅγιον καὶ ἐκ τοῦ πατρὸς λέγομεν καὶ πνεῦμα πατρὸς ὀνομάζομεν, ἐκ τοῦ υἱοῦ δὲ τὸ πνεῦμα οὐ λέγομεν, πνεῦμα δὲ υἱοῦ ὀνομάζομεν («εἴ τις γὰρ πνεῦμα Χριστοῦ οὐκ ἔχει», φησὶν ὁ θεῖος ἀπόστολος) καὶ δι' υἱοῦ πεφανερῶσθαι καὶ μεταδεδόσθαι ἡμῖν ὁμολογοῦμεν («ἐνεφύσησε» γὰρ καὶ εἶπε τοῖς μαθηταῖς αὐτοῦ· «Λάβετε πνεῦμα ἅγιον»), ὥσπερ ἐκ τοῦ ἡλίου μὲν ἥ τε ἀκτὶς καὶ ἡ ἔκλαμψις (αὐτὸς γάρ ἐστιν ἡ πηγὴ τῆς τε ἀκτῖνος καὶ τῆς ἐκλάμψεως), διὰ δὲ τῆς ἀκτῖνος ἡ ἔκλαμψις ἡμῖν μεταδίδοται καὶ αὕτη ἐστὶν ἡ φωτίζουσα ἡμᾶς καὶ μετεχομένη ὑφ' ἡμῶν. Τὸν δὲ υἱὸν οὔτε τοῦ πνεύματος λέγομεν οὔτε μὴν ἐκ τοῦ πνεύματος.

9 Περὶ τῶν ἐπὶ θεοῦ λεγομένων Τὸ θεῖον ἁπλοῦν ἐστι καὶ ἀσύνθετον. Τὸ δὲ ἐκ

πολλῶν καὶ διαφόρων συγκείμενον σύνθετόν ἐστιν. Εἰ οὖν τὸ ἄκτιστον καὶ ἄναρχον καὶ ἀσώματον καὶ ἀθάνατον καὶ αἰώνιον καὶ ἀγαθὸν καὶ δημιουργικὸν καὶ τὰ τοιαῦτα οὐσιώδεις διαφορὰς εἴπομεν ἐπὶ θεοῦ ἐκ τοσούτων συγκείμενον, οὐχ ἁπλοῦν ἔσται, ἀλλὰ σύνθετον, ὅπερ ἐσχάτης ἀσεβείας ἐστίν. Χρὴ τοίνυν ἕκαστον τῶν ἐπὶ θεοῦ λεγομένων οὐ, τί κατ' οὐσίαν ἐστί, σημαίνειν οἴεσθαι, ἀλλ' ἤ, τί οὐκ ἔστι, δηλοῦν ἢ σχέσιν τινὰ πρός τι τῶν ἀντιδιαστελλομένων ἤ τι τῶν παρεπομένων τῇ φύσει ἢ ἐνέργειαν. ∆οκεῖ μὲν οὖν κυριώτερον πάντων τῶν ἐπὶ θεοῦ λεγομένων ὀνομάτων εἶναι ὁ ὤν, καθὼς αὐτὸς χρηματίζων τῷ Μωσεῖ ἐπὶ τοῦ ὄρους φησίν· «Εἶπον τοῖς υἱοῖς Ἰσραήλ· Ὁ ὢν ἀπέσταλκέ με». Ὅλον γὰρ ἐν ἑαυτῷσυλλαβὼν ἔχει τὸ εἶναι οἷόν τι πέλαγος οὐσίας ἄπειρον καὶ ἀόριστον. ∆εύτερον δὲ τὸ θεὸς ὄνομα, ὃ λέγεται ἢ ἐκ τοῦ θέειν καὶ περιέπειν τὰ σύμπαντα ἢ ἐκ τοῦ αἴθειν ὅ ἐστι καίειν («ὁ γὰρ θεὸς πῦρ καταναλίσκον» πᾶσαν κακίαν ἐστίν) ἢ ἀπὸ τοῦ θεᾶσθαι τὰ πάντα· ἀλάθητος γάρ ἐστι καὶ πάντων ἐπόπτης. Ἐθεάσατο γὰρ «τὰ πάντα πρὶν γενέσεως αὐτῶν» ἀχρόνως ἐννοήσας καὶ ἕκαστον κατὰ τὴν θελητικὴν αὐτοῦ ἄχρονον ἔννοιαν, ἥτις ἐστὶ προορισμὸς καὶ εἰκὼν καὶ παράδειγμα, ἐν τῷ προορισθέντι, καιρῷ