1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

91

τὸ «εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης», καὶ τὸ «ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν τοῖς ὑψηλοῖς», τὰ δὲ ὡς μεθ' ἡμῶν ἑαυτὸν τάττοντος τῷ τρόπῳ τῆς κατὰ ψιλὴν ἐπίνοιαν διαιρέσεως ὡς τὸ «θεόν μου καὶ θεὸν ὑμῶν». ∆εῖ οὖν τὰ μὲν ὑψηλὰ προσνέμειν τῇ θείᾳ καὶ κρείττονι φύσει παθῶν καὶ σώματος, τὰ δὲ ταπεινὰ τῇ ἀνθρωπίνῃ, τὰ δὲ κοινὰ τῷ συνθέτῳ ἤγουν τῷ ἑνὶ Χριστῷ, ὅς ἐστι θεὸς καὶ ἄνθρωπος, καὶ εἰδέναι ἀμφότερα ἑνὸς καὶ τοῦ αὐτοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ἑκάστου γὰρ τὸ ἴδιον γινώσκοντες καὶ ἀμφότερα ἐξ ἑνὸς πραττόμενα βλέποντες ὀρθῶς πιστεύομεν καὶ οὐ πλανηθησόμεθα. Ἐξ ὧν ἁπάντων τῶν μὲν ἑνωθεισῶν φύσεων ἡ διαφορὰ γινώσκεται καὶ «ὅτι μὴ ταὐτόν», ὥς φησιν ὁ θειότατος Κύριλλος, «ἐν ποιότητι φυσικῇ θεότης τε καὶ ἀνθρωπότης». Εἷς γε μὴν υἱὸς καὶ Χριστὸς καὶ κύριος, καὶ ὡς ἑνὸς ὄντος ἓν αὐτοῦ καὶ τὸ πρόσωπον κατ' οὐδένα τρόπον διὰ τὴν ἐπίγνωσιν τῆς φυσικῆς διαφορᾶς μεριζομένης τῆς καθ' ὑπόστασιν ἑνώσεως. 92 Ὅτι οὐκ ἔστι τῶν κακῶν αἴτιος ὁ θεόσ Χρὴ εἰδέναι, ὅτι ἔθος τῇ θείᾳ γραφῇ τὴν παραχώρησιν τοῦ θεοῦ ἐνέργειαν αὐτοῦ καλεῖν, ὡς ὅταν λέγῃ ὁ ἀπόστολος ἐν τῇ πρὸς Ῥωμαίους ἐπιστολῇ· «Ἢ οὐκ ἔχει ἐξουσίαν ὁ κεραμεὺς τοῦ πηλοῦ ἐκ τοῦ αὐτοῦ φυράματος ποιῆσαι, ὃ μὲν εἰς τιμὴν σκεῦος, ὃ δὲ εἰς ἀτιμίαν;» Ὅτι μὲν γὰρ αὐτὸς ποιεῖ καὶ ταῦτα κἀκεῖνα· μόνος γὰρ αὐτός ἐστι τῶν ἁπάντων δημιουργός, ἀλλ' οὐκ αὐτὸς τίμια κατασκευάζει ἢ ἄτιμα, ἀλλ' ἡ οἰκεία ἑκάστου προαίρεσις. Καὶ τοῦτο δῆλον, ἐξ ὧν ὁ αὐτὸς ἀπόστολος ἐν τῇ πρὸς Τιμόθεον δευτέρᾳ ἐπιστολῇ φησιν· «Ἐν μεγάλῃ οἰκίᾳ οὐκ ἔστι μόνον σκεύη χρυσᾶ καὶ ἀργυρᾶ, ἀλλὰ καὶ ξύλινα καὶ ὀστράκινα, καὶ ἃ μὲν εἰς τιμήν, ἃ δὲ εἰς ἀτιμίαν. Ἐὰν οὖν τις ἐκκαθάρῃ ἑαυτὸν ἀπὸ τούτων, ἔσται σκεῦος εἰς τιμήν, ἡγιασμένον καὶ εὔχρηστον τῷ δεσπότῃ, εἰς πᾶν ἔργον ἀγαθὸν ἡτοιμασμένον». ∆ῆλον δέ, ὡς ἑκουσίως ἡ κάθαρσις γίνεται· «Ἐὰν γάρ τις», φησίν, «ἐκκαθάρῃ ἑαυτόν», ἡ δὲ ἀκόλουθος ἀντιστροφὴ ἀντιφωνεῖ· Ἐὰν δὲ μὴ ἐκκαθάρῃ, ἔσται σκεῦος εἰς ἀτιμίαν, ἄχρηστον τῷ δεσπότῃ, συντριβῆς ἄξιον. Τὸ οὖν προκείμενον ῥητὸν καὶ τὸ «συνέκλεισεν ὁ θεὸς πάντας εἰς ἀπείθειαν», καὶ τὸ «ἔδωκεν αὐτοῖς ὁ θεὸς πνεῦμα κατανύξεως, ὀφθαλμοὺς τοῦ μὴ βλέπειν καὶ ὦτα τοῦ μὴ ἀκούειν», ταῦτα πάντα οὐχ ὡς τοῦ θεοῦ ἐνεργήσαντος ἐκληπτέον, ἀλλ' ὡς τοῦ θεοῦ παραχωρήσαντος διὰ τὸ αὐτεξούσιον καὶ τὸ ἀβίαστον εἶναι τὸ καλόν. Τὴν οὖν παραχώρησιν αὐτοῦ ὡς ἐνέργειαν καὶ ποίησιν αὐτοῦ λέγειν σύνηθες τῇ θείᾳ γραφῇ. Ἀλλὰ μὴν καὶ ὅτε φησὶ τὸν θεὸν κτίζειν κακὰ καὶ μὴ εἶναι «ἐν πόλει κακίαν, ἣν ὁ κύριος οὐκ ἐποίησεν», οὐ κακῶν αἴτιον τὸν θεὸν δείκνυσιν, ἀλλ', ἐπειδὴ δισέμφατον τὸ τῆς κακίας ὄνομα, δύο σημαῖνον· ποτὲ μὲν γὰρ τὸ τῇ φύσει κακὸν δηλοῖ, ὅπερ ἐναντίον ἐστὶ τῇ ἀρετῇ καὶ τῇ τοῦ θεοῦ θελήσει, ποτὲ δὲ τὸ πρὸς τὴν ἡμετέραν αἴσθησιν κακὸν καὶ ἐπίπονον ἤγουν τὰς θλίψεις καὶ ἐπαγωγάς. Αὗται δὲ τῷ μὲν δοκεῖν κακαί εἰσιν ἀλγειναὶ τυγχάνουσαι, τῇ δὲ ἀληθείᾳ ἀγαθαί· ἐπιστροφῆς γὰρ καὶ σωτηρίας γίνονται τοῖς συνιοῦσι πρόξενοι· ταύτας διὰ θεοῦ γίνεσθαί φησιν ἡ γραφή. Ἰστέον δέ, ὡς καὶ τούτων ἡμεῖς ἐσμεν αἴτιοι. Τῶν γὰρ ἑκουσίων κακῶν τὰ ἀκούσιά εἰσιν ἔκγονα. -Καὶ τοῦτο δὲ ἰστέον, ὅτι ἔθος τῇ γραφῇ τινα ἐκβατικῶς ὀφείλοντα λέγεσθαι αἰτιολογικῶς λέγειν ὡς τὸ «σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε». Οὐ γὰρ ὁ ἁμαρτήσας, ἵνα νικήσῃ ὁ θεός, ἥμαρτεν, οὔτε δὲ ὁ θεὸς ἐδεῖτο τῆς ἡμῶν ἁμαρτίας, ἵνα ἐκ ταύτης νικητὴς ἀναφανῇ (φέρει γὰρ ἀσυγκρίτως κατὰ πάντων καὶ μὴ ἁμαρτανόντων τὰ νικητήρια δημιουργὸς ὢν καὶ ἀκατάληπτος καὶ ἄκτιστος καὶ φυσικὴν ἔχων τὴν δόξαν καὶ οὐκ ἐπίκτητον), ἀλλ' ὅτι ἡμῶν ἁμαρτανόντων οὐκ ἄδικός ἐστιν ἐπιφέρων τὴν ὀργὴν καὶ μετανοοῦσι συγχωρῶν νικητὴς τῆς ἡμετέρας κακίας ἀναδείκνυται. Οὐκ ἐπὶ τούτῳ δὲ ἡμεῖς ἁμαρτάνομεν, ἀλλ' ὅτι οὕτως ἀποβαίνει τὸ πρᾶγμα, ὥσπερ, ἐὰν κάθηταί τις ἐργαζόμενος, φίλος δέ τις ἐπιστῇ, φησίν, ὅτι, ἵνα μηδὲ σήμερον ἐργάσωμαι, παρεγένετο ὁ φίλος. Ὁ μὲν οὖν φίλος οὐχ,