1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

24

κρατοῦνται γὰρ τῷ λόγῳ καὶ ἄγονται τρεπόμεναι. Συνίστανται δὲ πολλάκις καὶ κομῆται σημεῖά τινα θανάτων βασιλέων, ἅτινα οὔκ εἰσι τῶν ἐξ ἀρχῆς γεγενημένων ἄστρων, ἀλλὰ τῷ θείῳ προστάγματι κατ' αὐτὸν τὸν καιρὸν συνίστανται καὶ πάλιν διαλύονται, ἐπεὶ καὶ ὁ κατὰ τὴν τοῦ κυρίου δι' ἡμᾶς κατὰ σάρκα φιλάνθρωπον καὶ σωτήριον γέννησιν ὀφθεὶς τοῖς μάγοις ἀστὴρ οὐ τῶν ἐν ἀρχῇ γενομένων ἄστρων ἦν. Καὶ δῆλον ἐκ τοῦ ποτὲ μὲν ἐξ ἀνατολῆς ἐπὶ δύσιν ποιεῖσθαι τὸν δρόμον, ποτὲ δὲ ἐκ βορρᾶ ἐπὶ νότον, καὶ ποτὲ μὲν κρύπτεσθαι, ποτὲ δὲ φαίνεσθαι· τοῦτο γὰρ οὐκ ἔστιν ἄστρων τάξεως ἢ φύσεως. Χρὴ δὲ γινώσκειν, ὡς ἐκ τοῦ ἡλίου φωτίζεται ἡ σελήνη οὐχ ὡς ἀπορήσαντος τοῦ θεοῦ δοῦναι αὐτῇ ἴδιον φῶς, ἀλλ' ἵνα ῥυθμὸς καὶ τάξις ἐντεθῇ τῇ κτίσει ἄρχοντος καὶ ἀρχομένου καὶ παιδευθῶμεν καὶ ἡμεῖς κοινωνεῖν ἀλλήλοις καὶ μεταδιδόναι καὶ ὑποτάσσεσθαι, πρῶτον μὲν τῷ ποιητῇ καὶ δημιουργῷ θεῷ καὶ δεσπότῃ, ἔπειτα καὶ τοῖς ὑπ' αὐτοῦ καθισταμένοις ἄρχουσι, καὶ μὴ ἀνακρίνειν, τίνος ἕνεκεν οὗτος ἄρχει, ἐγὼ δὲ οὔ, δέχεσθαι δὲ πάντα ἐκ θεοῦ εὐχαρίστως καὶ εὐγνωμόνως. Ἐκλείπει δὲ ὅ τε ἥλιος καὶ ἡ σελήνη τῶν τὴν κτίσιν προσκυνούντων παρὰ τὸν κτίσαντα τὴν ἄνοιαν διελέγχοντα καὶ παιδεύοντα, ὡς τρεπτά εἰσι καὶ ἀλλοιωτά. Πᾶν δὲ τρεπτὸν οὐ θεός· κατὰ τὴν ἰδίαν γὰρ φύσιν φθαρτὸν ἅπαν τρεπτόν. Ἐκλείπει δὲ ὁ μὲν ἥλιος τοῦ σώματος τῆς σελήνης ὥσπερ τι μεσότοιχον γινομένου καὶ ἀποσκιάζοντος καὶ μὴ ἐῶντος διαδοθῆναι ἡμῖν τὸ φῶς. Ὅσον οὖν εὑρεθῇ τὸ σῶμα τῆς σελήνης ἀποκρύπτον τὸν ἥλιον, τοσοῦτον καὶ ἡ ἔκλειψις γίνεται. Εἰ δὲ μικρότερόν ἐστι τὸ τῆς σελήνης σῶμα, μὴ θαυμάσῃς· καὶ ὁ ἥλιος γὰρ ὑπό τινων λέγεται πολυπλασίων τῆς γῆς, ὑπὸ δὲ τῶν πατέρων ἴσος τῆς γῆς· καὶ πολλάκις μικρὸν νέφος καλύπτει αὐτὸν ἢ καὶ μικρὸς βουνὸς ἢ τοῖχος. Ἡ δὲ τῆς σελήνης ἔκλειψις ἐκ τοῦ ἀποσκιάσματος τῆς γῆς γίνεται, ὅτε γένηται πεντεκαιδεκαταία ἡ σελήνη καὶ εὑρεθῇ ἐξ ἐναντίας κατὰ τὸ ἄκρον κέντρον, ὁ μὲν ἥλιος ὑπὸ γῆν, ἡ δὲ σελήνη ὑπὲρ γῆν· ἀποσκίασμα γὰρ ποιεῖ ἡ γῆ καὶ οὐ φθάνει τὸ ἡλιακὸν φῶς φωτίσαι τὴν σελήνην, κἀκεῖθεν ἐκλείπει. Χρὴ δὲ γινώσκειν, ὅτι τελεία ἐκτίσθη ἡ σελήνη ὑπὸ τοῦ δημιουργοῦ ἤτοι πεντεκαιδεκαταία· ἔπρεπε γὰρ ἀπηρτισμένην γενέσθαι. Τῇ δὲ τετάρτῃ ἡμέρᾳ, ὡς ἔφημεν, ἔκτισται ὁ ἥλιος. Προέλαβεν οὖν τὸν ἥλιον ἕνδεκα ἡμέρας· ἀπὸ γὰρ τετάρτης ἡμέρας ἕως πεντεκαιδεκάτης ἕνδεκά εἰσι. ∆ιὸ καὶ κατὰ χρόνον οἱ δώδεκα μῆνες τῆς σελήνης ἕνδεκα ἡμέρας λείπουσιν ἐκ τῶν δώδεκα μηνῶν τοῦ ἡλίου· οἱ μὲν γὰρ τοῦ ἡλίου τξεʹ δʹʹ ἡμέρας ἔχουσιν. ∆ιὸ τοῦ τετάρτου συντιθεμένου κατὰ τέσσαρα ἔτη μία ἀποτελεῖται ἡμέρα, ἥτις λέγεται βίσεξτον. Καὶ ὁ ἐνιαυτὸς ἐκεῖνος τξϛʹ ἡμέρας ἔχει. Οἱ δὲ τῆς σελήνης ἐνιαυτοὶ τνδʹ εἰσιν ἡμερῶν· ἡ γὰρ σελήνη, ἀφ' οὗ γεννηθῇ ἤγουν ἀνακαινισθῇ, αὔξει, ἕως ἂν γένηται ἡμερῶν ιδʹ ἡμίσεος τετάρτου, καὶ ἄρχεται λήγειν, ἕως ἡμερῶν κθʹ ἡμίσεος, καὶ τελείως γίνεται ἀφώτιστος. Καὶ πάλιν συναπτομένη τῷ ἡλίῳ ἀναγεννᾶται καὶ ἀνακαινίζεται ὑπόμνημα φέρουσα τῆς ἡμῶν ἀναστάσεως. Καθ' ἕκαστον οὖν ἐνιαυτὸν τὰς ἕνδεκα ἡμέρας ἀποδίδωσι τῷ ἡλίῳ. Κατὰ οὖν τρεῖς χρόνους ὁ ἐμβόλιμος μὴν γίνεται τοῖς Ἑβραίοις, καὶ ὁ ἐνιαυτὸς ἐκεῖνος δεκατριῶν μηνῶν εὑρίσκεται ἐκ τῆς προσθήκης τῶν ἕνδεκα ἡμερῶν. ∆ῆλον δὲ ὡς σύνθετός ἐστιν ὅ τε ἥλιος καὶ ἡ σελήνη καὶ τὰ ἄστρα καὶ φθορᾷ κατὰ τὴν ἰδίαν φύσιν ὑπόκεινται. Τὴν δὲ τούτων φύσιν οὐκ ἴσμεν. Τινὲς μὲν οὖν φασι τὸ πῦρ ἐκτός τινος ὕλης ἀφανὲς εἶναι, ὅθεν καὶ σβεννύμενον ἀφανίζεται. Ἕτεροι δὲ τοῦτο σβεννύμενον εἰς ἀέρα φασὶ μεταβάλλεσθαι. Ὁ ζῳδιακὸς κύκλος λοξῶς κινεῖται, διῃρημένος εἰς τμήματα δώδεκα, ἅτινα καλεῖται ζῴδια. Τὸ δὲ ζῴδιον ἔχει δεκανοὺς τρεῖς, μοίρας λʹ· ἡ δὲ μοῖρα ἔχει λεπτὰ ξʹ. Ἔχει οὖν ὁ οὐρανὸς μοίρας τξʹ, τὸ ὑπὲρ γῆν ἡμισφαίριον μοίρας ρπʹ καὶ τὸ ὑπὸ γῆν ρπʹ. Οἶκοι πλανητῶν· Κριὸς καὶ Σκορπίος Ἄρεως, Ταῦρος καὶ Ζυγὸς Ἀφροδίτης, ∆ίδυμοι καὶ Παρθένος Ἑρμοῦ, Καρκῖνος Σελήνης, Λέων Ἡλίου, Τοξότης καὶ Ἰχθύες ∆ιός, Αἰγόκερως καὶ Ὑδριχόος Κρόνου.