1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

28

τοῦ κυρίου λόγον· ἔφη γάρ· «Αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὴν γῆν». Σφαιροειδῆ δέ τινές φασι τὴν γῆν, ἕτεροι δὲ κωνοειδῆ. Ἥττων δὲ καὶ πάνυ σμικροτέρα ἐστὶ τοῦ οὐρανοῦ ὥσπερ τις στιγμὴ ἐν μέσῳ τούτου κρεμαμένη. Καὶ αὐτὴ δὲ παρελεύσεται καὶ ἀλλαγήσεται. Μακάριος δέ ἐστιν ὁ τὴν τῶν πραέων γῆν κληρονομῶν· ἡ γὰρ μέλλουσα τοὺς ἁγίους ὑποδέχεσθαι γῆ ἀθάνατός ἐστι. Τίς οὖν ἀξίως τὴν ἄπειρόν τε καὶ ἀκατάληπτον τοῦ δημιουργοῦ σοφίαν θαυμάσειεν; Ἢ τίς τῆς πρεπούσης εὐχαριστίας ἐφίκοιτο τοῦ δοτῆρος τῶν τοσούτων ἀγαθῶν; Εἰσὶ δὲ αἱ γνωσθεῖσαι ἐπαρχίαι τῆς γῆς ἤτοι σατραπίαι αὗται· Εὐρώπης μὲν ἐπαρχίαι λδʹ, πίνακες ιʹ· αʹ Ἰουβερνία, νῆσος Βρετανική βʹ Ἀλουίωνος νῆσος Βρετανική γʹ Ἱσπανία Βαιτική δʹ Ἱσπανία Λουσιτανία εʹ Ἱσπανία Ταρακωνησία ϛʹ ΓαλλίαἈκουιτανία ζʹ Γαλλία Λουγδονησία ηʹ Γαλλία Κελτική θʹ Γαλλία Ναρβωνησία ιʹ Γερμανία μεγάλη ιαʹ Ῥαιτία καὶ Οὐινδελικία ιβʹ Νωρικόν ιγʹ Παννονία ἡ ἄνω ιδʹ Παννονία ἡ κάτω ιεʹ Ἰλλυρίς ιϛʹ ∆ελματία ιζʹ Ἰταλία ιηʹ Κύρνος νῆσος ιθʹ Σαρδὼ νῆσος κʹ Σικελία νῆσος καʹ Σαρματία ἡ ἐν Εὐρώπῃ κβʹ Ταυρικὴ Χερσόνησος κγʹ Ἰάζυγες Μετανάσται κδʹ ∆ακία κεʹ Μυσία ἡ ἄνω κϛʹ Μυσία ἡ κάτω κζʹ Θρᾴκη κηʹ Χερσόνησος κθʹ Μακεδονία λʹ Ἤπειρος λαʹ Ἀχαΐα λβʹ Εὔβοια νῆσος λγʹ Πελοπόννησος λδʹ Κρήτη νῆσος. Λιβύης ἐπαρχίαι ιβʹ, πίνακες ηʹ· αʹ Μαυριτανία Τιγγιτανή βʹ Μαυριτανία Καισαρηνσία γʹ Νουμιδία δʹ Ἀφρικὴ ὅλη εʹ Κυρηναϊκὴ πεντάπολις ϛʹ Μαρμαρική ζʹ Λιβύη ηʹ Αἴγυπτος ἡ κάτω θʹ Αἴγυπτος Θηβαΐς ιʹ ἡ ἐντὸς Ἀφρικῆς Λιβύη ιαʹ ἡ ἄνω Αἰγύπτου Αἰθιοπία ιβʹ ἡ ἐντὸς τούτων πάντων νωτιωτάτη Αἰθιοπία. Ἀσίας ἠπείρου μεγάλης ἐπαρχίαι μηʹ, κανόνες ιβʹ· αʹ Βιθυνία Πόντου βʹ Ἀσία ἡ ἰδίως, πρὸς τῇ Ἐφέσῳ γʹ Φρυγία μεγάλη δʹ Λυκία εʹ Γαλατία ϛʹ Παφλαγονία ζʹ Παμφυλία ηʹ Καππαδοκία θʹ Ἀρμενία μικρά ιʹ Κιλικία ιαʹ Σαρματία ἡ ἐντὸς Ἀσίας ιβʹ Κολχίς ιγʹ Ἰβηρία ιδʹ Ἀλβανία ιεʹ Ἀρμενία μεγάλη ιϛʹ Κύπρος νῆσος ιζʹ Συρίκοίλη ιηʹ Συρία Φοινίκη ιθʹ Συρία Παλαιστίνη κʹ Ἀραβία Πετραία καʹ Μεσοποταμία κβʹ Ἀραβία ἔρημος κγʹ Βαβυλωνία κδʹ Ἀσσυρία κεʹ Σουσιανή κϛʹ Μηδία κζʹ Περσίς κηʹ Παρθία κθʹ Καρμανία ἔρημος λʹ Καρμανία ἑτέρα λαʹ Ἀραβία εὐδαίμων λβʹ Ὑρκανία λγʹ Μαργιανή λδʹ Βακτριανή λεʹ Σογδιανή λϛʹ Σακῶν λζʹ Σκυθία ἡ ἐντὸς Ἰμάου ὄρους ληʹ Σκυθία ἡ ἐκτὸς Ἰμάου ὄρους λθʹ Σηρική μʹ Ἀρεία μαʹ Παροπανισάδαιμβʹ ∆ραγγιανή μγʹ Ἀραχωσία μδʹ Γεδρωσία μεʹ Ἰνδικὴ ἡ ἐντὸς Γάγγου τοῦ ποταμοῦ μϛʹ Ἰνδικὴ ἡ ἐκτὸς Γάγγου τοῦ ποταμοῦ μζʹ Σῖναι μηʹ Ταπροβάνη νῆσος. Ὁμοῦ γίνονται Εὐρώπης μὲν πίνακες ιʹ, ἐπαρχίαι λδʹ, πόλεις ἐπίσημοι ριηʹ Λιβύης δὲ πίνακες μὲν ηʹ, χῶραι δὲ ιβʹ, πόλεις ἐπίσημοι νβʹ Ἀσίας δὲ μεγάλης πίνακες μὲν ιβʹ, ἐπαρχίαι δὲ μηʹ, πόλεις ἐπίσημοι ρπʹ αἱ πᾶσαι τῆς οἰκουμένης χῶραι ϟδʹ, πόλεις τνʹ. Ἔθνη δὲ οἰκεῖ τὰ πέρατα· κατ' ἀπηλιώτην Βακτριανοί, κατ' εὗρον Ἰνδοί, κατὰ Φοίνικα Ἐρυθρὰ θάλασσα καὶ Αἰθιοπία, κατὰ λευκόνοτον οἱ ὑπὲρ Σύρτιν Γεράμαντες, κατὰ λίβα Αἰθίοπες καὶ δυσμικοὶ Ὑπέρμαυροι, κατὰ ζέφυρον Στῆλαι καὶ ἀρχαὶ Λιβύης καὶ Εὐρώπης, κατὰ ἀργέστην Ἰβηρία ἡ νῦν Ἱσπανία, κατὰ δὲ θρασκίαν Κελτοὶ καὶ τὰ ὅμορα, κατὰ ἀπαρκτίαν οἱ ὑπὲρ Θρᾴκην Σκύθαι, κατὰ βορρᾶν Πόντος Μαιῶτις καὶ Σαρμάται, κατὰ καικίαν Κασπία θάλασσα καὶ Σάκες. 25 Περὶ παραδείσου Ἐπειδὴ δὲ ἔμελλεν ὁ θεὸς ἐξ ὁρατῆς τε καὶ ἀοράτου κτίσεως πλαστουργεῖν τὸν ἄνθρωπον κατ' οἰκείαν εἰκόνα τε καὶ ὁμοίωσιν ὥσπερ τινὰ βασιλέα καὶ ἄρχοντα πάσης τῆς γῆς καὶ τῶν ἐν αὐτῇ προκαθίστησιν αὐτῷ οἷόν τι βασίλειον, ἐν ᾧ διαιτώμενος μακαρίαν καὶ πανολβίαν ἕξει ζωήν. Οὗτός ἐστιν ὁ θεῖος παράδεισος θεοῦ χερσὶν ἐν Ἐδὲμ πεφυτευμένος, εὐφροσύνης καὶ θυμηδίας ἁπάσης ταμιεῖον. Ἐδὲμ γὰρ τρυφὴ ἑρμηνεύεται. Ἐν τῇ ἀνατολῇ μὲν πάσης τῆς γῆς ὑψηλότερος κείμενος, εὐκραὴς δὲ καὶ ἀέρι λεπτῷ καὶ καθαρωτάτῳ περιλαμπόμενος, φυτοῖς ἀειθαλέσι κομῶν, εὐωδίας πλήρης, φωτὸς ἔμπλεως, ὥρας ἁπάσης αἰσθητῆς καὶ κάλλους ὑπερβαίνων ἐπίνοιαν, θεῖον ὄντως