1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

41

εἶναι ποιητὴν τῶν ὄντων καὶ προνοητήν· οὔτε γὰρ πρέπον οὔτε ἀκόλουθον ἄλλον μὲν ποιητὴν εἶναι τῶν ὄντων, ἄλλον δὲ προνοητήν· οὕτω γὰρ ἐν ἀσθενείᾳ πάντως εἰσὶν ἀμφότεροι, ὁ μὲν τοῦ ποιεῖν, ὁ δὲ τοῦ προνοεῖν. Ὁ θεὸς τοίνυν ἐστὶν ὅ τε ποιητὴς καὶ προνοητής, καὶ ἡ ποιητικὴ δὲ αὐτοῦ δύναμις καὶ ἡ συνεκτικὴ καὶ ἡ προνοητικὴ ἡ ἀγαθὴ αὐτοῦ θέλησίς ἐστι· «πάντα γάρ, ὅσα ἠθέλησεν, ὁ κύριος ἐποίησεν», καὶ τῷ θελήματι αὐτοῦ οὐδεὶς ἀνθέστηκεν. Ἠθέλησε γενέσθαι τὰ πάντα, καὶ γέγονε· θέλει συνίστασθαι τὸν κόσμον, καὶ συνίσταται, καὶ πάντα, ὅσα θέλει, γίνεται. Ὅτι δὲ προνοεῖ καὶ ὅτι καλῶς προνοεῖ, ὀρθότατα σκοπήσειεν ἄν τις οὕτως· Μόνος ὁ θεός ἐστι φύσει ἀγαθὸς καὶ σοφός· ὡς οὖν ἀγαθὸς προνοεῖ (ὁ γὰρ μὴ προνοῶν οὐκ ἀγαθός· καὶ γὰρ καὶ οἱ ἄνθρωποι καὶ τὰ ἄλογα τῶν οἰκείων τέκνων προνοοῦνται φυσικῶς, καὶ ὁ μὴ προνοῶν ψέγεται), ὡς δὲ σοφὸς ἄριστα τῶν ὄντων ἐπιμελεῖται. Χρὴ τοίνυν τούτοις προσέχοντας πάντα θαυμάζειν, πάντα ἐπαινεῖν, πάντα ἀνεξετάστως ἀποδέχεσθαι τὰ τῆς προνοίας ἔργα, κἂν φαίνηται τοῖς πολλοῖς ἄδικα διὰ τὸ ἄγνωστον καὶ ἀκατάληπτον εἶναι τοῦ θεοῦ τὴν πρόνοιαν. Πάντα δὲ λέγω τὰ οὐκ ἐφ' ἡμῖν· τὰ γὰρ ἐφ' ἡμῖν οὐ τῆς προνοίας ἐστίν, ἀλλὰ τοῦ ἡμετέρου αὐτεξουσίου. Τῆς δὲ προνοίας τὰ μὲν κατ' εὐδοκίαν ἐστί, τὰ δὲ κατὰ συγχώρησιν· Κατ' εὐδοκίαν μέν, ὅσα ἀναντιρρήτως εἰσὶν ἀγαθά, κατὰ συγχώρησιν δὲ <εἴδη πολλά>. Συγχωρεῖ γὰρ πολλάκις καὶ τὸν δίκαιον περιπεσεῖν συμφοραῖς, ἵνα τὴν ἐν αὐτῷ λανθάνουσαν ἀρετὴν δείξῃ τοῖς ἄλλοις ὡς ἐπὶ τοῦ Ἰώβ. Ἄλλοτε συγχωρεῖ τῶν ἀτόπων τι πραχθῆναι, ἵνα διὰ τῆς πράξεως τῆς δοκούσης ἀτόπου μέγα τι καὶ θαυμαστὸν κατορθωθῇ ὡς διὰ τοῦ σταυροῦ τὴν σωτηρίαν τῶν ἀνθρώπων. Κατ' ἄλλον τρόπον συγχωρεῖ τὸν ὅσιον πάσχειν κακῶς, ἵνα μὴ ἐκ τοῦ ὀρθοῦ συνειδότος ἐκπέσῃ ἢ καὶ ἐκ τῆς δοθείσης αὐτῷ δυνάμεώς τε καὶ χάριτος εἰς ἀλαζονείαν ἐκπέσῃ ὡς ἐπὶ τοῦ Παύλου. Ἐγκαταλείπεταί τις πρὸς καιρὸν πρὸς διόρθωσιν ἄλλου, ἵνα τὸ κατ' αὐτὸν σκοποῦντες οἱ ἄλλοι παιδεύωνται, ὡς ἐπὶ τοῦ Λαζάρου καὶ τοῦ πλουσίου· φυσικῶς γὰρ ὁρῶντές τινας πάσχοντας συστελλόμεθα. Ἐγκαταλείπεταί τις καὶ εἰς ἄλλου δόξαν, οὐ δι' οἰκείας ἢ γονέων ἁμαρτίας ὡς ὁ ἐκ γενετῆς τυφλὸς εἰς δόξαν τοῦ υἱοῦ τοῦ ἀνθρώπου. Πάλιν συγχωρεῖταί τις παθεῖν εἰς ἄλλου ζῆλον, ἵνα τῆς δόξης τοῦ παθόντος μεγαλυνθείσης ἄοκνον τὸ πάθος τοῖς ἄλλοις γένηται ἐλπίδι τῆς μελλούσης δόξης καὶ ἐπιθυμίᾳ τῶν μελλόντων ἀγαθῶν ὡς ἐπὶ τῶν μαρτύρων. Παραχωρεῖταί τις καὶ εἰς αἰσχρὰν ἐμπεσεῖν πρᾶξιν ἐνίοτε εἰς διόρθωσιν ἑτέρου χείρονος πάθους, οἷον ἔστι τις ἐπαιρόμενος ἐπὶ ταῖς ἀρεταῖς καὶ τοῖς κατορθώμασιν αὐτοῦ, παραχωρεῖ τοῦτον ὁ θεὸς εἰς πορνείαν ἐμπεσεῖν, ὅπως διὰ τοῦ πτώματος εἰς συναίσθησιν τῆς οἰκείας ἀσθε νείας ἐλθὼν ταπεινωθῇ καὶ προσελθὼν ἐξομολογήσηται τῷ κυρίῳ. Χρὴ δὲ γινώσκειν, ὅτι ἡ μὲν αἵρεσις τῶν πρακτῶν ἐφ' ἡμῖν ἐστι, τὸ δὲ τέλος τῶν μὲν ἀγαθῶν τῆς τοῦ θεοῦ συνεργίας δικαίως συνεργοῦντος τοῖς προαιρουμένοις τὸ ἀγαθὸν ὀρθῷ τῷ συνειδότι κατὰ τὴν πρόγνωσιν αὐτοῦ, τῶν δὲ πονηρῶν τῆς ἐγκαταλείψεως τοῦ θεοῦ πάλιν κατὰ τὴν πρόγνωσιν αὐτοῦ δικαίως ἐγκαταλιμπάνοντος. Τῆς δὲ ἐγκαταλείψεώς εἰσιν εἴδη δύο· ἔστι γὰρ ἐγκατάλειψις οἰκονομικὴ καὶ παιδευτικὴ καὶ ἔστιν ἐγκατάλειψις τελεία ἀπογνωστική. Οἰκονομικὴ μὲν καὶ παιδευτικὴ ἡ πρὸς διόρθωσιν καὶ σωτηρίαν καὶ δόξαν τοῦ πάσχοντος γινομένη ἢ καὶ πρὸς ἄλλων ζῆλον καὶ μίμησιν ἢ καὶ πρὸς δόξαν θεοῦ· ἡ δὲ τελεία ἐγκατάλειψις, ὅτε τοῦ θεοῦ πάντα πρὸς σωτηρίαν πεποιηκότος ἀνεπαίσθητος καὶ ἀνιάτρευτος, μᾶλλον δὲ ἀνίατος ἐξ οἰκείας προθέσεως διαμείνῃ ὁ ἄνθρωπος· τότε παραδίδοται εἰς τελείαν ἀπώλειαν ὡς ὁ Ἰούδας. Φείσεται ἡμῶν ὁ θεὸς καὶ ἐξελεῖται τῆς τοιαύτης ἐγκαταλείψεως. Χρὴ δὲ εἰδέναι, ὡς πολλοί εἰσιν οἱ τρόποι τῆς τοῦ θεοῦ προνοίας καὶ μήτε λόγῳ ἑρμηνευθῆναι μήτε νῷ περιληφθῆναι δυνάμενοι. ∆εῖ γινώσκειν, ὡς πᾶσαι αἱ σκυθρωπαὶ ἐπιφοραὶ τοῖς μετ' εὐχαριστίας δεχομένοις πρὸς σωτηρίαν ἐπάγονται καὶ