1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

62

διαμένουσα καὶ τὰ πάθη ἐκτελοῦσα σωτήρια, καὶ ἐνεργούσῃ τῇ τοῦ λόγου θεότητι συνημμένος ἦν ὁ ἅγιος νοῦς νοῶν καὶ εἰδὼς τὰ τελούμενα. Τῶν μὲν οὖν οἰκείων αὐχημάτων ἡ θεότης τῷ σώματι μεταδίδωσιν, αὐτὴ δὲ τῶν τῆς σαρκὸς παθῶν διαμένει ἀμέτοχος. Οὐ γάρ, ὥσπερ διὰ τῆς σαρκὸς ἡ θεότης τοῦ λόγου ἐνήργει, οὕτω καὶ διὰ τῆς θεότητος ἡ σὰρξ αὐτοῦ ἔπασχεν· ὄργανον γὰρ ἡ σὰρξ τῆς θεότητος ἐχρημάτισεν. Εἰ καὶ τοίνυν ἐξ ἄκρας συλλήψεως οὐδ' ὁτιοῦν διῃρημένον ἦν τῆς ἑκατέρας μορφῆς, ἀλλ' ἑνὸς προσώπου αἱ τοῦ παντὸς χρόνου πράξεις ἑκατέρας μορφῆς γεγόνασιν, ὅμως αὐτά, ἅπερ ἀχωρίστως γεγένηνται, κατ' οὐδένα τρόπον συγχέομεν, ἀλλά, τί ποίας εἴη μορφῆς, ἐκ τῆς τῶν ἔργων ποιότητος αἰσθανόμεθα. Ἐνεργεῖ τοίνυν ὁ Χριστὸς καθ' ἑκατέραν αὐτοῦ τῶν φύσεων, καὶ «ἐνεργεῖ ἑκατέρα φύσις ἐν αὐτῷ μετὰ τῆς θατέρου κοινωνίας», τοῦ μὲν λόγου κατεργαζομένου, ἅπερ ἐστὶ τοῦ λόγου, διὰ τὴν αὐθεντίαν καὶ ἐξουσίαν τῆς θεότητος, ὅσα ἐστὶν ἀρχικὰ καὶ βασιλικά, τοῦ δὲ σώματος ἐκτελοῦντος, ὅσα ἐστὶ τοῦ σώματος, πρὸς τὸ βούλημα τοῦ ἑνωθέντος αὐτῷ λόγου, οὗ καὶ γέγονεν ἴδιον. Οὐ γὰρ ἀφ' ἑαυτοῦ πρὸς τὰ φυσικὰ πάθη τὴν ὁρμὴν ἐποιεῖτο οὐδ' αὐτὴν ἐκ τῶν λυπηρῶν ἀφορμὴν καὶ παραίτησιν ἢ τὰ ἔξωθεν προσπίπτοντα ἔπασχεν, ἀλλ' ἐκινεῖτο κατὰ τὴν ἀκολουθίαν τῆς φύσεως τοῦ λόγου θέλοντος καὶ παραχωροῦντος οἰκονομικῶς πάσχειν αὐτὸ καὶ πράττειν τὰ ἴδια, ἵνα διὰ τῶν ἔργων τῆς φύσεως πιστωθῇ ἡ ἀλήθεια. Ὥσπερ δὲ ὑπὲρ οὐσίαν οὐσιώθη ἐκ παρθένου κυηθείς, οὕτω καὶ ὑπὲρ ἄνθρωπον τὰ ἀνθρώπων ἐνήργει ἐπὶ ἀστάτου ὕδατος γηΐνοις ποσὶ πορευόμενος οὐ γεωθέντος τοῦ ὕδατος, ἀλλὰ τῆς θεότητος ὑπερφυεῖ δυνάμει συνισταμένου πρὸς τὸ ἀδιάχυτον καὶ βάρει ὑλικῶν ποδῶν μὴ ὑπείκοντος. Οὐκ ἀνθρωπίνως γὰρ ἔπραττε τὰ ἀνθρώπινα (οὐ γὰρ ἄνθρωπος μόνον, ἀλλὰ καὶ θεός· ὅθεν καὶ τὰ τούτου πάθη ζωοποιὰ καὶ σωτήρια) οὐδὲ θεϊκῶς ἐνήργει τὰ θεῖα (οὐ γὰρ θεὸς μόνον, ἀλλὰ καὶ ἄνθρωπος· ὅθεν δι' ἁφῆς καὶ λόγου καὶ τῶν τοιούτων τὰς θεοσημίας εἰργάζετο). Εἰ δὲ λέγοι τις, ὡς «οὐκ ἐπ' ἀναιρέσει τῆς ἀνθρωπίνης ἐνεργείας μίαν ἐνέργειαν ἐπὶ Χριστοῦ λέγομεν, ἀλλ' ἐπειδὴ ἀντιδιαστελλομένη τῇ θείᾳ ἐνεργείᾳ πάθος λέγεται ἡ ἀνθρωπίνη ἐνέργεια, κατὰ τοῦτο μίαν ἐνέργειαν ἐπὶ Χριστοῦ λέγομεν, ἐροῦμεν· Κατὰ τοῦτον τὸν λόγον καὶ οἱ μίαν φύσιν λέγοντες οὐκ ἐπ' ἀναιρέσει τῆς ἀνθρωπίνης ταύτην λέγουσιν, ἀλλ' ἐπειδὴ ἀντιδιαστελλομένη ἡ ἀνθρωπίνη φύσις πρὸς τὴν θείαν φύσιν παθητικὴ λέγεται. Ἡμᾶς δὲ μὴ γένοιτο τῇ πρὸς τὴν θείαν ἐνέργειαν διαστολῇ πάθος τὴν ἀνθρωπίνην προσαγορεῦσαι κίνησιν· οὐδενὸς γάρ, καθόλου φάναι, ὕπαρξις ἐκ παραθέσεως ἢ ἐκ συγκρίσεως γινώσκεται ἢ ὁρίζεται. Οὕτω γὰρ ἀλληλαίτια εὑρεθήσονται τὰ ὄντα πράγματα. Εἰ γὰρ διὰ τὸ ἐνέργειαν εἶναι τὴν θείαν κίνησιν ἡ ἀνθρωπίνη πάθος ἐστί, πάντως καὶ διὰ τὸ ἀγαθὴν εἶναι τὴν θείαν φύσιν πονηρὰ ἔσται ἡ ἀνθρωπίνη, καὶ κατὰ τὴν σὺν ἀντιθέσει ἀντιστροφὴν διὰ τὸ πάθος λέγεσθαι τὴν ἀνθρωπίνην κίνησιν ἡ θεία κίνησις ἐνέργεια λέγεται, καὶ διὰ τὸ πονηρὰν εἶναι τὴν ἀνθρωπίνην φύσιν ἀγαθὴ ἔσται ἡ θεία». Καὶ πάντα δὲ τὰ κτίσματα οὕτως ἔσται πονηρά, καὶ ψεύσεται ὁ εἰπών· «Καὶ εἶδεν ὁ θεὸς πάντα, ὅσα ἐποίησε, καὶ ἰδοὺ καλὰ λίαν». Ἡμεῖς δέ φαμεν, ὅτι «οἱ ἅγιοι πατέρες πολυτρόπως τὴν ἀνθρωπίνην ὠνόμασαν κίνησιν πρὸς τὰς ὑποκειμένας ἐννοίας. Προσηγόρευσαν γὰρ αὐτὴν καὶ δύναμιν καὶ ἐνέργειαν καὶ διαφορὰν καὶ κίνησιν καὶ ἰδιότητα καὶ ποιότητα καὶ πάθος· οὐ κατὰ ἀντιδιαστολὴν τῆς θείας, ἀλλ' ὡς συνεκτικὴν μὲν καὶ ἀναλλοίωτον δύναμιν, ἐνέργειαν δὲ ὡς χαρακτηριστικὴν καὶ τὴν ἐν πᾶσι τοῖς ὁμοειδέσιν ἀπαραλλαξίαν ἐμφαίνουσαν, διαφορὰν δὲ ὡς ἀφοριστικήν, κίνησιν δὲ ὡς ἐνδεικτικήν, ἰδιότητα δὲ ὡς συστατικὴν καὶ μόνῃ αὐτῇ καὶ οὐκ ἄλλῃ προσοῦσαν, ποιότητα δὲ ὡς εἰδοποιόν, πάθος δὲ ὡς κινουμένην· πάντα γὰρ τὰ ἐκ θεοῦ καὶ μετὰ θεὸν πάσχει τῷ κινεῖσθαι ὡς μὴ ὄντα αὐτοκίνησις ἢ αὐτοδύναμις, οὐ κατὰ ἀντιδιαστολὴν οὖν, ὡς εἴρηται, ἀλλὰ τὸν δημιουργικῶς αὐτοῖς ἐντεθέντα παρὰ τῆς