1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

75

ἀδιστάκτῳ θεοῦ πατρός, υἱοῦ καὶ ἁγίου πνεύματος πίστει ὁ ταπεινὸς Ἰωάννης τῆν φιλόσωφον ταῦτην καὶ ψυχώφεγγον δέλτον διμήνεον ταύτην οὖν Ἰουλίῳ τὲ καὶ Ἰουνίῳ γράψας καὶ κυρίῳ δόξις γὰρ τῷ δυναμώσαντι με τὴν ἐπάξιον εὐχαριστίαν ἄγ̣ω̣. Κύριε Ἰησοῦ Χριστὲ ἡμῶν, ὁ θεός, σῶσον σὺν τῷ γράψαντι καὶ τοῖς ἀναγινώσκουσι ποθο̣υ̣μ̣α̣ι̣ ν Πρὸς τοὺς ἐρωτῶντας, εἰ ὑπὸ τὸ συνεχὲς ποσὸν ἀνάγονται ἢ ὑπὸ τὸ διωρισμένον αἱ δύο φύσεισ Αἱ τοῦ κυρίου φύσεις οὔτε ἓν σῶμά εἰσιν, οὔτε ἐπιφάνεια οὔτε γραμμή, οὐ τόπος, οὐ χρόνος, ἵνα ὑπὸ τὸ συνεχὲς ποσὸν ἀναχθῶσι· ταῦτα γάρ εἰσι τὰ συνεχῶς ἀριθμούμενα. Ἥνωνται δὲ αἱ τοῦ κυρίου φύσεις ἀσυγχύτως καθ' ὑπόστασιν καὶ διῄρηνται ἀδιαιρέτως λόγῳ καὶ τρόπῳ τῆς διαφορᾶς. Καὶ ᾧ μὲν τρόπῳ ἥνωνται, οὐκ ἀριθμοῦνται (οὐ γὰρ λέγομεν δύο ὑποστάσεις εἶναι τὰς φύσεις τοῦ Χριστοῦ ἢ δύο κατὰ τὴν ὑπόστασιν), ᾧ δὲ τρόπῳ ἀδιαιρέτως διῄρηνται, ἀριθμοῦνται (δύο γάρ εἰσι φύσεις λόγῳ καὶ τρόπῳ τῆς διαφορᾶς)· ἡνωμέναι γὰρ καθ' ὑπόστασιν καὶ ἐν ἀλλήλαις περιχωροῦσαι ἀσυγχύτως ἥνωνται τὴν εἰς ἀλλήλας μεταβολὴν οὐ δεξάμεναι, τὴν οἰκείαν ἑκάστῃ φυσικὴν διαφορὰν καὶ μετὰ τὴν ἕνωσιν διασῴζουσα· τὸ γὰρ κτιστὸν μεμένηκε κτιστόν, καὶ τὸ ἄκτιστον ἄκτιστον. Τῷ τρόπῳ τοίνυν τῆς διαφορᾶς καὶ μόνῳ ἀριθμούμεναι ὑπὸ τὸ διωρισμένον ποσὸν ἀναχθήσονται. Ἀδύνατον γὰρ τὰ κατὰ μηδὲν διαφέροντα ἀριθμεῖσθαι· καθὸ δὲ διαφέρουσι, κατὰ τοῦτο καὶ ἀριθμοῦνται, οἷον ὁ Πέτρος καὶ ὁ Παῦλος, καθὸ μὲν ἥνωνται, οὐκ ἀριθμοῦνται (τῷ λόγῳ γὰρ τῆς οὐσίας ἑνούμενοι δύο φύσεις οὐδὲ εἰσὶν οὐδὲ λέγονται), καθ' ὑπόστασιν δὲ διαφέροντες δύο ὑποστάσεις λέγονται. Ὥστε ἡ διαφορὰ αἰτία τοῦ ἀριθμοῦ.

82 Περὶ πίστεως καὶ βαπτίσματοσ Ὁμολογοῦμεν δὲ ἓν βάπτισμα εἰς ἄφεσιν

ἁμαρτιῶν καὶ εἰς ζωὴν αἰώνιον· τὸ γὰρ βάπτισμα τὸν τοῦ κυρίου θάνατον δηλοῖ. Συνθαπτόμεθα γοῦν τῷ κυρίῳ διὰ τοῦ βαπτίσματος, ὥς φησιν ὁ θεῖος ἀπόστολος. Ὥσπερ οὖν ἅπαξ ἐτελέσθη ὁ τοῦ κυρίου θάνατος, οὕτω καὶ ἅπαξ δεῖ βαπτίζεσθαι, βαπτίζεσθαι δὲ κατὰ τὸν τοῦ κυρίου λόγον εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος διδασκομένους τὴν εἰς πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα ὁμολογίαν. Ὅσοι τοίνυν εἰς πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα βαπτισθέντες μίαν φύσιν ἐν τρισὶν ὑποστάσεσι τῆς θεότητος διδαχθέντες αὖθις ἀναβαπτίζονται, οὗτοι ἀνασταυροῦσι τὸν Χριστόν, ὥς φησιν ὁ θεῖος ἀπόστολος· «Ἀδύνατον γὰρ τοὺς ἅπαξ φωτισθέντας» καὶ τὰ ἑξῆς, «αὖθις ἀνακαινίζειν εἰς μετάνοιαν ἀνασταυροῦντας ἑαυτοῖς τὸν Χριστὸν καὶ παραδειγματίζοντας». Ὅσοι δὲ μὴ εἰς τὴν ἁγίαν τριάδα ἐβαπτίσθησαν, τούτους δεῖ ἀναβαπτίζεσθαι. Εἰ γὰρ καί φησιν ὁ ἀπόστολος, ὅτι «εἰς Χριστὸν» καὶ «εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημεν», οὐχ οὕτω δεῖν γίνεσθαί φησι τὴν ἐπίκλησιν τοῦ βαπτίσματος, ἀλλ' ὅτι τύπος τοῦ θανάτου τοῦ Χριστοῦ ἐστι τὸ βάπτισμα· διὰ γὰρ τῶν τριῶν καταδύσεων τὰς τρεῖς ἡμέρας τῆς τοῦ κυρίου ταφῆς σημαίνει τὸ βάπτισμα. Τὸ οὖν εἰς Χριστὸν βαπτισθῆναι δηλοῖ τὸ πιστεύοντας εἰς αὐτὸν βαπτίζεσθαι. Ἀδύνατον δὲ εἰς Χριστὸν πιστεῦσαι μὴ διδαχθέντας τὴν εἰς πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα ὁμολογίαν. Χριστὸς γάρ ἐστιν ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος, ὃν ἔχρισεν ὁ πατὴρ τῷ ἁγίῳ πνεύματι, ὥς φησιν ὁ θεῖος ∆αυίδ· «∆ιὰ τοῦτο ἔχρισέ σε ὁ θεὸς ὁ θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου», καὶ Ἡσαΐας ἐκ προσώπου τοῦ κυρίου· «Πνεῦμα ἅγιον ἐπ' ἐμέ, οὗ εἵνεκεν ἔχρισέ με». Τὴν μέντοι ἐπίκλησιν τοὺς οἰκείους μαθητὰς ὁ κύριος διδάσκων ἔλεγε· «Βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος». Ἐπειδὴ γὰρ ἐπ' ἀφθαρσίᾳ πεποίηκεν ἡμᾶς ὁ θεός, παραβάντας δὲ τὴν σωτήριον αὐτοῦ ἐντολὴν φθορᾷ θανάτου κατεδίκασεν, ἵνα μὴ ἀθάνατον ᾖ τὸ κα κόν, συγκαταβὰς τοῖς δούλοις ὡς εὔσπλαγχνος καὶ καθ' ἡμᾶς γενόμενος τῆς φθορᾶς διὰ τοῦ ἰδίου πάθους ἐλυτρώσατο, ἐπήγασεν ἡμῖν ἐκ τῆς ἁγίας καὶ ἀχράντου αὐτοῦ πλευρᾶς πηγὴν