1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

61

ἐνεργείας ἐστὶν ἀποτέλεσμα, ἡ δὲ καῦσις τοῦ πυρός· καὶ σῴζεται τὸ τούτων διάφορον ἐν τῇ κεκαυμένῃ τομῇ καὶ ἐν τῇ τετμημένῃ καύσει, εἰ καὶ μήτε ἡ καῦσις τῆς τομῆς δίχα γίγνοιτο μετὰ τὴν ἕνωσιν μήτε ἡ τομὴ δίχα τῆς καύσεως· καὶ οὔτε διὰ τὸ διττὸν τῆς φυσικῆς ἐνεργείας δύο πεπυρακτωμένας μαχαίρας φαμὲν οὔτε διὰ τὸ μοναδικὸν τῆς πεπυρακτωμένης μαχαίρας σύγχυσιν τῆς οὐσιώδους αὐτῶν διαφορᾶς ἐργαζόμεθα. Οὕτω καὶ ἐν τῷ Χριστῷ τῆς μὲν θεότητος αὐτοῦ ἡ θεία καὶ παντοδύναμος ἐνέργεια, τῆς δὲ ἀνθρωπότητος αὐτοῦ ἡ καθ' ἡμᾶς. Ἀποτέλεσμα δὲ τῆς μὲν ἀνθρωπίνης τὸ κρατηθῆναι τὴν χεῖρα τῆς παιδὸς καὶ ἑλκυσθῆναι, τῆς δὲ θείας ἡ ζωοποίησις· ἄλλο γὰρ τοῦτο, κἀκεῖνο ἕτερον, εἰ καὶ ἀλλήλων ἀχώριστοι ὑπάρχουσιν ἐν τῇ θεανδρικῇ ἐνεργείᾳ. Εἰ διὰ τὸ μίαν εἶναι τὴν τοῦ κυρίου ὑπόστασιν μία ἔσται καὶ ἡ ἐνέργεια, διὰ τὴν μίαν ὑπόστασιν μία ἔσται καὶ ἡ οὐσία. Καὶ πάλιν· Εἰ μίαν ἐνέργειαν ἐπὶ τοῦ κυρίου εἴποιμεν, ἢ θείαν ταύτην λέξομεν ἢ ἀνθρωπίνην ἢ οὐδετέραν. Ἀλλ' εἰ μὲν θείαν, θεὸν αὐτὸν μόνον γυμνὸν τῆς καθ' ἡμᾶς ἀνθρωπότητος λέξομεν. Εἰ δὲ ἀνθρωπίνην, ψιλὸν αὐτὸν ἄνθρωπον βλασφημήσομεν. Εἰ δὲ οὐδὲ θείαν οὐδὲ ἀνθρωπίνην, οὐδὲ θεὸν οὐδὲ ἄνθρωπον, οὐδὲ τῷ πατρὶ οὐδὲ ἡμῖν ὁμοούσιον· ἐκ γὰρ τῆς ἑνώσεως ἡ καθ' ὑπόστασιν ταυτότης γέγονεν, οὐ μὴν δὲ καὶ ἡ διαφορὰ τῶν φύσεων ἀνῄρηται. Τῆς δὲ διαφορᾶς σῳζομένης τῶν φύσεων, σωθήσονται δηλαδὴ καὶ αἱ τούτων ἐνέργειαι· οὐ γάρ ἐστι φύσις ἀνενέργητος. Εἰ μία τοῦ δεσπότου Χριστοῦ ἡ ἐνέργεια, ἢ κτιστὴ ἔσται ἢ ἄκτιστος· μέσον γὰρ τούτων οὐκ ἔστιν ἐνέργεια ὥσπερ οὐδὲ φύσις. Εἰ οὖν κτιστή, κτιστὴν μόνην δηλώσει φύσιν· εἰ δὲ ἄκτιστος, ἄκτιστον μόνην χαρακτηρίσει οὐσίαν. ∆εῖ γὰρ πάντως κατάλληλα ταῖς φύσεσιν εἶναι τὰ φυσικά· ἀδύνατον γὰρ ἐλλιποῦς φύσεως ὕπαρξιν εἶναι. Ἡ δὲ κατὰ φύσιν ἐνέργεια οὐ τῶν ἐκτὸς ὑπάρχει, καὶ δῆλον, ὅτι οὔτε εἶναι οὔτε γινώσκεσθαι τὴν φύσιν δυνατὸν ἐνεργείας δίχα· δι' ὧν γὰρ ἐνεργεῖ ἕκαστον, τὴν οἰκείαν φύσιν πιστοῦται, ὅπερ ἐστὶ μὴ τρεπόμενον. Εἰ μία Χριστοῦ ἡ ἐνέργεια, ἡ αὐτὴ τῶν θείων καὶ τῶν ἀνθρωπίνων ποιητική. Οὐδὲν δὲ τῶν ὄντων ἐν τοῖς κατὰ φύσιν μένον τὰ ἐναντία ποιεῖν δύναται· οὐ γὰρ τὸ πῦρ ψύχει καὶ θερμαίνει, οὐδὲ ξηραίνει καὶ ὑγραίνει τὸ ὕδωρ. Πῶς οὖν ὁ φύσει ὢν θεὸς καὶ φύσει γενόμενος ἄνθρωπος τά τε θαύματα καὶ τὰ πάθη μιᾷ ἐνεργείᾳ ἐπετέλεσεν; Εἰ οὖν ἔλαβεν ὁ Χριστὸς νοῦν ἀνθρώπινον ἤγουν ψυχὴν νοεράν τε καὶ λογικήν, διανοηθήσεται πάντως καὶ ἀεὶ διανοηθήσεται· ἐνέργεια δὲ νοῦ ἡ διάνοια. Ἄρα καὶ καθὸ ἄνθρωπος ἐνεργὴς ὁ Χριστὸς καὶ ἀεὶ ἐνεργής. Ὁ δὲ ἅγιος Ἰωάννης ὁ Χρυσόστομος ἐν τῇ ἑρμηνείᾳ τῶν Πράξεων δευτέρῳ λόγῳ οὕτω φησίν· «Οὐκ ἂν δέ τις ἁμάρτοι καὶ τὸ πάθος αὐτοῦ πρᾶξιν καλέσας· ἐν τῷ γὰρ τὰ πάντα παθεῖν ἐποίησε τὸ μέγα καὶ θαυμαστὸν ἐκεῖνο ἔργον τὸν θάνατον καταλύσας καὶ τὰ ἄλλα πάντα ἐργασάμενος». Εἰ πᾶσα ἐνέργεια φύσεώς τινος οὐσιώδης ὁρίζεται κίνησις, ὡς οἱ περὶ ταῦτα δεινοὶ διειλήφασι, ποῦ φύσιν τις εἶδεν ἀκίνητον ἢ παντελῶς ἀνενέργητον ἢ ἐνέργειαν εὕρηκεν οὐ φυσικῆς δυνάμεως ὑπάρχουσαν κίνησιν; «Μίαν δὲ φυσικὴν τὴν ἐνέργειαν θεοῦ καὶ ποιήματος» οὐκ ἄν τις εὖ φρονῶν δοίη κατὰ τὸν μακάριον Κύριλλον· οὐδὲ ζωοποιεῖ τὸν Λάζαρον ἡ ἀνθρωπίνη φύσις, οὐδὲ δακρύει ἡ θεϊκὴ ἐξουσία· τὸ μὲν γὰρ δάκρυον τῆς ἀνθρωπότητος ἴδιον, ἡ δὲ ζωὴ τῆς ἐνυποστάτου ζωῆς. Ἀλλ' ὅμως κοινῶς ἀμφοτέρων ἑκάτερα διὰ τὸ ταὐτὸν τῆς ὑποστάσεως. Εἷς μὲν γάρ ἐστιν ὁ Χριστὸς καὶ ἓν αὐτοῦ τὸ πρόσωπον ἤτοι ἡ ὑπόστασις, ἀλλ' ὅμως ἔχει δύο φύσεις, τῆς θεότητος καὶ τῆς ἀνθρωπότητος αὐτοῦ. Ἐκ μὲν οὖν τῆς θεότητος ἡ δόξα φυσικῶς προϊοῦσα ἑκατέρου κοινὴ διὰ τὴν τῆς ὑποστάσεως ἐγένετο ταυτότητα, ἐκ δὲ τῆς σαρκὸς τὰ ταπεινὰ ἑκατέρῳ κοινά· εἷς γάρ ἐστι καὶ ὁ αὐτὸς ὁ τοῦτό τε κἀκεῖνο ὢν ἤτοι θεὸς καὶ ἄνθρωπος, καὶ τοῦ αὐτοῦ, τά τε τῆς θεότητος καὶ τὰ τῆς ἀνθρωπότητος· τὰς μὲν γὰρ θεοσημίας ἡ θεότης εἰργάζετο, ἀλλ' οὐ δίχα τῆς σαρκός, τὰ δὲ ταπεινὰ ἡ σάρξ, ἀλλ' οὐ χωρὶς τῆς θεότητος. Καὶ πασχούσῃ γὰρ τῇ σαρκὶ συνημμένη ἦν ἡ θεότης ἀπαθὴς