1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

39

αἰτίαν. Ἰστέον, ὥς εἰσί τινα μέσα ἑκουσίων καὶ ἀκουσίων, ἅτινα ἀηδῆ καὶ λυπηρὰ ὄντα διὰ μεῖζον κακὸν καταδεχόμεθα, ὡς διὰ ναυάγιον ἀποβάλλομεν τὰ ἐν τῷ πλοίῳ. Ἰστέον, ὡς τὰ παιδία καὶ τὰ ἄλογα ἑκουσίως μὲν ποιεῖ, οὐ μὴν δὲ καὶ προαιρούμενα, καὶ ὅσα διὰ θυμὸν πράττομεν μὴ προβουλευσάμενοι, ἑκουσίως ποιοῦμεν, οὐ μὴν καὶ κατὰ προαίρεσιν. Καὶ ὁ φίλος αἰφνιδίως ἐπέστη ἑκουσίως μὲν ἡμῖν, οὐ μὴν καὶ προαιρούμενος. Καὶ ὁ θησαυρῷ ἀνελπίστως περιτυχὼν ἑκουσίως περιέτυχεν, οὐ μὴν καὶ προαιρούμενος. Πάντα ταῦτα ἑκούσια μὲν διὰ τὸ ἐπ' αὐτοῖς ἥδεσθαι, οὐ μὴν καὶ κατὰ προαίρεσιν, διότι οὐκ ἀπὸ βουλῆς. ∆εῖ δὲ πάντως βουλὴν προηγεῖσθαι τῆς προαιρέσεως, καθὼς εἴρηται.

39 Περὶ τοῦ ἐφ' ἡμῖν, τουτέστι τοῦ αὐτεξουσίου Ὁ περὶ τοῦ αὐτεξουσίου

λόγος τουτέστι τοῦ ἐφ' ἡμῖν πρώτην μὲν ἔχει ζήτησιν, εἰ ἔστι ἐφ' ἡμῖν· πολλοὶ γὰρ οἱ πρὸς τοῦτο ἀντιβαίνοντες. ∆ευτέραν δέ, τίνα ἐστὶ τὰ ἐφ' ἡμῖν καὶ τίνων ἐξουσίαν ἔχομεν. Τρίτην τὴν αἰτίαν ἐξετάσαι, δι' ἣν ὁ ποιήσας ἡμᾶς θεὸς αὐτεξουσίους ἐποίησεν. Ἀναλαβόντες οὖν περὶ τοῦ πρώτου, πρῶτον εἴπωμεν ἀποδεικνύντες, ὅτι ἔστι τινὰ ἐφ' ἡμῖν, ἐκ τῶν παρ' ἐκείνοις ὁμολογουμένων καὶ εἴπωμεν οὕτως· Τῶν γινομένων πάντων ἢ θεόν φασιν αἴτιον εἶναι ἢ ἀνάγκην ἢ εἱμαρμένην ἢ φύσιν ἢ τύχην ἢ τὸ αὐτόματον. Ἀλλὰ τοῦ μὲν θεοῦ ἔργον οὐσία καὶ πρόνοια· τῆς δὲ ἀνάγκης τῶν ἀεὶ ὡσαύτως ἐχόντων ἡ κίνησις· τῆς δὲ εἱμαρμένης τὸ ἐξ ἀνάγκης τὰ δι' αὐτῆς ἐπιτελεῖσθαι (καὶ γὰρ αὕτη τῆς ἀνάγκης ἐστί)· τῆς δὲ φύσεως γένεσις, αὔξησις, φθορά, φυτὰ καὶ ζῷα· τῆς δὲ τύχης τὰ σπάνια καὶ ἀπροσδόκητα (ὁρίζονται γὰρ τὴν τύχην σύμπτωσιν καὶ συνδρομὴν δύο αἰτίων ἀπὸ προαιρέσεως τὴν ἀρχὴν ἐχόντων, ἄλλο τι, παρ' ὃ πέφυκεν, ἀποτελούντων, ὡς τάφρον ὀρύσσοντα θησαυρὸν εὑρεῖν· οὔτε γὰρ ὁ θεὶς τὸν θησαυρὸν οὕτως ἔθηκεν, ὥστε τοῦτον εὑρεῖν, οὔτε ὁ εὑρὼν οὕτως ὤρυξεν, ὡς εὑρεῖν θησαυρόν, ἀλλ' ὁ μὲν ἵν' ὅταν θέλῃ, ἀνέληται, ὁ δὲ ἵνα τάφρον ὀρύξῃ· συνέπεσε δὲ ἄλλο τι, παρ' ὃ προῃροῦντο ἀμφότεροι)· τοῦ δὲ αὐτομάτου τὰ τῶν ἀψύχων ἢ ἀλόγων συμπτώματα ἄνευ φύσεως καὶ τέχνης. Οὕτως αὐτοί φασι. Τίνι τοίνυν τούτων ὑπαγάγωμεν τὰ διὰ τῶν ἀνθρώπων, εἴπερ ὁ ἄνθρωπος οὐκ ἔστιν αἴτιος καὶ ἀρχὴ πράξεως; Οὐδὲ γὰρ θεῷ θεμιτὸν ἐπιγράφειν αἰσχρὰς ἔσθ' ὅτε πράξεις καὶ ἀδίκους οὐδὲ ἀνάγκῃ (οὐ γὰρ τῶν ἀεὶ ὡσαύτως ἐχόντων ἐστίν) οὐδὲ εἱμαρμένῃ (οὐ γὰρ τῶν ἐνδεχομένων, ἀλλὰ τῶν ἀναγκαίων τὰ τῆς εἱμαρμένης λέγουσιν) οὔτε φύσει (φύσεως γὰρ ἔργα ζῷα καὶ φυτά) οὐδὲ τύχῃ (οὐ γὰρ σπάνιοι καὶ ἀπροσδόκητοι τῶν ἀνθρώπων αἱ πράξεις) οὔτε τῷ αὐτομάτῳ (ἀψύχων γὰρ λέγουσιν ἢ ἀλόγων συμπτώματα τοῦ αὐτομάτου). Λείπεται δὴ αὐτὸν τὸν πράττοντα καὶ ποιοῦντα ἄνθρωπον ἀρχὴν εἶναι τῶν ἰδίων ἔργων καὶ αὐτεξούσιον. Ἔτι, εἰ μηδεμιᾶς ἐστιν ἀρχὴ πράξεως ὁ ἄνθρωπος, περιττῶς ἔχει τὸ βουλεύεσθαι· εἰς τί γὰρ χρήσεται τῇ βουλῇ μηδεμιᾶς ὢν κύριος πράξεως; Πᾶσα γὰρ βουλὴ πράξεως ἕνεκα. Τὸ δὲ κάλλιστον καὶ τιμιώτατον τῶν ἐν ἀνθρώπῳ περιττὸν ἀποφαίνειν τῶν ἀτοπωτάτων ἂν εἴη. Εἰ τοίνυν βουλεύεται, πράξεως ἕνεκα βουλεύεται· πᾶσα γὰρ βουλὴ πράξεως ἕνεκα καὶ διὰ πρᾶξιν.

40 Περὶ τῶν γινομένων Τῶν γινομένων τὰ μέν εἰσιν ἐφ' ἡμῖν, τὰ δὲ οὐκ ἐφ'

ἡμῖν. Ἐφ' ἡμῖν μὲν οὖν εἰσιν, ὧν ἡμεῖς ἐσμεν αὐτεξούσιοι ποιεῖν τε καὶ μὴ ποιεῖν, τουτέστι πάντα τὰ δι' ἡμῶν ἑκουσίως πραττόμενα (οὐ γὰρ ἑκουσίως ἐλέγετο πράττεσθαι τῆς πράξεως οὐκ οὔσης ἐφ' ἡμῖν) καὶ ἁπλῶς, οἷς ἕπεται ψόγος ἢ ἔπαινος καὶ ἐφ' οἷς ἐστι προτροπὴ καὶ νόμος. Κυρίως δὲ ἐφ' ἡμῖν ἐστι τὰ ψυχικὰ πάντα καὶ περὶ ὧν βουλευόμεθα· ἡ δὲ βουλὴ τῶν ἐπίσης ἐνδεχομένων ἐστίν. Ἐπίσης δὲ ἐνδεχόμενόν ἐστιν, ὃ αὐτό τε δυνάμεθα, καὶ τὸ ἀντικείμενον αὐτῷ· ποιεῖται δὲ τούτου τὴν αἵρεσιν ὁ νοῦς ὁ ἡμέτερος, καὶ οὗτός ἐστιν ἀρχὴ πράξεως. Ταῦτα τοίνυν