1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

88

τὸ Νοῦν καὶ τὸ Φὶ καὶ τὸ Σαδί. ∆ιὸ καὶ αἱ βίβλοι κατὰ τοῦτον τὸν τρόπον εἴκοσι δύο μὲν ἀριθμοῦνται, εἴκοσι ἑπτὰ δὲ εὑρίσκονται διὰ τὸ πέντε ἐξ αὐτῶν διπλοῦσθαι. Συνάπτεται γὰρ ἡ Ῥοὺθ τοῖς Κριταῖς καὶ ἀριθμεῖται παρ' Ἑβραίοις μία βίβλος· ἡ πρώτη καὶ δευτέρα τῶν Βασιλειῶν μία βίβλος· ἡ τρίτη καὶ ἡ τετάρτη τῶν Βασιλειῶν μία βίβλος· ἡ πρώτη καὶ ἡ δευτέρα τῶν Παραλειπομένων μία βίβλος· ἡ πρώτη καὶ ἡ δευτέρα τοῦ Ἔσδρα μία βίβλος. Οὕτως οὖν σύγκεινται αἱ βίβλοι ἐν πεντατεύχοις τέτρασι, καὶ μένουσιν ἄλλαι δύο, ὡς εἶναι τὰς ἐνδιαθέτους βίβλους οὕτως· πέντε νομικάς· Γένεσιν, Ἔξοδον, Λευιτικόν, Ἀριθμούς, ∆ευτερονόμιον· αὕτη πρώτη πεντάτευχος, ἣ καὶ νομοθεσία. Εἶτα ἄλλη πεντάτευχος, τὰ καλούμενα Γραφεῖα, παρά τισι δὲ Ἁγιόγραφα, ἅτινά ἐστιν οὕτως· Ἰησοῦς ὁ τοῦ Ναυῆ, Κριταὶ μετὰ τῆς Ῥούθ, Βασιλειῶν πρώτη μετὰ τῆς δευτέρας, βίβλος μία, Βασιλειῶν τρίτη μετὰ τῆς τετάρτης, βίβλος μία, καὶ αἱ δύο τῶν Παραλειπομένων, βίβλος μία· αὕτη δευτέρα πεντάτευχος. Τρίτη πεντάτευχος αἱ στιχήρεις βίβλοι· τοῦ Ἰώβ, τὸ Ψαλτήριον, Παροιμίαι Σολομῶντος, Ἐκκλησιαστὴς τοῦ αὐτοῦ, τὰ Ἄισματα τῶν ᾀσμάτων τοῦ αὐτοῦ. Τετάρτη πεντάτευχος, ἡ προφητική· τὸ δωδεκαπρόφητον, βίβλος μία, Ἡσαΐας, Ἰερεμίας Ἰεζεκιήλ, ∆ανιήλ. Εἶτα τοῦ Ἔσδρα, αἱ δύο εἰς μίαν συναπτόμεναι βίβλον, καὶ ἡ Ἐσθήρ. -Ἡ δὲ Πανάρετος, τουτέστιν ἡ Σοφία τοῦ Σολομῶντος, καὶ ἡ Σοφία τοῦ Ἰησοῦ, ἣν ὁ πατὴρ μὲν τοῦ Σιρὰχ ἐξέθετο Ἑβραϊστί, Ἑλληνιστιδὲ ἡρμήνευσεν ὁ τούτου μὲν ἔγγονος Ἰησοῦς, τοῦ δὲ Σιρὰχ υἱός, ἐνάρετοι μὲν καὶ καλαί, ἀλλ' οὐκ ἀριθμοῦνται οὐδὲ ἔκειντο ἐν τῇ κιβωτῷ. Τῆς δὲ νέας διαθήκης εὐαγγέλια τέσσαρα· τὸ κατὰ Ματθαῖον, τὸ κατὰ Μάρκον, τὸ κατὰ Λουκᾶν, τὸ κατὰ Ἰωάννην· Πράξεις τῶν ἁγίων ἀποστόλων διὰ Λουκᾶ τοῦ εὐαγγελιστοῦ· καθολικαὶ ἐπιστολαὶ ἑπτά· Ἰακώβου μία, Πέτρου δύο, Ἰωάννου τρεῖς, Ἰούδα μία· Παύλου ἀποστόλου ἐπιστολαὶ δεκατέσσαρες, Ἀποκάλυψις Ἰωάννου εὐαγγελιστοῦ, κανόνες τῶν ἁγίων ἀποστόλων διὰ Κλήμεντος.

91 Περὶ τῶν ἐπὶ Χριστοῦ λεγομένων Τῶν ἐπὶ Χριστοῦ λεγομένων τρόποι

γενικοί εἰσι τέσσαρες· Αʹ τὰ μὲν γὰρ καὶ πρὸ τῆς ἐνανθρωπήσεως ἁρμόσει αὐτῷ, Βʹ τὰ δὲ ἐν τῇ ἑνώσει, Γʹ τὰ δὲ μετὰ τὴν ἕνωσιν, ∆ʹ τὰ δὲ μετὰ τὴν ἀνάστασιν. Αʹ Καὶ τῶν πρὸ τῆς ἐνανθρωπήσεως μὲν τρόποι εἰσὶν ἕξ. -αʹ Τὰ μὲν γὰρ αὐτῶν τὸ συναφὲς τῆς φύσεως καὶ τὸ πρὸς τὸν πατέρα ὁμοούσιον δηλοῖ ὡς τὸ «ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν» καὶ «ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα» καὶ τὸ «ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων» καὶ τὰ τοιαῦτα. -βʹ Τὰ δὲ τὸ τέλειον τῆς ὑποστάσεως ὡς τὸ «υἱὸς τοῦ θεοῦ» καὶ «χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ» καὶ τὸ «μεγάλης βουλῆς ἄγγελος, θαυμαστός, σύμβουλος» καὶ τὰ ὅμοια. -γʹ Τὰ δὲ τὴν ἐν ἀλλήλαις τῶν ὑποστάσεων περιχώρησιν ὡς τὸ «ἐγὼ ἐν τῷ πατρί, καὶ ὁ πατὴρ ἐν ἐμοί» καὶ τὴν ἀνεκφοίτητον ἵδρυσιν ὡς «λόγος», «σοφία καὶ δύναμις» καὶ «ἀπαύγασμα». Ὅ τε γὰρ λόγος ἐν τῷ νῷ (λόγον δέ φημι τὸν οὐσιώδη), καὶ ἡ σοφία ὁμοίως, καὶ ἐν τῷ δυναμένῳ ἡ δύναμις, καὶ ἐν τῷ φωτὶ τὸ ἀπαύγασμα ἀνεκφοιτήτως ἵδρυται, ἐξ αὐτῶν πηγαζόμενα. -δʹ Τὰ δὲ ὡς ἐξ αἰτίου τοῦ πατρὸς ὡς τὸ «ὁ πατήρ μου μείζων μού ἐστιν»· ἐξ αὐτοῦ γὰρ ἔχει τό τε εἶναι καὶ πάντα, ὅσα ἔχει, τὸ μὲν εἶναι γεννητῶς καὶ οὐ δημιουργητικῶς ὡς τὸ «ἐγὼ ἐκ τοῦ πατρὸς ἐξῆλθον», «κἀγὼ ζῶ διὰ τὸν πατέρα», πάντα δέ, ὅσα ἔχει, οὐ μεταδοτικῶς οὔτε διδακτικῶς, ἀλλ' ὡς ἐξ αἰτίου ὡς τὸ «οὐ δύναται ὁ υἱὸς ποιεῖν ἀφ' ἑαυτοῦ οὐδέν, ἐὰν μή τι βλέπῃ τὸν πατέρα ποιοῦντα». Εἰ μὴ γὰρ ὁ πατήρ ἐστιν, οὐδὲ ὁ υἱός· ἐκ τοῦ πατρὸς γὰρ ὁ υἱὸς καὶ ἐν τῷ πατρὶ καὶ οὐ μετὰ τὸν πατέρα. Ὁμοίως καί, ἃ ποιεῖ, ἐξ αὐτοῦ καὶ σὺν αὐτῷ· μία γὰρ καὶ ἡ αὐτή, οὐχ ὁμοία, ἀλλ' ἡ αὐτὴ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος θέλησις ἐνέργειά τε καὶ δύναμις. -εʹ Τὰ δὲ ὡς τῆς πατρικῆς εὐδοκίας διὰ τῆς αὐτοῦ ἐνεργείας πληρουμένης οὐχ ὡς δι' ὀργάνου ἢ δούλου, ἀλλ' ὡς δι' οὐσιώδους καὶ ἐνυποστάτου αὐτοῦ λόγου καὶ σοφίας καὶ