1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

89

δυνάμεως διὰ τὸ μίαν ἐν πατρὶ καὶ υἱῷ θεωρεῖσθαι κίνησιν, ὡς τὸ «πάντα δι' αὐτοῦ ἐγένετο», καὶ τὸ «ἀπέστειλε τὸν λόγον αὐτοῦ καὶ ἰάσατο αὐτούς», καὶ τὸ «ἵνα γνῶσιν, ὅτι σύ με ἀπέστειλας». -ϛʹ Τὰ δὲ προφητικῶς, καὶ τούτων τὰ μὲν ὡς μέλλοντα οἷον «ἐμφανῶς ἥξει», καὶ τὸ τοῦ Ζαχαρίου «ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι», καὶ τὸ ὑπὸ Μιχαίου εἰρημένον «ἰδοὺ κύριος ἐκπορεύεται ἐκ τοῦ τόπου αὐτοῦ καὶ καταβήσεται καὶ ἐπιβήσεται ἐπὶ τὰ ὑψηλὰ τῆς γῆς»· τὰ δὲ μέλλοντα ὡς παρῳχηκότα· «Οὗτος ὁ θεὸς ἡμῶν μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη», καὶ τὸ «κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ», καὶ «διὰ τοῦτο ἔχρισέ σε ὁ θεὸς ὁ θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου» καὶ τὰ τοιαῦτα. -Τὰ μὲν οὖν πρὸ τῆς ἑνώσεως καὶ μετὰ τὴν ἕνωσιν ἐπ' αὐτῷ λεχθήσεται, τὰ δὲ μετὰ τὴν ἕνωσιν πρὸ τῆς ἑνώσεως οὐδαμῶς, εἰ μήτιγε προφητικῶς, ὡς ἔφημεν. Βʹ Τῶν δὲ ἐν τῇ ἑνώσει τρόποι εἰσὶ τρεῖς. -αʹ Ὅτε μὲν γὰρ ἐκ τοῦ κρείττονος τὸν λόγον ποιούμεθα, θέωσιν τῆς σαρκὸς καὶ λόγωσιν καὶ ὑπερύψωσιν λέγομεν καὶ τὰ τοιαῦτα, τὸν προσγενόμενον τῇ σαρκὶ πλοῦτον ἐκ τῆς πρὸς τὸν ὕψιστον θεὸν λόγον ἑνώσεώς τε καὶ συμφυΐας ἐμφαίνοντες. -βʹ Ὅτε δὲ ἀπὸ τοῦ ἐλάττονος, σάρκωσιν τοῦ λόγου, ἐνανθρώπησιν, κένωσιν, πτωχείαν, ταπείνωσίν φαμεν· ταῦτα γὰρ καὶ τὰ τοιαῦτα ἐκ τῆς πρὸς τὸ ἀνθρώπινον κράσεως ἐπιλέγεται τῷ λόγῳ τε καὶ θεῷ. -γʹ Ὅταν δὲ ἐξ ἀμφοῖν ἅμα, ἕνωσιν, κοινωνίαν, χρίσιν, συμφυΐαν, συμμόρφωσιν καὶ τὰ τοιαῦτα φάσκομεν. ∆ιὰ τοῦτον οὖν τὸν τρίτον τρόπον οἱ προλελεγμένοι δύο τρόποι λέγονται. ∆ιὰ γὰρ τῆς ἑνώσεως δηλοῦται, τί ἔσχεν ἑκάτερον ἐκ τῆς τοῦ συνυφεστῶτος αὐτῷ ἁρμογῆς καὶ περιχωρήσεως· διὰ γὰρ τὴν καθ' ὑπόστασιν ἕνωσιν ἡ σὰρξ τεθεῶσθαι λέγεται καὶ θεὸς γενέσθαι καὶ ὁμόθεος τῷ λόγῳ καὶ ὁ θεὸς λόγος σαρκωθῆναι καὶ ἄνθρωπος γενέσθαι καὶ κτίσμα λέγεσθαι καὶ ἔσχατος καλεῖσθαι, οὐχ ὡς τῶν δύο φύσεων μεταβληθεισῶν εἰς μίαν φύσιν σύνθετον (ἀδύνατον γὰρ ἐν μιᾷ φύσει ἅμα τὰ ἐναντία φυσικὰ γενέσθαι), ἀλλ' ὡς τῶν δύο φύσεων καθ' ὑπόστασιν ἑνωθεισῶν καὶ τὴν εἰς ἀλλήλας περιχώρησιν ἀσύγχυτον καὶ ἀμετάβλητον ἐχουσῶν. Ἡ δὲ περιχώρησις οὐκ ἐκ τῆς σαρκός, ἀλλ' ἐκ τῆς θεότητος γέγονεν· ἀμήχανον γὰρ τὴν σάρκα περιχωρῆσαι διὰ τῆς θεότητος, ἀλλ' ἡ θεία φύσις ἅπαξ περιχωροῦσα διὰ τῆς σαρκὸς ἔδωκε καὶ τῇ σαρκὶ τὴν πρὸς αὐτὴν ἄρρητον περιχώρησιν, ἣν δὴ ἕνωσιν λέγομεν. -Ἰστέον δέ, ὡς ἐπὶ τοῦ πρώτου καὶ δευτέρου τρόπου τῶν ἐν τῇ ἑνώσει τὸ ἀνάπαλιν θεωρεῖται. Ὅτε γὰρ περὶ τῆς σαρκὸς τὸν λόγον ποιούμεθα, θέωσιν καὶ λόγωσιν καὶ ὑπερύψωσιν καὶ χρίσιν φαμέν (ἀπὸ μὲν γὰρ τῆς θεότητος ταῦτα, περὶ δὲ τὴν σάρκα θεωρεῖται)· ὅτε δὲ περὶ τοῦ λόγου, κένωσιν, σάρκωσιν, ἐνανθρώπησιν, ταπείνωσιν καὶ τὰ τοιαῦτα, ἅτινα, ὡς ἔφημεν, ἐκ τῆς σαρκὸς ἐπιλέγεται τῷ λόγῳ τε καὶ θεῷ· αὐτὸς γὰρ ταῦτα ὑπέμεινεν ἑκών. Γʹ Τῶν δὲ μετὰ τὴν ἕνωσιν τρόποι εἰσὶ τρεῖς. -Πρῶτος ὁ τῆς θείας φύσεως δηλωτικὸς ὡς τὸ «ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί», καὶ «ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν», καὶ πάντα, ὅσα πρὸ τῆς ἐνανθρωπήσεως αὐτῷ ἐπιλέγεται, ταῦτα καὶ μετὰ τὴν ἐνανθρώπησιν αὐτῷ ἐπιλεχθήσεται πλὴν τοῦ μὴ εἰληφέναι σάρκα καὶ τὰ ταύτης φυσικά. -∆εύτερος ὁ τῆς ἀνθρωπίνης ὡς τὸ «τί με ζητεῖτε ἀποκτεῖναι ἄνθρωπον, ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα;» καὶ τὸ «οὕτω δεῖ ὑψωθῆναι τὸν υἱὸν τοῦ ἀνθρώπου» καὶ τὰ τοιαῦτα. Τούτων δὲ τῶν ἀνθρωποπρεπῶς ἐπὶ τοῦ σωτῆρος Χριστοῦ γεγραμμένων εἴτε ἐν ῥήμασιν εἴτε ἐν πράγμασιν τρόποι εἰσὶ ἕξ. -αʹ Τὰ μὲν γὰρ αὐτῶν κατὰ φύσιν οἰκονομικῶς πέπρακταί τε καὶ λέλεκται οἷον ὁ ἐκ παρθένου τόκος, ἡ καθ' ἡλικίαν αὔξησίς τε καὶ προκοπή, ἡ πεῖνα, ἡ δίψα, ὁ κόπος, τὸ δάκρυον, ὁ ὕπνος, ἡ τῶν ἥλων τρῆσις, ὁ θάνατος καὶ τὰ τοιαῦτα, ὅσα φυσικὰ καὶ ἀδιάβλητα πάθη ὑπάρχουσιν· ἐν τούτοις γὰρ ἅπασι μίξις μέν ἐστι τοῦ θείου πρὸς τὸ ἀνθρώπινον, πλὴν τοῦ σώματος ἀληθῶς εἶναι πιστεύεται, οὐδὲν τούτων τοῦ θείου πάσχοντος, δι' αὐτῶν δὲ τὴν ἡμῶν οἰκονομοῦντος σωτηρίαν. -βʹ Τὰ δὲ κατὰ προσποίησιν τὸ ἐρωτᾶν «ποῦ τεθείκατε