1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

52

διαφορᾶς. Ἡνωμέναι γὰρ καθ' ὑπόστασιν καὶ τὴν ἐν ἀλλήλαις περιχώρησιν ἔχουσαι ἀσυγχύτως ἥνωνται, τὴν οἰκείαν ἑκάστη φυσικὴν διαφορὰν διασῴζουσα. Τῷ τρόπῳ τοιγαροῦν τῆς διαφορᾶς καὶ μόνῳ ἀριθμούμεναι ὑπὸ τὸ διωρισμένον ποσὸν ἀναχθήσονται. Εἷς τοίνυν ἐστὶν ὁ Χριστός, θεὸς τέλειος καὶ ἄνθρωπος τέλειος, ὃν προσκυνοῦμεν σὺν πατρὶ καὶ πνεύματι μιᾷ προσκυνήσει μετὰ τῆς ἀχράντου σαρκὸς αὐτοῦ οὐκ ἀπροσκύνητον τὴν σάρκα λέγοντες (προσκυνεῖται γὰρ ἐν τῇ μιᾷ τοῦ λόγου ὑποστάσει, ἥτις αὐτῇ ὑπόστασις γέγονεν), οὐ τῇ κτίσει λατρεύοντες (οὐ γὰρ ὡς ψιλῇ σαρκὶ προσκυνοῦμεν ἀλλ' ὡς ἡνωμένῃ θεότητι καὶ ὡς εἰς ἓν πρόσωπον καὶ μίαν ὑπόστασιν τοῦ θεοῦ λόγου τῶν δύο αὐτοῦ ἀναγομένων φύσεων). ∆έδοικα τοῦ ἄνθρακος ἅψασθαι διὰ τὸ τῷ ξύλῳ συνημμένον πῦρ. Προσκυνῶ τοῦ Χριστοῦ τὸ συναμφότερον διὰ τὴν τῇ σαρκὶ ἡνωμένην θεότητα· οὐ γὰρ τέταρτον παρεντίθημι πρόσωπον ἐν τῇ τριάδι-μὴ γένοιτο-, ἀλλ' ἓν πρόσωπον ὁμολογῶ τοῦ θεοῦ λόγου καὶ τῆς σαρκὸς αὐτοῦ. Τριὰς γὰρ ἔμεινεν ἡ τριὰς καὶ μετὰ τὴν τοῦ λόγου σάρκωσιν. 53 Πρὸς τό, εἰ οὐκ ἔστι φύσις ἀνυπόστατος, ἀπάντησισ Εἰ γὰρ καὶ μή ἐστι φύσις ἀνυπόστατος ἢ οὐσία ἀπρόσωπος (ἐν ὑποστάσεσι γὰρ καὶ προσώποις ἥ τε οὐσία καὶ ἡ φύσις θεωρεῖται), ἀλλ' οὐκ ἀνάγκη τὰς ἀλλήλαις ἑνωθείσας φύσεις καθ' ὑπόστασιν ἑκάστην ἰδίαν κεκτῆσθαι ὑπόστασιν· δύνανται γὰρ εἰς μίαν συνδραμοῦσαι ὑπόστασιν μήτε ἀνυπόστατοι εἶναι μήτε ἰδιάζουσαν ἑκάστῃ ἔχειν ὑπόστασιν, ἀλλὰ μίαν καὶ τὴν αὐτὴν ἀμφότεραι. Ἡ αὐτὴ γὰρ τοῦ λόγου ὑπόστασις ἀμφοτέρων τῶν φύσεων ὑπόστασις χρηματίσασα οὔτε ἀνυπόστατον μίαν αὐτῶν εἶναι συγχωρεῖ οὔτε μὴν ἑτεροϋποστάτους ἀλλήλων εἶναι παραχωρεῖ, οὐδὲ ποτὲ μὲν τῆσδε ποτὲ δὲ ἐκείνης, ἀλλ' ἀεὶ ἀμφοτέρων ἀδιαιρέτως καὶ ἀχωρίστως ὑπάρχει ὑπόστασις, οὐ μεριζομένη καὶ διαιρουμένη καὶ μέρος μὲν αὑτῆς τῇδε, μέρος δὲ τῇδε διανέμουσα, ἀλλὰ πᾶσα ταύτης καὶ πᾶσα ἐκείνης ἀμερῶς καὶ ὁλοσχερῶς ὑπάρχουσα. Οὐ γὰρ ἰδιοσυστάτως ὑπέστη ἡ τοῦ θεοῦ λόγου σὰρξ οὐδὲ ἑτέρα ὑπόστασις γέγονε παρὰ τὴν τοῦ θεοῦ λόγου ὑπόστασιν, ἀλλ' ἐν αὐτῇ ὑποστᾶσα ἐνυπόστατος μᾶλλον καὶ οὐ καθ' αὑτὴν ἰδιοσύστατος ὑπόστασις γέγονε. ∆ιὸ οὐδὲ ἀνυπόστατός ἐστιν οὐδὲ ἑτέραν ἐν τῇ τριάδι παρεισφέρει ὑπόστασιν.

54 Περὶ τοῦ τρισαγίου Ἐντεῦθεν καὶ τὴν ἐν τῷ τρισαγίῳ προσθήκην ὑπὸ τοῦ

ματαιόφρονος Πέτρου τοῦ κναφέως γεγενημένην βλάσφημον ὁριζόμεθα ὡς τέταρτον παρεισάγουσαν πρόσωπον καὶ ἀναμέρος τιθεῖσαν τὸν τοῦ θεοῦ υἱὸν τὴν τοῦ πατρὸς ἐνυπόστατον δύναμιν καὶ ἀναμέρος τὸν ἐσταυρωμένον ὡς ἄλλον ὄντα παρὰ τὸν ἰσχυρὸν ἢ παθητὴν τὴν ἁγίαν τριάδα δοξάζουσαν καὶ συσταυροῦσαν τῷ υἱῷ τὸν πατέρα καὶ τὸ πνεῦμα τὸ ἅγιον. Ἄπαγε ταύτην τὴν βλάσφημον καὶ παρέγγραπτον φλυαρίαν. Ἡμεῖς γὰρ τὸ «ἅγιος ὁ θεὸς» ἐπὶ τοῦ πατρὸς ἐκλαμβάνομεν οὐκ αὐτῷ μόνῳ τὸ τῆς θεότητος ἀφορίζοντες ὄνομα, ἀλλὰ καὶ τὸν υἱὸν θεὸν εἰδότες καὶ τὸ πνεῦμα τὸ ἅγιον, καὶ τὸ «ἅγιος ἰσχυρὸς» ἐπὶ τοῦ υἱοῦ τίθεμεν οὐκ ἀπαμφιεννύντες τῆς ἰσχύος τὸν πατέρα καὶ τὸ πνεῦμα τὸ ἅγιον, καὶ τὸ «ἅγιος ἀθάνατος» ἐπὶ τοῦ ἁγίου πνεύματος τάττομεν οὐκ ἔξω τῆς ἀθανασίας τιθέντες τὸν πατέρα καὶ τὸν υἱόν, ἀλλ' ἐφ' ἑκάστης τῶν ὑποστάσεων πάσας τὰς θεωνυμίας ἁπλῶς καὶ ἀπολύτως ἐκλαμβάνοντες καὶ τὸν θεῖον ἀπόστολον ἐκμιμούμενοι φάσκοντα· «Ἡμῖν δὲ εἷς θεὸς ὁ πατήρ, ἐξ οὗ τὰ πάντα καὶ ἡμεῖς ἐξ αὐτοῦ, καὶ εἷς κύριος Ἰησοῦς Χριστός, δι' οὗ τὰ πάντα καὶ ἡμεῖς δι' αὐτοῦ», οὐ μὴν ἀλλὰ καὶ τὸν θεολόγον Γρηγόριον, ὧδέ πῃ λέγοντα· ««Ἡμῖν δὲ εἷς θεὸς ὁ πατήρ, ἐξ οὗ τὰ πάντα, καὶ εἷς κύριος Ἰησοῦς Χριστός, δι' οὗ τὰ πάντα, καὶ ἓν πνεῦμα ἅγιον, ἐν ᾧ τὰ πάντα», τοῦ «ἐξ οὗ» καὶ «δι' οὗ» καὶ «ἐξ ᾧ» μὴ φύσεις τεμνόντων (οὐδὲ γὰρ ἂν μετέπιπτον αἱ προθέσεις ἢ αἱ τάξεις τῶν ὀνομάτων), ἀλλὰ χαρακτηριζόντων μιᾶς καὶ ἀσυγχύτου φύσεως ἰδιότητας· καὶ τοῦτο δῆλον· ἐξ ὧν εἰς ἓν συνάγονται πάλιν, εἴ τῳ μὴ