1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

59

κατ' εἰκόνα καὶ καθ' ὁμοίωσιν. Καὶ ἡ ἄσκησις δὲ καὶ οἱ ταύτης πόνοι οὐ πρὸς τὸ ἐπικτήσασθαι τὴν ἀρετὴν ἔξωθεν ἐπείσακτον οὖσαν ἐπενοήθησαν, ἀλλὰ πρὸς τὸ τὴν ἐπείσακτον καὶ παρὰ φύσιν κακίαν ἀποβαλέσθαι, ὥσπερ καὶ τὸν τοῦ σιδήρου ἰὸν οὐ φυσικὸν ὄντα, ἀλλ' ἐξ ἀμελείας ἐπιγενόμενον διὰ μόχθου ἀποβάλλοντες τὴν φυσικὴν τοῦ σιδήρου λαμπρότητα ἐμφανίζομεν. Ἰστέον δέ, ὡς τὸ τῆς γνώμης ὄνομα πολύτροπον καὶ πολυσήμαντόν ἐστι. Ποτὲ μὲν γὰρ δηλοῖ τὴν παραίνεσιν, ὥς φησιν ὁ θεῖος ἀπόστολος· «Περὶ δὲ τῶν παρθένων ἐπιταγὴν κυρίου οὐκ ἔχω, γνώμην δὲ δίδωμι·» ποτὲ δὲ βουλήν, ὡς ὅταν φησὶν ὁ προφήτης ∆αυίδ· «Ἐπὶ τὸν λαόν σου κατεπανουργεύσαντο γνώμην», ποτὲ δὲ ψῆφον, ὡς ὁ ∆ανιήλ· «Περὶ τίνος ἐξῆλθεν ἡ γνώμη ἡ ἀναιδὴς αὕτη;», ποτὲ δὲ ἐπὶ πίστεως ἢ δόξης ἢ φρονήματος, καὶ ἁπλῶς εἰπεῖν, κατὰ εἴκοσιν ὀκτὼ σημαινόμενα λαμβάνεται τὸ τῆς γνώμης ὄνομα. 59 Περὶ ἐνεργειῶν τῶν ἐν τῷ κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ ∆ύο δὲ καὶ τὰς ἐνεργείας φαμὲν ἐπὶ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· εἶχε γὰρ ὡς μὲν θεὸς καὶ τῷ πατρὶ ὁμοούσιος τὴν θείαν ἐνέργειαν καὶ ὡς ἄνθρωπος γενόμενος καὶ ἡμῖν ὁμοούσιος τῆς ἀνθρωπίνης φύσεως τὴν ἐνέργειαν. Ἰστέον δέ, ὡς ἄλλο ἐστὶν ἐνέργεια καὶ ἄλλο ἐνεργητικὸν καὶ ἄλλο ἐνέργημα καὶ ἄλλο ἐνεργῶν. Ἐνέργεια μὲν οὖν ἐστιν ἡ δραστικὴ καὶ οὐσιώδης τῆς φύσεως κίνησις· ἐνεργητικὸν δὲ ἡ φύσις, ἐξ ἧς ἡ ἐνέργεια πρόεισιν· ἐνέργημα δὲ τὸ τῆς ἐνεργείας ἀποτέλεσμα· ἐνεργῶν δὲ ὁ κεχρημένος τῇ ἐνεργείᾳ ἤτοι ἡ ὑπόστασις. Λέγεται δὲ καὶ ἡ ἐνέργεια ἐνέργημα, καὶ τὸ ἐνέργημα ἐνέργεια, ὡς καὶ τὸ κτίσμα κτίσις. Οὕτω φαμέν· πᾶσα ἡ κτίσις, τὰ κτίσματα δηλοῦντες. Ἰστέον, ὡς ἡ ἐνέργεια κίνησίς ἐστι καὶ ἐνεργεῖται μᾶλλον ἢ ἐνεργεῖ, καθώς φησιν ὁ θεηγόρος Γρηγόριος ἐν τῷ περὶ τοῦ ἁγίου πνεύματος λόγῳ· «Εἰ δὲ ἐνέργειά ἐστιν, ἐνεργηθήσεται δηλονότι καὶ οὐκ ἐνεργήσει καὶ ὁμοῦ τῷ ἐνεργηθῆναι παύσεται». ∆εῖ δὲ γινώσκειν, ὅτι αὐτὴ ἡ ζωὴ ἐνέργειά ἐστι καὶ ἡ τροπὴ τοῦ ζῴου ἐνέργεια, καὶ πᾶσα ἡ τοῦ ζῴου οἰκονομία ἥ τε θρεπτικὴ καὶ αὐξητικὴ ἤγουν φυτικὴ καὶ ἡ καθ' ὁρμὴν κίνησις ἤγουν αἰσθητικὴ καὶ ἡ νοερὰ καὶ αὐτεξούσιος κίνησις. ∆υνάμεως δὲ ἀποτέλεσμα ἡ ἐνέργεια. Εἰ οὖν ταῦτα πάντα θεωροῦμεν ἐν τῷ Χριστῷ, ἄρα καὶ ἀνθρωπίνην ἐνέργειαν ἐπ' αὐτοῦ φήσομεν. Ἐνέργεια λέγεται τὸ πρῶτον ἐν ἡμῖν συνιστάμενον νόημα· καὶ ἔστιν ἁπλῆ καὶ ἄσχετος ἐνέργεια τοῦ νοῦ καθ' αὑτὸν ἀφανῶς τὰ ἴδια νοήματα προβαλλομένου, ὧν χωρὶς οὐδὲ νοῦς ἂν κληθείη δικαίως. Λέγεται δὲ πάλιν ἐνέργεια καὶ ἡ διὰ τῆς προφορᾶς τοῦ λόγου φανέρωσις καὶ ἐξάπλωσις τῶν νενοημένων. Αὕτη δὲ οὐκέτι ἄσχετός ἐστι καὶ ἁπλῆ, ἀλλ' ἐν σχέσει θεωρουμένη ἐκ νοήματος καὶ λόγου συντεθειμένη. Καὶ αὐτὴ δὲ ἡ σχέσις, ἣν ἔχει ὁ ποιῶν πρὸς τὸ γινόμενον, ἐνέργειά ἐστι· καὶ αὐτὸ τὸ ἀποτελούμενον ἐνέργεια λέγεται. Καὶ τὸ μέν ἐστι ψυχῆς μόνης, τὸ δὲ ψυχῆς σώματι κεχρημένης, τὸ δὲ σώματος νοερῶς ἐψυχωμένου, τὸ δὲ ἀποτέλεσμα· ὁ νοῦς γὰρ προθεωρήσας τὸ ἐσόμενον οὕτω διὰ τοῦ σώματος ἐργάζεται. Τῆς ψυχῆς τοίνυν ἐστὶν ἡ ἡγεμονία· κέχρηται γὰρ ὡς ὀργάνῳ τῷ σώματι, ἄγουσα τοῦτο καὶ ἰθύνουσα. Ἑτέρα δέ ἐστιν ἡ τοῦ σώματος ἐνέργεια ἀγομένου ὑπὸ τῆς ψυχῆς καὶ κινουμένου. Τὸ δὲ ἀποτέλεσμα τοῦ μὲν σώματος ἡ ἁφὴ καὶ ἡ κράτησις καὶ ἡ τοῦ ποιουμένου οἱονεὶ περιένεξις, τῆς δὲ ψυχῆς ἡ τοῦ γινομένου οἱονεὶ μόρφωσις καὶ σχηματισμός. Οὕτω καὶ περὶ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἡ μὲν τῶν θαυμάτων δύναμις τῆς θεότητος αὐτοῦ ὑπῆρχεν ἐνέργεια, ἡ δὲ χειρουργία καὶ τὸ θελῆσαι καὶ τὸ εἰπεῖν «θέλω, καθαρίσθητι» τῆς ἀνθρωπότητος αὐτοῦ ὑπῆρχεν ἐνέργεια. Ἀποτέλεσμα δὲ τῆς μὲν ἀνθρωπίνης ἡ τῶν ἄρτων κλάσις, τὸ ἀκοῦσαι τὸν λεπρὸν τὸ «θέλω», τῆς δὲ θείας ὁ τῶν ἄρτων πληθυσμὸς καὶ ἡ τοῦ λεπροῦ κάθαρσις· δι' ἀμφοτέρων γάρ, διά τε τῆς ψυχικῆς ἐνεργείας καὶ τοῦ σώματος, μίαν καὶ τὴν αὐτὴν συγγενῆ καὶ ἴσην ἐνεδείκνυτο αὐτοῦ τὴν θείαν ἐνέργειαν. Ὥσπερ γὰρ τὰς φύσεις ἡνωμένας γινώσκομεν καὶ τὴν ἐν ἀλλήλαις ἐχούσας περιχώρησιν καὶ τὴν τούτων διαφορὰν οὐκ ἀρνούμεθα, ἀλλὰ καὶ