1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

15

ἐνεργεῖ καὶ οὐ σωματικῶς περιέχεται ἀλλὰ νοητῶς· οὐ γὰρ ἔχει σχῆμα, ἵνα σωματικῶς περισχεθῇ. Ὁ μὲν οὖν θεὸς ἄυλος ὢν καὶ ἀπερίγραπτος ἐν τόπῳ οὐκ ἔστιν· αὐτὸς γὰρ ἑαυτοῦ τόπος ἐστὶ τὰ πάντα πληρῶν καὶ ὑπὲρ τὰ πάντα ὢν καὶ αὐτὸς συνέχων τὰ πάντα. Λέγεται δὲ ἐν τόπῳ εἶναι. Καὶ λέγεται τόπος θεοῦ, ἔνθα ἔκδηλος ἡ ἐνέργεια αὐτοῦ γένηται. Αὐτὸς μὲν γὰρ διὰ πάντων ἀμιγῶς διήκει καὶ πᾶσι μεταδίδωσι τῆς ἑαυτοῦ ἐνεργείας κατὰ τὴν ἑκάστου ἐπιτηδειότητα καὶ δεκτικὴν δύναμιν, φημὶ δὴ τήν τε φυσικὴν καὶ προαιρετικὴν καθαρότητα· καθαρώτερα γὰρ τὰ ἄυλα τῶν ὑλικῶν καὶ τὰ ἐνάρετα τῶν κακίᾳ συνεζευγμένων. Λέγεται τοιγαροῦν θεοῦ τόπος ὁ πλέον μετέχων τῆς ἐνεργείας καὶ τῆς χάριτος αὐτοῦ. ∆ιὰ τοῦτο ὁ οὐρανὸς αὐτοῦ θρόνος (ἐν αὐτῷ γάρ εἰσιν οἱ ποιοῦντες τὸ θέλημα αὐτοῦ ἄγγελοι καὶ ἀεὶ δοξάζοντες αὐτόν· αὕτη γὰρ αὐτῷ ἀνάπαυσις) καὶ ἡ γῆ ὑποπόδιον τῶν ποδῶν αὐτοῦ (ἐν αὐτῇ γὰρ διὰ σαρκὸς τοῖς ἀνθρώποις συνανεστράφη). Ποὺς δὲ θεοῦ ἡ ἁγία σὰρξ αὐτοῦ διαφόρως ὠνόμασται. Λέγεται καὶ ἡ ἐκκλησία τόπος θεοῦ· τοῦτον γὰρ εἰς δοξολογίαν αὐτοῦ ὥσπερ τι τέμενος ἀφωρίσαμεν, ἐν ᾧ καὶ τὰς πρὸς αὐτὸν ἐντεύξεις ποιούμεθα. Ὁμοίως καὶ οἱ τόποι, ἐν οἷς ἔκδηλος ἡμῖν ἡ αὐτοῦ ἐνέργεια εἴτε διὰ σαρκὸς εἴτε ἄνευ σώματος γέγονε, τόποι θεοῦ λέγονται. Ἰστέον δέ, ὅτι τὸ θεῖον ἀμερές ἐστιν, ὅλον ὁλικῶς πανταχοῦ ὂν καὶ οὐ μέρος ἐν μέρει σωματικῶς διαιρούμενον, ἀλλ' ὅλον ἐν πᾶσι καὶ ὅλον ὑπὲρ τὸ πᾶν. Ὁ δὲ ἄγγελος σωματικῶς μὲν ἐν τόπῳ οὐ περιέχεται ὥστε τυποῦσθαι καὶ σχηματίζεσθαι, ὅμως λέγεται εἶναι ἐν τόπῳ διὰ τὸ παρεῖναι νοητῶς καὶ ἐνεργεῖν κατὰ τὴν ἑαυτοῦ φύσιν καὶ μὴ εἶναι ἀλλαχοῦ, ἀλλ' ἐκεῖσε νοητῶς περιγράφεσθαι, ἔνθα καὶ ἐνεργεῖ· οὐ γὰρ δύναται κατὰ ταὐτὸν ἐν διαφόροις τόποις ἐνεργεῖν, μόνου γὰρ θεοῦ ἐστι τὸ πανταχοῦ κατὰ ταὐ τὸν ἐνεργεῖν. Ὁ μὲν γὰρ ἄγγελος τάχει φύσεως καὶ τῷ ἑτοίμως ἤγουν ταχέως μεταβαίνειν ἐνεργεῖ ἐν διαφόροις τόποις, τὸ δὲ θεῖον πανταχῇ ὂν καὶ ὑπὲρ τὸ πᾶν πανταχῇ κατὰ ταὐτὸν διαφόρως ἐνεργεῖ μιᾷ καὶ ἁπλῇ ἐνεργείᾳ. Ἡ δὲ ψυχὴ συνδέδεται τῷ σώματι ὅλη ὅλῳ καὶ οὐ μέρος μέρει καὶ οὐ περιέχεται ὑπ' αὐτοῦ, ἀλλὰ περιέχει αὐτὸ ὥσπερ πῦρ σίδηρον καὶ ἐν αὐτῷ οὖσα τὰς οἰκείας ἐνεργείας ἐνεργεῖ. Περιγραπτόν ἐστι τὸ τόπῳ ἢ χρόνῳ ἢ καταλήψει περιλαμβανόμενον, ἀπερίγραπτον δὲ τὸ μηδενὶ τούτων περιεχόμενον. Ἀπερίγραπτον μὲν οὖν μόνον ἐστὶ τὸ θεῖον ἄναρχον ὂν καὶ ἀτελεύτητον καὶ πάντα περιέχον καὶ μηδεμιᾷ καταλήψει περιεχόμενον· μόνον γάρ ἐστιν ἀκατάληπτον καὶ ἀόριστον, ὑπ' οὐδενὸς γινωσκόμενον, αὐτὸ δὲ μόνον ἑαυτοῦ θεωρητικόν. Ὁ δὲ ἄγγελος καὶ χρόνῳ περιγράφεται (ἤρξατο γὰρ τοῦ εἶναι) καὶ τόπῳ, εἰ καὶ νοητῶς, ὡς προείπομεν, καὶ καταλήψει (καὶ ἀλλήλων γὰρ τὴν φύσιν ἴσασι, ποσῶς καὶ ὑπὸ κτίστου ὁρίζονται τέλεον), τὰ δὲ σώματα καὶ ἀρχῇ καὶ τέλει καὶ τόπῳ σωματικῷ καὶ καταλήψει. Ἄτρεπτον παντελῶς τὸ θεῖον καὶ ἀναλλοίωτον· πάντα γὰρ τῇ προγνώσει τὰ οὐκ ἐφ' ἡμῖν προώρισεν, ἕκαστον κατὰ τὸν ἴδιον καὶ πρέποντα καιρὸν καὶ τόπον. Καὶ κατὰ τοῦτο «ὁ πατὴρ οὐδένα κρίνει, τὴν δὲ κρίσιν πᾶσαν δέδωκε τῷ υἱῷ»· ἔκρινε γὰρ ὁ πατὴρ δηλονότι καὶ ὁ υἱὸς ὡς θεὸς καὶ τὸ πνεῦμα τὸ ἅγιον, αὐτὸς δὲ ὁ υἱὸς ὡς ἄνθρωπος σωματικῶς καταβήσεται καὶ καθιεῖται ἐπὶ θρόνου δόξης (σώματος γὰρ περιγραπτοῦ ἡ κατάβασις καὶ ἡ καθέδρα) καὶ κρινεῖ πᾶσαν τὴν οἰκουμένην ἐν δικαιοσύνῃ. Πάντα ἀπέχει θεοῦ, οὐ τόπῳ ἀλλὰ φύσει. Ἐπὶ ἡμῶν φρόνησις καὶ σοφία καὶ βουλὴ ὡς ἕξις συμβαίνει καὶ ἀποχωρεῖ, οὐ μὴν ἐπὶ θεοῦ. Ἐπ' αὐτοῦ γὰρ οὐδὲν γίνεται καὶ ἀπογίνεται· ἀναλλοίωτος γάρ ἐστι καὶ ἄτρεπτος, καὶ οὐ χρὴ συμβεβηκὸς ἐπ' αὐτοῦ λέγειν. Τὸ ἀγαθὸν ὁ θεὸς σύνδρομον ἔχει τῇ οὐσίᾳ. Ὁ ἐπιθυμῶν ἀεὶ τοῦ θεοῦ, οὗτος ὁρᾷ αὐτόν. Ἐν πᾶσι γάρ ἐστιν ὁ θεός· τοῦ γὰρ ὄντος ἐξῆπται τὰ ὄντα, καὶ οὐκ ἔστιν εἶναί τι, εἰ μὴ ἐν τῷ ὄντι τὸ εἶναι ἔχοι, ὅτι πᾶσι μὲν ἐγκέκραται ὁ θεὸς ὡς συνέχων τὴν φύσιν, τῇ δὲ ἁγίᾳ αὐτοῦ σαρκὶ ὁ θεὸς λόγος καθ' ὑπόστασιν ἡνώθη καὶ κατεμίχθη ἀσυγχύτως πρὸς τὸ ἡμέτερον. Οὐδεὶς ὁρᾷ τὸν πατέρα εἰ μὴ ὁ υἱὸς καὶ τὸ