1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

72

ἁγίῳ πνεύματι προσκυνοῦμεν, ἀσώματον μὲν πρὸ τῆς ἐνανθρωπήσεως καὶ νῦν τὸν αὐτὸν σεσαρκωμένον καὶ γενόμενον ἄνθρωπον μετὰ τοῦ εἶναι θεόν. Ἡ τοίνυν σὰρξ αὐτοῦ κατὰ μὲν τὴν ἑαυτῆς φύσιν, ἂν διέλῃς ἰσχναῖς ἐπινοίαις τὸ ὁρώμενον ἐκ τοῦ νοουμένου, ἀπροσκύνητός ἐστιν ὡς κτιστή, ἑνωθεῖσα δὲ τῷ θεῷ λόγῳ δι' αὐτὸν καὶ ἐν αὐτῷ προσκυνεῖται. Ὅνπερ γὰρ τρόπον ὁ βασιλεὺς καὶ γυμνὸς προσκυνεῖται καὶ ἐνδεδυμένος, καὶ ἡ ἁλουργὶς ὡς μὲν ψιλὴ ἁλουργὶς πατεῖται καὶ περιρρίπτεται, βασιλικὸν δὲ γενομένη ἔνδυμα τιμᾶται καὶ δοξάζεται καί, εἴ τις αὐτὴν παροικτρώσειε, θανάτῳ ὡς τὰ πολλὰ κατακρίνεται, ὡς δὲ καὶ ξύλον ψιλὸν οὐκ ἔστι τῇ ἁφῇ ἀπρόσιτον, πυρὶ δὲ προσομιλῆσαν καὶ ἄνθραξ γενόμενον οὐ δι' ἑαυτό, διὰ δὲ τὸ συνημμένον πῦρ ἀπρόσιτον γίνεται καὶ οὐχ ἡ τοῦ ξύλου φύσις ὑπάρχει ἀπρόσιτος, ἀλλ' ὁ ἄνθραξ ἤτοι τὸ πεπυρωμένον ξύλον, οὕτως ἡ σὰρξ κατὰ μὲν τὴν ἑαυτῆς φύσιν οὐκ ἔστι προσκυνητή, προσκυνεῖται δὲ ἐν τῷ σεσαρκωμένῳ θεῷ λόγῳ οὐ δι' ἑαυτήν, ἀλλὰ διὰ τὸν ἡνωμένον αὐτῇ καθ' ὑπόστασιν θεὸν λόγον, καὶ οὔ φαμεν, ὅτι σάρκα προσκυνοῦμεν ψιλήν, ἀλλὰ σάρκα θεοῦ ἤτοι σεσαρκωμένον θεόν.

77 ∆ιὰ τί ὁ υἱὸς ἐνηνθρώπησε καὶ οὐχ ὁ πατὴρ οὐδὲ τὸ πνεῦμα καὶ τί

ἐνανθρωπήσας κατώρθωσεν Πατὴρ ὁ πατὴρ καὶ οὐχ υἱός, υἱὸς ὁ υἱὸς καὶ οὐ πατήρ, πνεῦμα ἅγιον τὸ πνεῦμα καὶ οὐ πατὴρ οὐδὲ υἱός· ἡ γὰρ ἰδιότης ἀκίνητος. Ἢ πῶς ἂν ἰδιότης εἴη κινουμένη καὶ μεταπίπτουσα; ∆ιὰ τοῦτο ὁ υἱὸς τοῦ θεοῦ υἱὸς ἀνθρώπου γίνεται, ἵνα μείνῃ ἡ ἰδιότης ἀκίνητος· υἱὸς γὰρ ὢν τοῦ θεοῦ υἱὸς ἀνθρώπου γέγονεν σαρκωθεὶς ἐκ τῆς ἁγίας παρθένου, καὶ οὐκ ἐξέστη τῆς οἰκείας ἰδιότητος. Ἐνηνθρώπησε δὲ ὁ υἱὸς τοῦ θεοῦ, ἵνα, ἐφ' ὅπερ ἐποίησε τὸν ἄνθρωπον, πάλιν αὐτῷ χαρίσηται· ἐποίησε γὰρ αὐτὸν κατ' εἰκόνα ἑαυτοῦ νοερὸν καὶ αὐτεξούσιον καὶ καθ' ὁμοιότητα ἤτοι ἐν ἀρεταῖς τέλειον ὡς ἐφικτὸν ἀνθρώπου φύσει· αὗται γὰρ οἱονεὶ χαρακτῆρες τῆς θείας ὑπάρχουσι φύσεως· τὸ ἀμέριμνον καὶ ἀπερίσπαστον καὶ ἀκέραιον, τὸ ἀγαθόν, τὸ σοφόν, τὸ δίκαιον, τὸ πάσης κακίας ἐλεύθερον. Ἐν κοινωνίᾳ μὲν οὖν ἑαυτοῦ καταστήσας τὸν ἄνθρωπον («ἐπ' ἀφθαρσίᾳ γὰρ τοῦτον ἐποίησε»), διὰ δὲ τῆς ἑαυτοῦ κοινωνίας ἀνήγαγεν αὐτὸν πρὸς τὸ ἄφθαρτον. Ἐπειδὴ δὲ διὰ τῆς παραβάσεως τῆς ἐντολῆς τοὺς τῆς θείας εἰκόνος χαρακτῆρας ἐζοφώσαμέν τε καὶ συνεχέαμεν καὶ ἐν κακίᾳ γενόμενοι τῆς θείας κοινωνίας ἐγυμνώθημεν («τίς γὰρ μετουσία πρὸς σκότος φωτί;») καὶ ἔξω τῆς ζωῆς γενόμενοι τῇ τοῦ θανάτου φθορᾷ ὑπεπέσαμεν, ἐπειδὴ μετέδωκε τοῦ κρείττονος καὶ οὐκ ἐφυλάξαμεν, μεταλαμβάνει τοῦ χείρονος, τῆς ἡμετέρας λέγω φύσεως, ἵνα δι' ἑαυτοῦ ἐν ἑαυτῷ ἀνακαινίσῃ μὲν τὸ κατ' εἰκόνα καὶ καθ' ὁμοίωσιν, διδάξῃ δὲ ἡμᾶς τὴν ἐνάρετον πολιτείαν καὶ ταύτην δι' ἑαυτοῦ ποιήσῃ ἡμῖν εὐεπίβατον καὶ τῇ τῆς ζωῆς κοινωνίᾳ ἐλευθερώσῃ τῆς φθορᾶς ἀπαρχὴ γενόμενος τῆς ἡμῶν ἀναστάσεως καὶ τὸ ἀχρειωθὲν καὶ συντριβὲν σκεῦος ἀνακαινίσῃ, ἵνα τῆς τυραννίδος τοῦ διαβόλου λυτρώσηται πρὸς θεογνωσίαν ἡμᾶς καλέσας καὶ νευρώσῃ καὶ παιδεύσῃ δι' ὑπομονῆς καὶ ταπεινώσεως καταπαλαίειν τὸν τύραννον. Πέπαυται γοῦν ἡ τῶν δαιμόνων θρησκεία, ἡ κτίσις τῷ θείῳ ἡγίασται αἵματι, βωμοὶ καὶ ναοὶ εἰδώλων καθῄρηνται, θεογνωσία πεφύτευται, τριὰς ἡ ὁμοούσιος, ἡ ἄκτιστος θεότης λατρεύεται, εἷς θεὸς ἀληθής, δημιουργὸς τῶν ἁπάντων καὶ κύριος· ἀρεταὶ πολιτεύονται, ἀναστάσεως ἐλπὶς διὰ τῆς Χριστοῦ δεδώρηται ἀναστάσεως, φρίττουσι τοὺς πάλαι ὑποχειρίους ἀνθρώπους οἱ δαίμονες, καὶ τό γε θαυμαστόν, ὅτι ταῦτα πάντα διὰ σταυροῦ καὶ παθῶν καὶ θανάτου κατώρθωται· εἰς πᾶσαν τὴν γῆν τὸ εὐαγγέλιον τῆς θεογνωσίας κεκήρυκται οὐ πολέμῳ καὶ ὅπλοις καὶ στρατοπέδοις τοὺς ἐναντίους τροπούμενον, ἀλλ' ὀλίγοι πτωχοί, ἀγράμματοι, διωκόμενοι, αἰκιζόμενοι, θανατούμενοι σταυρωθέντα σαρκὶ καὶ θανόντα κηρύττοντες τῶν σοφῶν καὶ δυνατῶν κατεκράτησαν· εἵπετο γὰρ αὐτοῖς τοῦ σταυρωθέντος ἡ παντοδύναμος δύναμις. Ὁ θάνατος ὁ πάλαι φοβερώτατος