1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

63

τὸ πᾶν συστησαμένης αἰτίας λόγον· ὅθεν καὶ μετὰ τῆς θείας συνεκφωνοῦντες αὐτὴν ἐνέργειαν προσηγόρευσαν. Ὁ γὰρ εἰπών· «Ἐνεργεῖ γὰρ ἑκατέρα μορφὴ μετὰ τῆς θατέρου κοινωνίας», τί ἕτερον πεποίηκεν ἢ ὁ εἰπών· «Καὶ γὰρ τεσσαράκοντα ἡμέρας ἀπόσιτος μείνας ὕστερον ἐπείνασεν» (ἔδωκε γὰρ τῇ φύσει, ὅτε ἤθελε, τὰ ἴδια ἐνεργεῖν) ἢ οἱ διάφορον ἐν αὐτῷ φήσαντες ἐνέργειαν ἢ οἱ διπλῆν ἢ οἱ ἄλλην καὶ ἄλλην;» Ταῦτα γὰρ δι' ἀντωνυμίας δύο τὰς ἐνεργείας σημαίνουσι· καὶ δι' ἀντωνυμίας γὰρ πολλάκις ὁ ἀριθμὸς ἐνδείκνυται καὶ διὰ τοῦ εἰπεῖν θεῖόν τε καὶ ἀνθρώπινον. «Ἡ γὰρ διαφορὰ διαφερόντων ἐστὶ διαφορά»· τὰ δὲ μὴ ὄντα, πῶς διοίσουσιν;

60 Πρὸς τοὺς λέγοντας· Εἰ δύο φύσεων καὶ ἐνεργειῶν ὁ ἄνθρωπος, ἀνάγκη

ἐπὶ Χριστοῦ τρεῖς φύσεις καὶ τοσαύτας λέγειν τὰς ἐνεργείασ Ὁ μὲν καθ' ἕκαστα ἄνθρωπος ἐκ δύο συγκείμενος φύσεων, ψυχῆς τε καὶ σώματος, καὶ ταύτας ἀμεταβλήτους ἔχων ἐν ἑαυτῷ δύο φύσεις εἰκότως λεχθήσεται· σῴζει γὰρ ἑκατέρων καὶ μετὰ τὴν ἕνωσιν τὴν φυσικὴν ἰδιότητα. Οὔτε γὰρ τὸ σῶμα ἀθάνατον ἀλλὰ φθαρτόν, οὔτε ἡ ψυχὴ θνητὴ ἀλλ' ἀθάνατος, οὔτε τὸ σῶμα ἀόρατον οὔτε ἡ ψυχὴ σωματικοῖς ὀφθαλμοῖς ὁρατή, ἀλλ' ἡ μὲν λογικὴ καὶ νοερὰ καὶ ἀσώματος, τὸ δὲ παχύ τε καὶ ὁρατὸν καὶ ἄλογον. Οὐ μιᾶς δὲ φύσεως τὰ κατ' οὐσίαν ἀντιδιαιρούμενα· οὐ μιᾶς ἄρα οὐσίας ψυχή τε καὶ σῶμα. Καὶ πάλιν· Εἰ ζῷον λογικὸν θνητὸν ὁ ἄνθρωπος, πᾶς δὲ ὅρος τῶν ὑποκειμένων φύσεών ἐστι δηλωτικός, οὐ ταὐτὸν δὲ κατὰ φύσεως λόγον τὸ λογικὸν τῷ θνητῷ· οὐκ ἄρα μιᾶς φύσεως εἴη ὁ ἄνθρωπος κατὰ τὸν τοῦ οἰκείου ὁρισμοῦ κανόνα. Εἰ δὲ λέγοιτό ποτε μιᾶς φύσεως ὁ ἄνθρωπος, ἀντὶ τοῦ εἴδους τὸ τῆς φύσεως παραλαμβάνεται ὄνομα λεγόντων ἡμῶν, ὅτι οὐ διαλλάττει ἄνθρωπος ἀνθρώπου κατά τινα φύσεως διαφοράν, ἀλλὰ τὴν αὐτὴν σύστασιν ἔχοντες πάντες οἱ ἄνθρωποι καὶ ἐκ ψυχῆς συντεθειμένοι καὶ σώματος καὶ δύο ἕκαστος φύσεις τελοῦντες ὑφ' ἕνα πάντες ὁρισμὸν ἀνάγονται. Καὶ οὐ παράλογον τοῦτο, ὁπότε καὶ πάντων τῶν κτιστῶν ὡς γενητῶν μίαν φύσιν ὁ ἱερὸς Ἀθανάσιος ἔφησεν ἐν τῷ κατὰ τῶν βλασφημούντων τὸ πνεῦμα τὸ ἅγιον οὑτωσὶ λέγων· «Ὅτι δὲ ἄνω τῆς κτίσεώς ἐστι τὸ πνεῦμα τὸ ἅγιον καὶ ἄλλο μὲν παρὰ τὴν τῶν γενητῶν φύσιν, ἴδιον δὲ τῆς θεότητος, ἔξεστι πάλιν συνιδεῖν». «Πᾶν γάρ, ὃ κοινῶς καὶ ἐν πολλοῖς θεωρεῖται, οὐ τινὶ μὲν πλέον, τινὶ δὲ ἔλαττον ὑπάρχον, οὐσία ὀνομάζεται». Ἐπεὶ οὖν πᾶς ἄνθρωπος ἐκ ψυχῆς ἐστι συντεθειμένος καὶ σώματος, κατὰ τοῦτο μία φύσις τῶν ἀνθρώπων λέγεται. Ἐπὶ δὲ τῆς ὑποστάσεως τοῦ κυρίου οὐ λέγειν δυνάμεθα μίαν φύσιν· αἵ τε γὰρ φύσεις σῴζουσι καὶ μετὰ τὴν ἕνωσιν ἑκάστη τὴν φυσικὴν ἰδιότητα, καὶ εἶδος Χριστῶν οὐκ ἔστι εὑρεῖν. Οὐ γὰρ ἐγένετο ἄλλος Χριστὸς ἐκ θεότητός τε καὶ ἀνθρωπότητος, θεός τε καὶ ἄνθρωπος ὁ αὐτός. Καὶ πάλιν· Οὐ ταὐτόν ἐστι τὸ κατ' εἶδος τοῦ ἀνθρώπου ἓν καὶ τὸ κατ' οὐσίαν ψυχῆς καὶ σώματος ἕν. Τὸ μὲν γὰρ κατ' εἶδος τοῦ ἀνθρώπου ἓν τὴν ἐν πᾶσι τοῖς ἀνθρώποις ἀπαραλλαξίαν ἐνδείκνυται· τὸ δὲ κατ' οὐσίαν ψυχῆς καὶ σώματος ἓν αὐτὸ τὸ εἶναι αὐτῶν λυμαίνεται εἰς ἀνυπαρξίαν αὐτὰ παντελῆ ἄγον· ἢ γὰρ τὸ ἓν εἰς τὴν τοῦ ἑτέρου μεταποιηθήσεται οὐσίαν ἢ ἐξ ἑτέρων ἕτερον γενήσεται καὶ ἀμφότερα τραπήσονται ἢ ἐπὶ τῶν ἰδίων ὅρων μένοντα δύο φύσεις ἔσονται. Οὐ γὰρ ταὐτὸν κατ' οὐσίας λόγον τὸ σῶμα τῷ ἀσωμάτῳ. Οὐκ ἀνάγκη τοίνυν ἐπὶ τοῦ ἀνθρώπου μίαν φύσιν λέγοντας (οὐ διὰ τὸ ταὐτὸν τῆς οὐσιώδους ποιότητος ψυχῆς τε καὶ σώματος, ἀλλὰ διὰ τὸ ἀπαράλλακτον τῶν ὑπὸ τὸ εἶδος ἀναγομένων ἀτόμων) μίαν καὶ ἐπὶ Χριστοῦ φύσιν λέγειν, ἔνθα εἶδος περιεκτικὸν πολλῶν ὑποστάσεων οὐκ ἔστιν. Ἔτι δὲ πᾶσα σύνθεσις ἐκ τῶν προσεχῶς συντεθέντων συντεθεῖσθαι λέγεται· οὐ γὰρ λέγομεν τὸν οἶκον ἐκ γῆς καὶ ὕδατος συντεθεῖσθαι, ἀλλ' ἐκ πλίνθου καὶ ξύλων. Ἐπεὶ ἀνάγκη καὶ τὸν ἄνθρωπον λέγειν ἐκ πέντε συγκεῖσθαι φύσεων, ἔκ τε τῶν τεσσάρων