1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

92

ἵνα μὴ ἐργάσηται, παρεγένετο, οὕτω δὲ ἀπέβη· ἀσχολούμενος γὰρ περὶ τὴν τοῦ φίλου ὑποδοχὴν οὐκ ἐργάζεται. Λέγεται δὲ ταῦτα ἐκβατικά, ὅτι οὕτως ἀποβαίνουσι τὰ πράγματα. Οὐ θέλει δὲ ὁ θεὸς μόνος εἶναι δίκαιος, ἀλλὰ πάντας ὁμοιοῦσθαι αὐτῷ κατὰ δύναμιν. 93 Ὅτι οὐ δύο ἀρχαί Ὅτι οὐ δύο ἀρχαί, μία ἀγαθὴ καὶ μία πονηρά, ἐντεῦθεν εἰσόμεθα· ἐναντία γὰρ ἀλλήλοις τὸ ἀγαθὸν καὶ τὸ πονηρὸν καὶ ἀλλήλων φθαρτικὰ καὶ ἐν ἀλλήλοις ἢ σὺν ἀλλήλοις οὐχ ὑφιστάμενα. Ἐν μέρει τοίνυν τούτων ἕκαστον ἔσται τοῦ παντός. Καὶ πρῶτον μὲν περιγραφήσονται οὐχ ὑπὸ τοῦ παντὸς μόνον, ἀλλὰ καὶ ὑπὸ μέρους τοῦ παντὸς τούτων ἕκαστον. Ἔπειτα τίς ὁ τὴν χώραν ἑκάστῳ ἀποτεμόμενος; Οὐ γὰρ ἀλλήλοις συνενεχθῆναι καὶ συμβιβασθῆναι φήσουσιν, ἐπεὶ οὐ κακὸν τὸ κακὸν εἰρήνην ἄγον πρὸς τὸ ἀγαθόν τε συμβιβαζόμενον, οὐδ' ἀγαθὸν τὸ ἀγαθὸν πρὸς τὸ κακὸν φιλικῶς διακείμενον. Εἰ δὲ ἕτερος τούτων ἑκάστῳ τὴν οἰκείαν ἀφώρισε διατριβήν, ἐκεῖνος μᾶλλον ἔσται θεός. Ἀνάγκη δὲ καὶ δυοῖν θάτερον ἢ ἅπτεσθαι καὶ φθείρειν ἀλλήλους ἢ εἶναί τι μέσον, ἐν ᾧ οὐδὲ τὸ ἀγαθὸν οὐδὲ τὸ κακὸν ἔσται, ὥσπερ τι διάφραγμα διεῖργον ἐξ ἀλλήλων ἀμφότερα. Καὶ οὐκέτι δύο, ἀλλὰ τρεῖς ἀρχαὶ ἔσονται. Ἀνάγκη δὲ καὶ τούτων τὸ ἕτερον ἢ εἰρηνεύειν, ὅπερ τὸ κακὸν οὐ δύναται (τὸ γὰρ εἰρηνεῦον οὐ κακόν), ἢ μάχεσθαι, ὅπερ τὸ ἀγαθὸν οὐ δύναται (τὸ γὰρ μαχόμενον οὐ τελέως ἀγαθόν), ἢ τὸ μὲν κακὸν μάχεσθαι, τὸ δὲ ἀγαθὸν μὴ ἀντιμάχεσθαι, ἀλλ' ὑπὸ τοῦ κακοῦ φθείρεσθαι, ἢ λυπεῖσθαι καὶ κακοῦσθαι, ὅπερ οὐ τοῦ ἀγαθοῦ γνώρισμα. Μία τοίνυν ἀρχὴ ἀγαθὴ πάσης κακίας ἀπηλλαγμένη. Ἀλλ' εἰ τοῦτο, φασί, πόθεν τὸ κακόν; Ἀμήχανον γὰρ ἐκ τοῦ ἀγαθοῦ τὸ κακὸν ἔχειν τὴν γένεσιν. Φαμὲν οὖν, ὅτι τὸ κακὸν οὐδὲν ἕτερόν ἐστιν εἰ μὴ τοῦ ἀγαθοῦ στέρησις καὶ ἐκ τοῦ κατὰ φύσιν εἰς τὸ παρὰ φύσιν πα ρατροπή· οὐδὲν γὰρ κακὸν κατὰ φύσιν. Πάντα γάρ, ὅσα ἐποίησεν ὁ θεός, καλὰ λίαν, καθὸ γέγονεν. Οὕτω τοίνυν μένοντα, καθὼς ἔκτισται, καλὰ λίαν εἰσίν, ἑκουσίως δὲ ἀποφοιτῶντα ἐκ τοῦ κατὰ φύσιν καὶ εἰς τὸ παρὰ φύσιν ἐρχόμενα, ἐν τῷ κακῷ γίνονται. Κατὰ φύσιν μὲν οὖν πάντα δοῦλα καὶ ὑπήκοα τοῦ δημιουργοῦ. Ὅταν οὖν ἑκουσίως τι τῶν κτισμάτων ἀφηνιάσῃ καὶ παρήκοον τοῦ ποιήσαντος αὐτὸ γένηται, ἐν ἑαυτῷ συνεστήσατο τὴν κακίαν· κακία γὰρ οὐκ οὐσία τίς ἐστιν οὐδὲ οὐσίας ἰδίωμα, ἀλλὰ συμβεβηκὸς ἤτοι ἐκ τοῦ κατὰ φύσιν εἰς τὸ παρὰ φύσιν ἑκούσιος παρατροπή, ὅπερ ἐστὶν ἡ ἁμαρτία. Πόθεν οὖν ἡ ἁμαρτία; -Τῆς αὐτεξουσίου γνώμης τοῦ διαβόλου εὕρημα. -Κακὸς οὖν ὁ διάβολος; -Καθὸ μὲν γέγονεν, οὐ κακός, ἀλλ' ἀγαθός· ἄγγελος γὰρ λαμπρὸς καὶ φωτεινὸς ὑπὸ τοῦ δημιουργοῦ ἔκτισται, αὐτεξούσιος ὡς λογικός, ἑκουσίως τε τῆς κατὰ φύσιν ἀρετῆς ἀπεφοίτησε καὶ ἐν τῷ ζόφῳ τῆς κακίας γέγονε, θεοῦ μακρυνθεὶς τοῦ μόνου ἀγαθοῦ καὶ φωτοποιοῦ· ἐξ αὐτοῦ γὰρ πᾶν ἀγαθὸν ἀγαθύνεται, καὶ καθόσον ἐξ αὐτοῦ μακρύνεται γνώμῃ (οὐ γὰρ τόπῳ), ἐν τῷ κακῷ γέγονεν.

94 Τίνος ἕνεκεν προγινώσκων ὁ θεὸς τοὺς ἁμαρτάνειν καὶ μὴ μετανοεῖν

μέλλοντας ἔκτισεν Ὁ θεὸς δι' ἀγαθότητα ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παράγει τὰ γινόμενα καὶ τῶν ἐσομένων προγνώστης ἐστίν. Εἰ μὲν οὖν μὴ ἔμελλον ἔσεσθαι, οὐδ' ἂν κακοὶ ἔμελλον ἔσεσθαι οὐδ' ἂν προεγινώσκοντο. Τῶν γὰρ ὄντων αἱ γνώσεις, καὶ τῶν πάντως ἐσομένων αἱ προγνώσεις· πρῶτον γὰρ τὸ εἶναι, καὶ τότε τὸ καλὸν ἢ κακὸν εἶναι. Εἰ δὲ μέλλοντας ἔσεσθαι διὰ τὴν τοῦ θεοῦ ἀγαθότητα τὸ κακοὺς ἐξ οἰκείας προαιρέσεως μέλλειν ἔσεσθαι ἐκώλυσεν αὐτοὺς γενέσθαι, τὸ κακὸν ἐνίκα ἂν τὴν τοῦ θεοῦ ἀγαθότητα. Ποιεῖ τοιγαροῦν ὁ θεὸς ἀγαθὰ ἅπαντα, ἃ ποιεῖ· ἕκαστος δὲ ἐξ οἰκείας προαιρέσεως καλός τε καὶ κακὸς γίνεται. Εἰ καὶ τοίνυν ἔφη ὁ κύριος· «Συνέφερε τῷ ἀνθρώπῳ ἐκείνῳ, εἰ οὐκ ἐγεννήθη», οὐ τὴν οἰκείαν κτίσιν κακίζων ἔλεγεν, ἀλλὰ τὴν ἐξ οἰκείας προαιρέσεως καὶ ῥαθυμίας ἐπιγενομένην τῷ κτίσματι αὐτοῦ κακίαν. Ἡ γὰρ τῆς οἰκείας γνώμης ῥαθυμία ἄχρηστον αὐτῷ τὴν τοῦ