1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

7

διαιρουμέναις, ὃ καὶ παράδοξον. Εἰς πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα, εἰς ἃ καὶ βεβαπτίσμεθα· οὕτω γὰρ ὁ κύριος τοῖς ἀποστόλοις βαπτίζειν ἐνετείλατο· «Βαπτίζοντες αὐτούς», φάσκων, «εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος». Εἰς ἕνα πατέρα, τὴν πάντων ἀρχὴν καὶ αἰτίαν, οὐκ ἔκ τινος γεννηθέντα, ἀναίτιον δὲ καὶ ἀγέννητον μόνον ὑπάρχοντα, πάντων μὲν ποιητήν, ἑνὸς δὲ μόνου πατέρα φύσει τοῦ μονογενοῦς υἱοῦ αὐτοῦ, κυρίου δὲ καὶ θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ προβολέα τοῦ παναγίου πνεύματος. Καὶ εἰς ἕνα υἱὸν τοῦ θεοῦ τὸν μονογενῆ, τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, τὸν ἐκ τοῦ πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων, φῶς ἐκ φωτός, θεὸν ἀληθινὸν ἐκ θεοῦ ἀληθινοῦ, γεννηθέντα οὐ ποιηθέντα, ὁμοούσιον τῷ πατρί, δι' οὗ τὰ πάντα ἐγένετο. «Πρὸ πάντων τῶν αἰώνων» λέγοντες δείκνυμεν, ὅτι ἄχρονος καὶ ἄναρχος αὐτοῦ ἡ γέννησις· οὐ γὰρ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρήχθη ὁ υἱὸς τοῦ θεοῦ, τὸ ἀπαύγασμα τῆς δόξης, ὁ χαρακτὴρ τῆς τοῦ πατρὸς ὑποστάσεως, ἡ ζῶσα σοφία καὶ δύναμις, ὁ λόγος ὁ ἐνυπόστατος, ἡ οὐσιώδης καὶ τελεία καὶ ζῶσα εἰκὼν τοῦ ἀοράτου θεοῦ, ἀλλ' ἀεὶ ἦν σὺν τῷ πατρὶ καὶ ἐν αὐτῷ ἀιδίως καὶ ἀνάρχως ἐξ αὐτοῦ γεγεννημένος· οὐ γὰρ ἦν ποτε ὁ πατήρ, ὅτε οὐκ ἦν ὁ υἱός, ἀλλ' ἅμα πατήρ, ἅμα υἱὸς ἐξ αὐτοῦ γεγεννημένος· πατὴρ γὰρ ἐκτὸς υἱοῦ οὐκ ἂν κληθείη. Εἰ δὲ ἦν μὴ ἔχων υἱόν, οὐκ ἦν πατήρ, καὶ εἰ μετὰ ταῦτα ἔσχεν υἱόν, μετὰ ταῦτα ἐγένετο πατὴρ μὴ ὢν πρὸ τούτου πατὴρ καὶ ἐτράπη ἐκ τοῦ μὴ εἶναι πατὴρ εἰς τὸ γενέσθαι πατήρ, ὅπερ πάσης βλασφημίας ἐστὶ χαλεπώτερον. Ἀδύνατον γὰρ τὸν θεὸν εἰπεῖν ἔρημον τῆς φυσικῆς γονιμότητος· ἡ δὲ γονιμότης τὸ ἐξ αὐτοῦ ἤγουν ἐκ τῆς ἰδίας οὐσίας ὅμοιον κατὰ φύσιν γεννᾶν. Ἐπὶ μὲν οὖν τῆς τοῦ υἱοῦ γεννήσεως ἀσεβὲς λέγειν χρόνον μεσιτεῦσαι ἢ μετὰ τὸν πατέρα τὴν τοῦ υἱοῦ γενέσθαι ὕπαρξιν· ἐξ αὐτοῦ γὰρ ἤγουν τῆς τοῦ πατρὸς φύσεώς φαμεν τὴν τοῦ υἱοῦ γέννησιν. Καὶ εἰ μὴ ἐξ ἀρχῆς δῶμεν τὸν υἱὸν συνυπάρχειν τῷ πατρὶ ἐξ αὐτοῦ γεγεννημένον, τροπὴν τῆς τοῦ πατρὸς ὑποστάσεως παρεισάγομεν, ὅτι μὴ ὢν πατὴρ ὕστερον ἐγένετο πατήρ· ἡ γὰρ κτίσις, εἰ καὶ μετὰ ταῦτα γέγονεν, ἀλλ' οὐκ ἐκ τῆς τοῦ θεοῦ οὐσίας, ἐκ δὲ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι βουλήσει καὶ δυνάμει αὐτοῦ παρήχθη, καὶ οὐχ ἅπτεται τροπὴ τῆς τοῦ θεοῦ φύσεως. Γέννησις μὲν γάρ ἐστι τὸ ἐκ τῆς οὐσίας τοῦ γεννῶντος προάγεσθαι τὸ γεννώμενον ὅμοιον κατ' οὐσίαν, κτίσις δὲ καὶ ποίησις τὸ ἔξωθεν καὶ οὐκ ἐκ τῆς οὐσίας τοῦ κτίζοντος καὶ ποιοῦντος γίνεσθαι τὸ κτιζόμενον καὶ ποιούμενον ἀνόμοιον παντελῶς. Ἐπὶ μὲν οὖν τοῦ μόνου ἀπαθοῦς καὶ ἀναλλοιώτου καὶ ἀτρέπτου καὶ ἀεὶ ὡσαύτως ἔχοντος θεοῦ καὶ τὸ γεννᾶν καὶ τὸ κτίζειν ἀπαθές· φύσει γὰρ ὢν ἀπαθὴς καὶ ἄρρευστος ὡς ἁπλοῦς καὶ ἀσύνθετος οὐ πέφυκεν ὑπομένειν πάθος ἢ ῥεῦσιν οὔτε ἐν τῷ γεννᾶν οὔτε ἐν τῷ κτίζειν οὐδέ τινος συνεργίας δεῖται, ἀλλ' ἡ μὲν γέννησις ἄναρχος καὶ ἀίδιος φύσεως ἔργον οὖσα καὶ ἐκ τῆς οὐσίας αὐτοῦ προάγουσα, ἵνα τροπὴν ὁ γεννῶν μὴ ὑπομείνῃ καὶ ἵνα μὴ θεὸς πρῶτος καὶ θεὸς ὕστερος εἴη καὶ προσθήκην δέξηται. Ἡ δὲ κτίσις ἐπὶ θεοῦ θελήσεως ἔργον οὖσα οὐ συναΐδιός ἐστι τῷ θεῷ, ἐπειδὴ οὐ πέφυκε τὸ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγόμενον συναΐδιον εἶναι τῷ ἀνάρχῳ καὶ ἀεὶ ὄντι. Ὥσπερ τοίνυν οὐχ ὁμοίως ποιεῖ ἄνθρωπος καὶ θεός-ὁ μὲν γὰρ ἄνθρωπος οὐδὲν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παράγει, ἀλλ' ὅπερ ποιεῖ ἐκ προϋποκειμένης ὕλης ποιεῖ, οὐ θελήσας μόνον ἀλλὰ καὶ προεπινοήσας, καὶ ἐν τῷ νῷ ἀνατυπώσας τὸ γενησόμενον, εἶτα καὶ χερσὶν ἐργασάμενος καὶ κόπον ὑπομείνας καὶ κάματον, πολλάκις δὲ καὶ ἀστοχήσας μὴ ἀποβάντος, καθὰ βούλεται τοῦ ἐπιτηδεύματος· ὁ δὲ θεὸς θελήσας μόνον ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι τὰ πάντα παρήγαγεν-, οὕτως οὐδὲ ὁμοίως γεννᾷ θεὸς καὶ ἄνθρωπος. Ὁ μὲν γὰρ θεὸς ἄχρονος ὢν καὶ ἄναρχος καὶ ἀπαθὴς καὶ ἄρρευστος καὶ ἀσώματος καὶ μόνος καὶ ἀτελεύτητος ἀχρόνως καὶ ἀνάρχως καὶ ἀπαθῶς καὶ ἀρρεύστως γεννᾷ καὶ ἐκτὸς συν δυασμοῦ, καὶ οὔτε ἀρχὴν ἔχει ἡ ἀκατάληπτος αὐτοῦ γέννησις οὔτε τέλος. Καὶ ἀνάρχως μὲν διὰ τὸ ἄτρεπτον, ἀρρεύστως δὲ διὰ τὸ ἀπαθὲς