1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

4

τοίνυν ὄντα πάντως καὶ κτιστά. Κτιστὰ δὲ ὄντα πάντως ὑπό τινος ἐδημιουργήθησαν. ∆εῖ δὲ τὸν δημιουργὸν ἄκτιστον εἶναι· εἰ γὰρ κἀκεῖνος ἐκτίσθη, πάντως ὑπό τινος ἐκτίσθη, ἕως ἂν ἔλθωμεν εἴς τι ἄκτιστον. Ἄκτιστος οὖν ὢν ὁ δημιουργὸς πάντως καὶ ἄτρεπτός ἐστι. Τοῦτο δὲ τί ἂν ἄλλο εἴη ἢ θεός; Καὶ αὐτὴ δὲ ἡ τῆς κτίσεως συνοχὴ καὶ συντήρησις καὶ κυβέρνησις διδάσκει ἡμᾶς, ὅτι ἔστι θεὸς ὁ τόδε τὸ πᾶν συστησάμενος καὶ συνέχων καὶ συντηρῶν καὶ ἀεὶ προνοούμενος· πῶς γὰρ ἂν αἱ ἐναντίαι φύσεις, πυρὸς λέγω καὶ ὕδατος, ἀέρος καὶ γῆς, εἰς ἑνὸς κόσμου συμπλήρωσιν ἀλλήλοις συνεληλύθασι καὶ ἀδιάλυτοι μένουσιν, εἰ μή τις παντοδύναμος δύναμις ταῦτα καὶ συνεβίβασε καὶ ἀεὶ τηρεῖ ἀδιάλυτα; Τί τὸ τάξαν τὰ οὐράνια καὶ ἐπίγεια, ὅσα τε δι' ἀέρος καὶ ὅσα καθ' ὕδατος, μᾶλλον δὲ τὰ πρὸ τούτων, οὐρανὸν καὶ γῆν καὶ ἀέρα καὶ φύσιν πυρός τε καὶ ὕδατος; Τίς ταῦτα ἔμιξε καὶ ἐμέρισε; Τί τὸ ταῦτα κινῆσαν καὶ ἄγον τὴν ἄληκτον φορὰν καὶ ἀκώλυτον; Ἆρ' οὐχ ὁ τεχνίτης τούτων καὶ λόγον ἐνθεὶς πᾶσι, καθ' ὃν τὸ πᾶν φέρεταί τε καὶ διεξάγεται; Τίς δὲ ὁ τεχνίτης τούτων; Ἆρ' οὐχ ὁ πεποιηκὼς ταῦτα καὶ εἰς τὸ εἶναι παραγαγών; Οὐ γὰρ τῷ αὐτομάτῳ δώσομεν τοιαύτην δύναμιν. Ἔστω γὰρ τὸ γενέσθαι τοῦ αὐτομάτου· τίνος τὸ τάξαι; Καὶ τοῦτο, εἰ δοκεῖ, δῶμεν· τίνος τὸ τηρῆσαι καὶ φυλάξαι καθ' οὓς πρῶτον ὑπέστη λόγους; Ἑτέρου δηλαδὴ παρὰ τὸ αὐτόματον. Τοῦτο δὲ τί ἄλλο ἐστὶν εἰ μὴ θεός; 4 Περὶ τοῦ τί ἐστι θεός; ὅτι ἀκατάληπτον Ὅτι μὲν οὖν ἔστι θεός, δῆλον· τί δέ ἐστι κατ' οὐσίαν καὶ φύσιν, ἀκατάληπτον τοῦτο παντελῶς καὶ ἄγνωστον. Ὅτι μὲν γὰρ ἀσώματον, δῆλον. Πῶς γὰρ σῶμα τὸ ἄπειρον καὶ ἀόριστον καὶ ἀσχημάτιστον καὶ ἀναφὲς καὶ ἀόρατον καὶ ἁπλοῦν καὶ ἀσύνθετον; Πῶς γὰρ σεπτόν, εἰ περιγραπτὸν καὶ παθητόν; Καὶ πῶς ἀπαθὲς τὸ ἐκ στοιχείων συγκείμενον καὶ εἰς αὐτὰ πάλιν ἀναλυόμενον; Σύνθεσις γὰρ ἀρχὴ μάχης, μάχη δὲ διαστάσεως, διάστασις δὲ λύσεως· λύσις δὲ ἀλλότριον θεοῦ παντελῶς. Πῶς δὲ καὶ σωθήσεται τὸ «διὰ πάντων ἥκειν καὶ πληροῦν τὰ πάντα θεόν», ὥς φησιν ἡ γραφή· «Οὐχὶ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ, λέγει κύριος»; Ἀδύνατον γὰρ σῶμα διὰ σωμάτων διήκειν μὴ τέμνον καὶ τεμνόμενον καὶ πλεκόμενον καὶ ἀντιπαρατιθέμενον, ὥσπερ ὅσα τῶν ὑγρῶν μίγνυται καὶ συγκίρναται. Εἰ δὲ καί τινές φασιν ἄυλον σῶμα ὡς τὸ παρὰ τοῖς τῶν Ἑλλήνων σοφοῖς πέμπτον σῶμα λεγόμενον, ὅπερ ἀδύνατον, κινούμενον ἔσται πάντως ὥσπερ ὁ οὐρανός· τοῦτον γὰρ πέμπτον σῶμά φασι. Τίς οὖν ὁ τοῦτον κινῶν; Πᾶν γὰρ κινούμενον ὑφ' ἑτέρου κινεῖται. Κἀκεῖνον τίς; Καὶ τοῦτο ἐπ' ἄπειρον, ἕως ἂν καταντήσωμεν εἴς τι ἀκίνητον· τὸ γὰρ πρῶτον κινοῦν ἀκίνητον, ὅπερ ἐστὶ τὸ θεῖον. Πῶς δὲ οὐκ ἐν τόπῳ περιγραπτὸν τὸ κινούμενον; Μόνον οὖν τὸ θεῖον ἀκίνητον, δι' ἀκινησίας τὰ πάντα κινοῦν. Ἀσώματον τοίνυν ὑποληπτέον τὸ θεῖον. Ἀλλ' οὐδὲ τοῦτο τῆς οὐσίας παραστατικόν ἐστιν ὥσπερ οὐδὲ τὸ ἀγέννητον καὶ τὸ ἄναρχον καὶ τὸ ἀναλλοίωτον καὶ τὸ ἄφθαρτον καὶ ὅσα περὶ θεοῦ ἢ περὶ θεὸν εἶναι λέγεται· ταῦτα γὰρ οὐ τὸ τί ἐστι σημαίνει, ἀλλὰ τί οὐκ ἔστι. Χρὴ δὲ τὸν βουλόμενον τήν τινος οὐσίαν εἰπεῖν, τί ἐστι, φράσαι, οὐ τί οὐκ ἔστι· ὅμως ἐπὶ θεοῦ, τί ἐστιν, εἰπεῖν ἀδύνατον κατ' οὐσίαν. Οἰκειότερον δὲ μᾶλλον ἐκ τῆς πάντων ἀφαιρέσεως ποιεῖσθαι τὸν λόγον· οὐδὲν γὰρ τῶν ὄντων ἐστὶν οὐχ ὡς μὴ ὤν, ἀλλ' ὡς ὑπὲρ πάντα τὰ ὄντα καὶ ὑπὲρ αὐτόδε τὸ εἶναι ὤν. Εἰ γὰρ τῶν ὄντων αἱ γνώσεις, τὸ ὑπὲρ γνῶσιν πάντως καὶ ὑπὲρ οὐσίαν ἔσται, καὶ τὸ ἀνάπαλιν τὸ ὑπὲρ οὐσίαν καὶ ὑπὲρ γνῶσιν ἔσται. Ἄπειρον οὖν τὸ θεῖον καὶ ἀκατάληπτον, καὶ τοῦτο μόνον αὐτοῦ καταληπτόν, ἡ ἀπειρία καὶ ἡ ἀκαταληψία. Ὅσα δὲ λέγομεν ἐπὶ θεοῦ καταφατικῶς, οὐ τὴν φύσιν ἀλλὰ τὰ περὶ τὴν φύσιν δηλοῖ. Κἂν ἀγαθόν, κἂν δίκαιον, κἂν σοφόν, κἂν ὅ τι ἂν εἴπῃς, οὐ φύσιν λέγεις θεοῦ, ἀλλὰ τὰ περὶ τὴν φύσιν. Εἰσὶ δὲ καί τινα καταφατικῶς ἐπὶ θεοῦ λεγόμενα δύναμιν ὑπεροχικῆς ἀποφάσεως ἔχοντα, οἷον σκότος λέγοντες ἐπὶ θεοῦ οὐ σκότος νοοῦμεν, ἀλλ' ὅτι οὐκ ἔστι φῶς ἀλλ' ὑπὲρ τὸ φῶς.