1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

94

δεσπότῃ ὡς πατρὶ δουλεύοντες, ἀλλ' ὡς δοῦλοι ἀγνώμονες κἂν μικρὸν καὶ ἐλάχιστον μέρος τῆς ἑαυτῶν ζωῆς τῷ θεῷ ἀποτέμωνται, καὶ τοῦτο φόβῳ τῶν ἐπὶ τῇ παραβάσει εὐθυνῶν καὶ ἐπιτιμήσεων· «δικαίῳ γὰρ νόμος οὐ κεῖται», ἀλλ' ἀδίκοις. Ἐπεὶ πρῶτος Μωσῆς τεσσαράκοντα ἡμερῶν καὶ αὖθις ἑτέρων τεσσαράκοντα νηστείᾳ προσεδρεύσας τῷ θεῷ, πάντως καὶ τοῖς σάββασι διὰ τῆς νηστείας ἐκάκου ἑαυτὸν τοῦ νόμου μὴ κακοῦν ἑαυτοὺς ἐν τῇ τοῦ σαββάτου ἡμέρᾳ προστάσσοντος. Εἰ δὲ φαῖεν, ὅτι πρὸ τοῦ νόμου τοῦτο, τί φήσουσι περὶ τοῦ Θεσβίτου Ἡλιοῦ τεσσαράκοντα ἡμερῶν ὁδὸν ἀνύσαντος ἐν βρώσει μιᾷ; Οὗτος γὰρ οὐ μόνον διὰ τῆς νηστείας, ἀλλὰ καὶ διὰ τῆς ὁδοιπορίας ἐν τοῖς σάββασι τῶν τεσσαράκοντα ἡμερῶν ἑαυτὸν κακώσας ἔλυσε τὸ σάββατον, καὶ οὐκ ὠργίσθη τούτῳ ὁ τὸν νόμον δεδωκώς, ἀλλὰ καὶ ὡς ἀρετῆς ἔπαθλον ἐν Χωρὴβ ἑαυτὸν ἐνεφάνισε. Τί δὲ περὶ ∆ανιὴλ φήσουσιν; Οὐχὶ τρεῖς ἑβδομάδας διετέλεσεν ἄσιτος; Τί δὲ πᾶς Ἰσραήλ; Οὐ περιτέμνει τὸ παιδίον ἐν σαββάτῳ, εἰ τύχοι, ὀκταήμερον; Οὐχὶ δὲ καὶ τὴν μεγάλην νηστείαν, ἣν νενομοθέτηνται, εἰ ἐν σαββάτῳ καταντήσοι, νηστεύουσι; Οὐχὶ δὲ καὶ οἱ ἱερεῖς καὶ οἱ Λευῖται ἐν τοῖς τῆς σκηνῆς ἔργοις βεβηλοῦσι τὸ σάββατον καὶ ἀναίτιοί εἰσιν; Ἀλλὰ καὶ κτῆνος, ἂν εἰς βόθρον ἐμπέσοι ἐν σαββάτῳ, ὁ μὲν ἀνασπάσας ἀναίτιος, ὁ δὲ παριδὼν κατάκριτος. Τί δὲ πᾶς Ἰσραήλ; οὐχὶ ἑπτὰ ἡμέρας τὴν τοῦ θεοῦ κιβωτὸν περιφέροντες τὰ Ἱεριχούντια τείχη περιῄεσαν, ἐν αἷς πάντως ἦν καὶ τὸ σάββατον; Ὡς οὖν ἔφην, σχολῆς ἕνεκα τῆς πρὸς θεόν, ἵνα κἂν σμικροτάτην ἀπόμοιραν αὐτῷ ἀπονέμωσι καὶ ἀναπαύσωνται ὅ τε δοῦλος καὶ τὸ ὑποζύγιον, ἡ τοῦ σαββάτου τήρησις ἐπινενόητο τοῖς νηπίοις ἔτι καὶ ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου δεδουλωμένοις, τοῖς σαρκικοῖς καὶ μηδὲν ὑπὲρ τὸ σῶμα καὶ τὸ γράμμα ἐννοῆσαι δυναμένοις. «Ὅτε δὲ ἦλθε τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ θεὸς τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ, γενόμενον ἐκ γυναικὸς ἄνθρωπον, γενόμενον ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν». Ὅσοι γὰρ ἐλάβομεν αὐτόν, ἔδωκεν ἡμῖν ἐξουσίαν τέκνα θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς αὐτόν. Ὥστε οὐκέτι ἐσμὲν δοῦλοι ἀλλ' υἱοί, οὐκέτι ὑπὸ νόμον ἀλλ' ὑπὸ χάριν· οὐκέτι μερικῶς τῷ κυρίῳ δουλεύοντες ἐκ φόβου, ἀλλὰ πάντα τὸν τῆς ζωῆς χρόνον αὐτῷ ἀνατιθέναι ὀφείλοντες καὶ ἀεὶ τὸν δοῦλον, τὸν θυμὸν λέγω καὶ τὴν ἐπιθυμίαν, ἀπὸ τῆς ἁμαρτίας καταπαύοντες καὶ τῷ θεῷ σχολάζειν ἐπιτρέποντες· τὴν μὲν ἐπιθυμίαν ἅπασαν ἀεὶ πρὸς θεὸν ἀνατείνοντες, τὸν δὲ θυμὸν κατὰ τῶν τοῦ θεοῦ δυσμενῶν καθοπλίζοντες· καὶ τὸ ὑποζύγιον ἤτοι τὸ σῶμα ὁμοίως τῆς μὲν δουλείας τῆς ἁμαρτίας ἀναπαύοντες, ταῖς δὲ θείαις ἐντολαῖς ἐξυπηρετεῖσθαι προτρέποντες. Ταῦτα ὁ πνευματικὸς ἡμῖν ἐντέλλεται τοῦ κυρίου νόμος, καὶ οἱ τοῦτον φυλάσσοντες ὑπέρτεροι τοῦ Μωσαϊκοῦ νόμου γεγόνασιν· ἐλθόντος γὰρ τοῦ τελείου τὸ ἐκ μέρους κατήργηται, καὶ τοῦ καλύμματος τοῦ νόμου ἤτοι τοῦ καταπετάσματος διὰ τῆς τοῦ σωτῆρος διαρραγέντος σταυρώσεως καὶ τοῦ πνεύματος πυρίναις γλώσσαις ἐκλάμψαντος τὸ γράμμα κατήργηται, τὰ σωματικὰ πέπαυται καὶ ὁ τῆς δουλείας νόμος πεπλήρωται καὶ νόμος ἐλευθερίας ἡμῖν δεδώρηται. Καὶ ἑορτάζομεν τὴν τελείαν τῆς ἀνθρωπίνης φύσεως κατάπαυσιν, φημὶ δὴ τὴν τῆς ἀναστάσεως ἡμέραν, ἐν ᾗ ἡμᾶς ὁ κύριος Ἰησοῦς, ὁ τῆς ζωῆς ἀρχηγὸς καὶ σωτήρ, εἰς τὴν ἐπηγγελμένην τοῖς πνευματικῶς τῷ θεῷ λατρεύουσι κληρουχίαν εἰσήγαγεν, εἰς ἣν αὐτὸς πρόδρομος ἡμῶν εἰσῆλθεν, ἀναστὰς ἐκ νεκρῶν καὶ ἀνοιγέντων αὐτῷ τῶν οὐρανίων πυλῶν ἐν δεξιᾷ τοῦ πατρὸς κεκάθικε σωματικῶς, ἔνθα καὶ οἱ τὸν πνευματικὸν τηροῦντες νόμον εἰσελεύσονται. Ἡμῖν τοίνυν τοῖς τῷ πνεύματι στοιχοῦσι καὶ οὐ τῷ γράμματι πᾶσα ἡ τῶν σαρκικῶν ἐστιν ἀπόθεσις καὶ ἡ πνευματικὴ λατρεία καὶ πρὸς θεὸν συνάφεια. Περιτομὴ μὲν γάρ ἐστιν ἡ τῆς σωματικῆς ἡδονῆς καὶ τῶν περιττῶν καὶ οὐκ ἀναγκαίων ἀπόθεσις· ἀκροβυστία γὰρ οὐδὲν ἕτερόν ἐστιν εἰ μὴ δέρμα, ἡδονικοῦ μορίου περίττωμα. Πᾶσα δὲ ἡδονὴ μὴ ἐκ θεοῦ καὶ ἐν θεῷ γινομένη