1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

16

πνεῦμα. Βούλησις καὶ σοφία καὶ δύναμις ὁ υἱός ἐστι τοῦ πατρός· οὐ χρὴ γὰρ λέγειν ἐπὶ θεοῦ ποιότητα, ἵνα μὴ σύνθετον αὐτὸν εἴπωμεν ἐξ οὐσίας καὶ ποιότητος. Ὁ υἱὸς ἐκ τοῦ πατρός ἐστι καὶ πάντα, ὅσα ἔχει, ἐξ αὐτοῦ ἔχει. ∆ιὸ οὐ δύναται ποιεῖν ἀφ' ἑαυτοῦ οὐδέν· οὐ γὰρ ἔχει ἰδιάζουσαν ἐνέργειαν παρὰ τὸν πατέρα. Ὅτι φύσει ἀόρατος ὁ θεός, ὁρατὸς ταῖς ἐνεργείαις γίνεται ἐκ τῆς τοῦ κόσμου συστάσεως καὶ κυβερνήσεως γινωσκόμενος. Εἰκὼν τοῦ πατρὸς ὁ υἱός, καὶ υἱοῦ τὸ πνεῦμα, δι' οὗ Χριστὸς ἐνοικῶν ἀνθρώπῳ δίδωσιν αὐτῷ τὸ κατ' εἰκόνα. Θεὸς τὸ πνεῦμα τὸ ἅγιον, μέσον ἀγεννήτου καὶ γεννητοῦ καὶ δι' υἱοῦ τῷ πατρὶ συναπτόμενον· πνεῦμα θεοῦ λέγεται, πνεῦμα Χριστοῦ, νοῦς Χριστοῦ, πνεῦμα κυρίου, αὐτοκύριος, πνεῦμα υἱοθεσίας, ἀληθείας, ἐλευθερίας, σοφίας (καὶ γὰρ ποιητικὸν τούτων ἁπάντων), πάντα τῇ οὐσίᾳ πληροῦν, πάντα συνέχον, πληρωτικὸν κόσμου κατὰ τὴν οὐσίαν, ἀχώρητον κόσμῳ κατὰ τὴν δύναμιν. Θεός ἐστιν ἀίδιος οὐσία καὶ ἀπαράλλακτος, δημιουργικὴ τῶν ὄντων, εὐσεβεῖ συνειδήσει προσκυνουμένη. Θεὸς καὶ πατὴρ ὁ ὢν ἀεὶ ἀγέννητος, ὡς μὴ ἔκ τινος γεννηθείς, γεννήσας δὲ υἱὸν συναΐδιον. Θεὸς καὶ υἱός ἐστιν ὁ ὢν ἀεὶ σὺν τῷ πατρί, ἀχρόνως καὶ ἀιδίως καὶ ἀρρεύστως καὶ ἀπαθῶς καὶ ἀδιαστάτως ἐξ αὐτοῦ γεγεννημένος. Θεὸς τὸ πνεῦμα τὸ ἅγιόν ἐστι, δύναμις ἁγιαστική, ἐνυπόστατος, ἐκ τοῦ πατρὸς ἀδιαστάτως ἐκπορευομένη καὶ ἐν υἱῷ ἀναπαυομένη, ὁμοούσιος πατρὶ καὶ υἱῷ. Λόγος ἐστὶν ὁ οὐσιωδῶς τῷ πατρὶ ἀεὶ συμπαρών. Λόγος πάλιν ἐστὶ καὶ ἡ φυσικὴ τοῦ νοῦ κίνησις, καθ' ἣν κινεῖται καὶ νοεῖ καὶ λογίζεται οἱονεὶ φῶς αὐτοῦ ὢν καὶ ἀπαύγασμα. Λόγος πάλιν ἐστὶν ὁ ἐνδιάθετος ὁ ἐν καρδίᾳ λαλούμενος. Καὶ πάλιν λόγος ἐστὶν ἄγγελος νοήματος. Ὁ μὲν οὖν θεὸς λόγος οὐσιώδης τέ ἐστι καὶ ἐνυπόστατος, οἱ δὲ λοιποὶ τρεῖς λόγοι δυνάμεις εἰσὶ τῆς ψυχῆς οὐκ ἐν ἰδίᾳ ὑποστάσει θεωρούμενοι, ὧν ὁ μὲν πρῶτος τοῦ νοῦ φυσικόν ἐστι γέννημα ἐξ αὐτοῦ ἀεὶ φυσικῶς πηγαζόμενον, ὁ δεύτερος δὲ λέγεται ἐνδιάθετος, ὁ δὲ τρίτος προφορικός. Τὸ πνεῦμα νοεῖται πολλαχῶς· Τὸ ἅγιον πνεῦμα· λέγονται δὲ καὶ αἱ δυνάμεις τοῦ πνεύματος τοῦ ἁγίου πνεύματα· πνεῦμα καὶ ὁ ἄγγελος ὁ ἀγαθός· πνεῦμα καὶ ὁ δαίμων· πνεῦμα καὶ ἡ ψυχή· ἔστι δέ, ὅτε καὶ ὁ νοῦς πνεῦμα λέγεται· πνεῦμα καὶ ὁ ἄνεμος καὶ ὁ ἀήρ.

14 Τὰ ἰδιώματα τῆς θείας φύσεωσ Τὸ ἄκτιστον, τὸ ἄναρχον, τὸ ἀθάνατον καὶ

ἀπέραντον καὶ αἰώνιον, τὸ ἄυλον, τὸ ἀγαθόν, τὸ δημιουργικόν, τὸ δίκαιον, τὸ φωτιστικόν, τὸ ἄτρεπτον, τὸ ἀπαθές, τὸ ἀπερίγραπτον, τὸ ἀχώρητον, τὸ ἀπεριόριστον, τὸ ἀόριστον, τὸ ἀσώματον, τὸ ἀόρατον, τὸ ἀπερινόητον, τὸ ἀνενδεές, τὸ αὐτοκρατὲς καὶ αὐτεξούσιον, τὸ παντοκρατορικόν, τὸ ζωοδοτικόν, τὸ παντοδύναμον, τὸ ἀπειροδύναμον, τὸ ἁγιαστικὸν καὶ μεταδοτικόν, τὸ περιέχειν καὶ συνέχειν τὰ σύμπαντα καὶ πάντων προνοεῖσθαι· πάντα ταῦτα καὶ τοιαῦτα φύσει ἔχει οὐκ ἄλλοθεν εἰληφυῖα, ἀλλ' αὐτὴ μεταδιδοῦσα παντὸς ἀγαθοῦ τοῖς οἰκείοις ποιήμασι κατὰ τὴν ἑκάστου δεκτικὴν δύναμιν. Ἡ ἐν ἀλλήλαις τῶν ὑποστάσεων μονή τε καὶ ἵδρυσις· ἀδιάστατοι γὰρ αὗται καὶ ἀνεκφοίτητοι ἀλλήλων εἰσὶν ἀσύγχυτον ἔχουσαι τὴν ἐν ἀλλήλαις περιχώρησιν, οὐχ ὥστε συναλείφεσθαι ἢ συγχεῖσθαι, ἀλλ' ὥστε ἔχεσθαι ἀλλήλων. Υἱὸς γὰρ ἐν πατρὶ καὶ πνεύματι, καὶ πνεῦμα ἐν πατρὶ καὶ υἱῷ, καὶ πατὴρ ἐν υἱῷ καὶ πνεύματι, μηδεμιᾶς γινομένης συναλοιφῆς ἢ συμφύρσεως ἢ συγχύσεως. Καὶ τὸ ἓν καὶ ταὐτὸν τῆς κινήσεως· ἓν γὰρ ἔξαλμα καὶ μία κίνησις τῶν τριῶν ὑποστάσεων, ὅπερ ἐπὶ τῆς κτιστῆς φύσεως θεωρηθῆναι ἀδύνατον. Καὶ ὅτι ἡ θεία ἔλλαμψις καὶ ἐνέργεια μία οὖσα καὶ ἁπλῆ καὶ ἀμερὴς καὶ ἀγαθοειδῶς ἐν τοῖς μεριστοῖς ποικιλλομένη καὶ τούτοις πᾶσι τὰ τῆς οἰκείας φύσεως συστατικὰ νέμουσα μένει ἁπλῆ, πληθυνομένη μὲν ἐν τοῖς μεριστοῖς ἀμερίστως καὶ τὰ μεριστὰ πρὸς τὴν ἑαυτῆς ἁπλότητα συνάγουσα καὶ ἐπιστρέφουσα (πάντα γὰρ αὐτῆς ἐφίεται καὶ ἐν αὐτῇ ἔχει τὴν ὕπαρξιν)· καὶ αὐτὴ τοῖς πᾶσι τὸ εἶναι καθὼς ἔχει φύσεως