1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

46

∆ιὸ δὴ ἐκ δύο φύσεων τελείων, θείας τε καὶ ἀνθρωπίνης, φαμὲν γεγενῆσθαι τὴν ἕνωσιν οὐ κατὰ φυρμὸν ἢ σύγχυσιν ἢ ἀνάκρασιν, ὡς ὁ θεήλατος ἔφη ∆ιόσκορος Σευῆρός τε καὶ ἡ τούτων ἐναγὴς συμμορία, οὐδὲ προσωπικὴν ἢ σχετικὴν ἢ κατ' ἀξίαν ἢ ταυτοβουλίαν ἢ ὁμοτιμίαν ἢ ὁμωνυμίαν ἢ εὐδοκίαν, ὡς ὁ θεοστυγὴς ἔφη Νεστόριος ∆ιόδωρός τε καὶ ὁ Μομψουεστίας Θεόδωρος καὶ ἡ τούτων δαιμονιώδης ὁμήγυρις, ἀλλὰ κατὰ σύνθεσιν ἤτοι καθ' ὑπόστασιν ἀτρέπτως καὶ ἀσυγχύτως καὶ ἀναλλοιώτως καὶ ἀδιαιρέτως καὶ ἀδιασπάστως καὶ ἐν δυσὶ φύσεσι τελείως ἐχούσαις μίαν ὑπόστασιν ὁμολογοῦμεν τοῦ υἱοῦ τοῦ θεοῦ καὶ σεσαρκωμένου, τὴν αὐτὴν ὑπόστασιν λέγοντες τῆς θεότητος καὶ τῆς ἀνθρωπότητος αὐτοῦ καὶ τὰς δύο φύσεις ὁμολογοῦντες σῴζεσθαι ἐν αὐτῷ μετὰ τὴν ἕνωσιν, οὐκ ἰδίᾳ καὶ ἀναμέρος τιθέντες ἑκάστην, ἀλλ' ἡνωμένας ἀλλήλαις ἐν τῇ μιᾷ συνθέτῳ ὑποστάσει. Οὐσιώδη γάρ φαμεν τὴν ἕνωσιν, τουτέστιν ἀληθῆ καὶ οὐ κατὰ φαντασίαν· οὐσιώδη δέ, οὐχ ὡς τῶν δύο φύσεων ἀποτελεσασῶν μίαν σύνθετον φύσιν, ἀλλ' ἑνωθεισῶν ἀλλήλαις κατὰ ἀλήθειαν εἰς μίαν ὑπόστασιν σύνθετον τοῦ υἱοῦ τοῦ θεοῦ. Καὶ σῴζεσθαι αὐτῶν τὴν οὐσιώδη διαφορὰν ὁριζόμεθα· τὸ γὰρ κτιστὸν μεμένηκε κτιστὸν καὶ τὸ ἄκτιστον ἄκτιστον, καὶ τὸ θνητὸν ἔμεινε θνητὸν καὶ ἀθάνατον τὸ ἀθάνατον καὶ τὸ περιγραπτὸν περιγραπτὸν καὶ τὸ ἀπερίγραπτον ἀπερίγραπτον, τὸ ὁρατὸν ὁρατὸν καὶ τὸ ἀόρατον ἀόρατον· «Τὸ μὲν διαλάμπει τοῖς θαύμασι, τὸ δὲ ταῖς ὕβρεσιν ὑποπέπτωκεν». Οἰκειοῦται δὲ τὰ ἀνθρώπινα ὁ λόγος (αὐτοῦ γάρ εἰσι τὰ τῆς ἁγίας αὐτοῦ σαρκὸς ὄντα) καὶ μεταδιδοῖ τῇ σαρκὶ τῶν ἰδίων κατὰ τὸν τῆς ἀντιδόσεως τρόπον διὰ τὴν εἰς ἄλληλα τῶν μερῶν περιχώρησιν καὶ τὴν καθ' ὑπόστασιν ἕνωσιν, καὶ ὅτι εἷς ἦν καὶ ὁ αὐτὸς ὁ καὶ τὰ θεῖα καὶ τὰ ἀνθρώπινα «ἐνεργῶν ἐν ἑκατέρᾳ μορφῇ μετὰ τῆς θατέρου κοινωνίας». ∆ιὸ δὴ καὶ ὁ κύριος τῆς δόξης ἐσταυρῶσθαι λέγεται καίτοι τῆς θείας αὐτοῦ μὴ παθούσης φύσεως, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου πρὸ τοῦ πάθους ἐν τῷ οὐρανῷ εἶναι ὡμολόγηται, ὡς αὐτὸς ὁ κύριος ἔφησεν. Εἷς γὰρ ἦν καὶ ὁ αὐτὸς κύριος τῆς δόξης ὁ φύσει καὶ ἀληθείᾳ υἱὸς ἀνθρώπου ἤτοι ἄνθρωπος γενόμενος, καὶ αὐτοῦ τά τε θαύματα καὶ τὰ πάθη γινώσκομεν, εἰ καὶ κατ' ἄλλο ἐθαυματούργει καὶ κατ' ἄλλο τὰ πάθη ὁ αὐτὸς ὑπέμεινεν. Ἴσμεν γάρ, ὥσπερ μίαν αὐτοῦ τὴν ὑπόστασιν, οὕτω καὶ τὴν τῶν φύσεων οὐσιώδη διαφορὰν σῴζεσθαι. Πῶς δὲ σωθείη διαφορὰ μὴ σῳζομένων τῶν τὴν διαφορὰν ἐχόντων πρὸς ἄλληλα; ∆ιαφορὰ γὰρ διαφερόντων ἐστὶ διαφορά. Τῷ μὲν οὖν λόγῳ, ᾧ διαφέρουσιν ἀλλήλων αἱ φύσεις τοῦ Χριστοῦ τουτέστι τῷ λόγῳ τῆς οὐσίας, φαμὲν συνάπτεσθαι αὐτὸν τοῖς ἄκροις, κατὰ μὲν τὴν θεότητα τῷ τε πατρὶ καὶ τῷ πνεύματι, κατὰ δὲ τὴν ἀνθρωπότητα τῇ τε μητρὶ καὶ ἡμῖν· ὁμοούσιος γάρ ἐστιν ὁ αὐτός, κατὰ μὲν τὴν θεότητα τῷ τε πατρὶ καὶ τῷ πνεύματι, κατὰ δὲ τὴν ἀνθρωπότητα τῇ τε μητρὶ καὶ πᾶσι τοῖς ἀνθρώποις. Ὧι δὲ λόγῳ συνάπτονται αἱ φύσεις αὐτοῦ, διαφέρειν αὐτόν φαμεν τοῦ τε πατρὸς καὶ τοῦ πνεύματος, τῆς τε μητρὸς καὶ τῶν λοιπῶν ἀνθρώπων· συνάπτονται γὰρ αἱ φύσεις αὐτοῦ τῇ ὑποστάσει μίαν ὑπόστασιν σύνθετον ἔχουσαι, καθ' ἣν διαφέρει τοῦ τε πατρὸς καὶ τοῦ πνεύματος, τῆς τε μητρὸς καὶ ἡμῶν. Ἀλλὰ καὶ πάσης συνθέτου φύσεως τὰ μέρη ἅμα τὴν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγωγὴν ἔσχηκε πρὸς συμπλήρωσιν τοῦ παντός. Καὶ δυνατὸν τὰ ὁμόχρονα μίαν φύσιν ἀποτελεῖν σύνθετον, τοιοῦτον ὅρον καὶ φυσικὸν νόμον παρὰ τοῦ δημιουργοῦ δεχόμενα, ὥστε φύσεως νόμῳ κατὰ διαδοχὴν ὅμοια ἐξ ὁμοίων γεννᾶσθαι. Ἐπὶ δὲ τοῦ κυρίου τῶν ἑνωθεισῶν φύσεων ἡ μὲν ἄναρχός ἐστι καὶ ἄχρονος, ἡ δὲ ἠργμένη καὶ ὑπὸ χρόνον· καὶ οὐ γέγονεν εἶδος πρὸς συμπλήρωσιν τοῦ παντός (ἐπεὶ οὐ κατέπαυσεν ὁ θεὸς ἀπὸ τῶν ἔργων αὐτοῦ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ) οὔτε δύο φυσικῶς ἡνώθησαν, ἀλλὰ παραδόξως καὶ ὑπερφυῶς. Τὰ δὲ παράδοξα καὶ ὑπερφυῆ οὐ φύσιν ἀποτελεῖ· οὐ γάρ φαμεν βάτου φύσιν προσομιλοῦσαν πυρὶ καὶ μὴ φλεγομένην οὐδὲ φύσιν ἀνθρώπου μεταρσίου γενομένου ὡς (ὡς] ὢν ν) εἰς τὸν οὐρανὸν οὔτε φύσιν