1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

82

κίβδηλον, διὰ τῆς κριτικῆς πυρώσεως καθαίρει-, ἵνα μὴ ἐν τῷ μέλλοντι σὺν τῷ κόσμῳ κατακριθῶμεν. Καθαίρει γὰρ νόσους καὶ παντοίας ἐπιφοράς, καθώς φησιν ὁ θεῖος ἀπόστολος· «Εἰ γὰρ ἑαυτοὺς ἐκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα. Κρινόμενοι δὲ ὑπὸ κυρίου παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν». Καὶ τοῦτό ἐστιν, ὃ λέγει· «Ὥστε ὁ μετέχων τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ κυρίου ἀναξίως κρῖμα ἑαυτῷ ἐσθίει καὶ πίνει». ∆ι' αὐτοῦ καθαιρόμενοι ἑνούμεθα τῷ σώματι τοῦ κυρίου καὶ τῷ πνεύματι αὐτοῦ καὶ γινόμεθα σῶμα Χριστοῦ. Οὗτος ὁ ἄρτος ἐστὶν ἡ ἀπαρχὴ τοῦ μέλλοντος ἄρτου, ὅς ἐστιν ὁ ἐπιούσιος· τὸ γὰρ «ἐπιούσιον» δηλοῖ ἢ τὸν μέλλοντα, τουτέστιν τὸν τοῦ μέλλοντος αἰῶνος, ἢ τὸν πρὸς συντήρησιν τῆς οὐσίας ἡμῶν λαμβανόμενον. Εἴτε οὖν οὕτως, εἴτε οὕτως, τὸ τοῦ κυρίου σῶμα προσφυῶς λεχθήσεται· πνεῦμα γὰρ ζωοποιοῦν ἐστιν ἡ σὰρξ τοῦ κυρίου, διότι ἐκ τοῦ ζωοποιοῦ πνεύματος συνελήφθη· «τὸ γὰρ γεγεννημένον ἐκ τοῦ πνεύματος πνεῦμά ἐστι». Τοῦτο δὲ λέγω οὐκ ἀναιρῶν τὴν τοῦ σώματος φύσιν, ἀλλὰ τὸ ζωοποιὸν καὶ θεῖον τούτου δηλῶσαι βουλόμενος. Εἰ δὲ καί τινες ἀντίτυπα τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ κυρίου τὸν ἄρτον καὶ τὸν οἶνον ἐκάλεσαν, ὡς ὁ θεοφόρος ἔφη Βασίλειος, οὐ μετὰ τὸ ἁγιασθῆναι εἶπον, ἀλλὰ πρὶν ἁγιασθῆναι αὐτὴν τὴν προσφορὰν οὕτω καλέσαντες. Μετάληψις λέγεται· δι' αὐτῆς γὰρ τῆς Ἰησοῦ θεότητος μεταλαμβάνομεν. Κοινωνία λέγεταί τε καὶ ἔστιν ἀληθῶς διὰ τὸ κοινωνεῖν ἡμᾶς δι' αὐτῆς τῷ Χριστῷ καὶ μετέχειν αὐτοῦ τῆς σαρκός τε καὶ τῆς θεότητος, κοινωνεῖν δὲ καὶ ἑνοῦσθαι καὶ ἀλλήλοις δι' αὐτῆς· ἐπεὶ γὰρ ἐξ ἑνὸς ἄρτου μεταλαμβάνομεν, οἱ πάντες ἓν σῶμα Χριστοῦ καὶ ἓν αἷμα καὶ ἀλλήλων μέλη γινόμεθα σύσσωμοι Χριστοῦ χρηματίζοντες. Πάσῃ δυνάμει τοίνυν φυλαξώμεθα, μὴ λαμβάνειν μετάληψιν αἱρετικῶν μήτε διδόναι. «Μὴ δῶτε γὰρ τὰ ἅγια τοῖς κυσίν», φησὶν ὁ κύριος, «μηδὲ ῥίπτετε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων», ἵνα μὴ μέτοχοι τῆς κακοδοξίας καὶ τῆς αὐτῶν γενώμεθα κατακρίσεως. Εἰ γὰρ πάντως ἕνωσίς ἐστι πρὸς Χριστὸν καὶ πρὸς ἀλλήλους, πάντως καὶ πᾶσι τοῖς συμμεταλαμβάνουσιν ἡμῖν κατὰ προαίρεσιν ἑνούμεθα· ἐκ προαιρέσεως γὰρ ἡ ἕνωσις αὕτη γίνεται, οὐ χωρὶς τῆς ἡμῶν γνώμης. Ἀντίτυπα δὲ τῶν μελλόντων λέγονται οὐχ ὡς μὴ ὄντα ἀληθῶς σῶμα καὶ αἷμα Χριστοῦ, ἀλλ' ὅτι νῦν μὲν δι' αὐτῶν μετέχομεν τῆς Χριστοῦ θεότητος, τότε δὲ νοητῶς διὰ μόνης τῆς θέας. 87 Περὶ τῆς γενεαλογίας τοῦ κυρίου καὶ περὶ τῆς ἁγίας θεοτόκου Περὶ τῆς ἁγίας ὑπερυμνήτου ἀειπαρθένου καὶ θεοτόκου Μαρίας ἐν τοῖς προλαβοῦσι μετρίως διαλαβόντες καὶ τὸ καιριώτατον παραστήσαντες, ὡς κυρίως καὶ ἀληθῶς θεοτόκος ἔστι τε καὶ ὀνομάζεται, νῦν τὰ λείποντα προσαναπληρώσωμεν. Αὕτη γὰρ τῇ προαιωνίῳ προγνωστικῇ βουλῇ τοῦ θεοῦ προορισθεῖσα καὶ διαφόροις εἰκόσι καὶ λόγοις προφητῶν διὰ πνεύματος ἁγίου εἰκονισθεῖσά τε καὶ προκηρυχθεῖσα ἐν τῷ προωρισμένῳ καιρῷ ἐκ ∆αυιδικῆς ῥίζης ἐβλάστησε διὰ τὰς πρὸς αὐτὸν γενομένας ἐπαγγελίας. «Ὤμοσε γὰρ κύριος», φησί, «τῷ ∆αυὶδ ἀλήθειαν, καὶ οὐ μὴ ἀθετήσει αὐτόν· ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τοῦ θρόνου σου», καὶ πάλιν· «Ἅπαξ ὤμοσα ἐν τῷ ἁγίῳ μου, εἰ τῷ ∆αυὶδ ψεύσομαι. Τὸ σπέρμα αὐτοῦ εἰς τὸν αἰῶνα μένει· καὶ ὁ θρόνος αὐτοῦ ὡς ὁ ἥλιος ἐναντίον μου καὶ ὡς ἡ σελήνη κατηρτισμένη εἰς τὸν αἰῶνα, καὶ ὁ μάρτυς ἐν οὐρανῷ πιστός,» καὶ Ἡσαΐας· «Ἐξανατελεῖ ῥάβδος ἐξ Ἰεσσαί, καὶ ἄνθος ἐκ τῆςῥίζης ἀναβήσεται». Ὅτι μὲν οὖν ὁ Ἰωσὴφ ἐκ ∆αυιδικοῦ φύλου κατάγεται, ὁ Ματθαῖος καὶ Λουκᾶς, οἱ ἱερώτατοι εὐαγγελισταί, διαρρήδην ὑπέδειξαν, ἀλλ' ὁ μὲν Ματθαῖος ἐκ ∆αυὶδ διὰ Σολομῶντος κατάγει τὸν Ἰωσήφ, ὁ δὲ Λουκᾶς διὰ Νάθαν. Τῆς δὲ ἁγίας παρθένου τὴν γέννησιν καὶ ἀμφότεροι παρεσιώπησαν. Χρὴ οὖν εἰδέναι, ὡς οὐκ ἦν ἔθος Ἑβραίοις οὐδὲ τῇ θείᾳ γραφῇ γενεαλογεῖσθαι γυναῖκας. Νόμος δὲ ἦν μὴ μνηστεύεσθαι φυλὴν ἐξ ἑτέρας φυλῆς. Ὁ δὲ Ἰωσὴφ ἐκ ∆αυιδικοῦ καταγόμενος φύλου, δίκαιος ὑπάρχων (τοῦτο γὰρ αὐτῷ μαρτυρεῖ τὸ θεῖον εὐαγγέλιον), οὐκ ἂν παρανόμως τὴν ἁγίαν παρθένον πρὸς